- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:398.15-399.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
フィロポノスは、定義を構成する要素を「本質において述語付けられるもの」としてどのように収集・限定すべきかを論じ、被定義項より広大だがその類を超えない述語を組み合わせて被定義項と外延を一致させる手続きと、それらの述語の必然性に関する推論を解説する。
" Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστιν." Ἀντὶ τοῦ εἰπεῖν ‘ὁρισμούς’ εἶπε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα·1 καὶ γὰρ καὶ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ὁριστοῦ.
「本質における諸要素をいかに狩り出すべきか。」 「定義」と言う代わりに、彼は本質において述語付けられる諸要素と言った。実に定義もまた被定義項の本質において述語付けられるからである。
"〈Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει.〉 "Τινὰ κατηγοροῦνται τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα καὶ ἐπὶ πλέον ὄντα τοῦ γένους ὑφ’ ὃ τὸ ὁριστὸν ἀνάγεται. οἷον ἔστω ὁριστὸν ἡ τριάς, καὶ κατηγορείσθω κατ’ αὐτῆς τὸ ὂν ἐν τῷ τί ἐστι. τὸ οὖν ὂν τοῦτο ὑπερβαίνει τὸν ἀριθμόν, τὸ γένος τῆς τριάδος· οὐ γὰρ μόνον τὸ ὂν κατηγορεῖται τῆς τριάδος καὶ τετράδος καὶ τῶν ἄλλων ἀριθμῶν ἀλλὰ καὶ νοῦ καὶ ψυχῆς καὶ ἀνθρώπου, ἃ ἀριθμοὶ οὐκ εἰσί. κατηγορεῖται τῆς τριάδος ἐν τῷ τί ἐστι καὶ τὸ περιττόν, ὅπερ οὐκ ἐπὶ πλέον θεωρεῖται τοῦ ἀριθμοῦ ἀλλὰ κατηγορεῖται τῶν ἐντὸς ὄντων τοῦ ἀριθμοῦ, οἷον τριάδος, πεντάδος, ἑπτάδος. εἰ γοῦν πρόκειταί τι ὁριστὸν καὶ μέλλεις εὑρεῖν τὸν ὁρισμὸν αὐτοῦ, δεῖ σε λαμβάνειν τινὰ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ ὁριστοῦ ἀεί, ἤγουν ἐξ ἀνάγκης, μὴ μέντοι γε δὲ ἔξω τοῦ γένους καὶ ἐπὶ πλέον αὐτοῦ θεωρούμενα, ὑφ’ ὃ τὸ ὁριστὸν ἀνάγεται. λέγω δὲ ἐπὶ πλέον τοῦ γένους εἶναι καὶ ὑπερβαίνειν τὴν τούτου περιοχὴν ὅσα ἑκάστῳ μὲν ὁριστῷ καθόλου ὑπάρχουσιν,2 ἤγουν ἐξ ἀνάγκης, οὐ μέντοι γε δὲ ἐκείνῳ μόνῳ εἰσὶν ἀλλὰ καὶ ἄλλοις. τὰ δὴ τοιαῦτα, τὰ ἐπὶ πλέον μὲν ὄντα τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα δὲ τὸ γένος αὐτοῦ καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, ληπτέον τοσαῦτα πρῶτα, μέχρις οὗ ἐξισωθῇ τὸ σύνθημα τῶν μερῶν πάντων τῷ ὁριστῷ. ἕκαστον μὲν γὰρ μέρος τοῦ ὁρισμοῦ ἐπὶ πλέον ἐστὶ τοῦ ὁριστοῦ, ὁμοῦ δὲ πάντα ἑνωθέντα μόνον παριστῶσι τὸ ὁριστὸν καὶ οὐκ ἐπὶ πλέον αὐτοῦ θεωροῦνται. ταύτην μὲν γὰρ τὴν σύνθεσιν τῶν μερῶν τοῦ ὁρισμοῦ τὴν ἐν τῷ τί ἐστι κατηγορουμένην τοῦ ὁριστοῦ ἀνάγκη οὐσίαν εἶναι καὶ ὁρισμὸν τοῦ ὁριστοῦ πράγματος3 ὡς ἐξισάζουσαν αὐτῷ καὶ ἀντιστρέφουσαν.
「〈各々に常に属している事柄のうちで、あるものはさらに広がっている。〉」被定義項がその下に帰属させられる類を踏み越えず、またその類より外に広がってはいないものが、被定義項について述語付けられる。たとえば被定義項を3とし、これについて本質において「有」が述語付けられるとしよう。するとこの有は、3の類である数を超越している。実に有は3や4や他の数について述語付けられるだけでなく、知性、魂、人間、すなわち数ではないものについても述語付けられるからである。3の本質において「奇数」も述語付けられるが、これは数より外に広がって観察されるのではなく、数の内にあるもの、たとえば3、5、7について述語付けられる。それゆえ、もしある被定義項が提示され、あなたがその定義を見出そうとするなら、被定義項の本質において常に、すなわち必然的に述語付けられる諸要素のうちで、被定義項がその下に帰属させられる類の外やその類より外に広がって観察されるのではないものを取らねばならない。私が「類より外に広がっており、その外延を踏み越えている」と言うのは、各々の被定義項に全称的に、すなわち必然的に属しているものの、それにのみあるのではなく他のものにもあるようなもののことである。それゆえ、このようなもの、すなわち被定義項よりは広がっているがその類を踏み越えてはおらず本質において述語付けられるものを、あらゆる部分の複合が被定義項と等しくなるまで、まずその数だけ取らねばならない。実に定義の各々の部分は被定義項より広がっているが、すべてが共に結合されると被定義項のみを表し、それより外に広がって観察されることはないからである。実に、被定義項の本質において述語付けられる定義の部分のこの複合は、被定義項と等しくなり換位するものとして、定義される事物の本質であり定義である必然がある。
"Καὶ ὡδὶ πρῶτος." Ἤγουν κατὰ ἀμφότερα πρῶτος, ὡς μήτε ἐξ ἀριθμῶν συγκείμενος μήτε ἐξ ἀριθμοῦ μετρούμενος. Τὸ δὲ τελευταῖον τὸ κατ’ ἀμφότερα πρῶτον.
「そしてこのように第一である。」 すなわち両方の点において第一であり、数から構成されてもおらず数によって測られもしないものとしてである。そして最後のものは、両方の点において第一であることである。
"Ἐπεὶ δὲ δεδήλωται ἡμῖν." Ἔδειξεν, ὡς εἰ λάβοι τις πάντα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ ὁριστοῦ καὶ συνθήσει ταῦτα ὡς ἐξισασθῆναι τῷ ὁριστῷ, ἀπαρτίσει τὸν ὁρισμόν. ὅτι δὲ τὰ ἐν τῷ τί ἐστι ληφθέντα εἰς ἀπάρτισιν τοῦ ὁρισμοῦ ἐξ ἀνάγκης ὑπάρχουσι τῷ ὁριστῷ, οὕτως ἔδειξε. μέλλει δὲ δεῖξαι συλλογιζόμενος ἐν πρώτῳ σχήματι οὕτως· τὰ ἐν τῷ τί ἐστι πάντα καθόλου κατηγορεῖται οὗ κατηγορεῖται·4 τὰ δὲ καθόλου κατηγορούμενα ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα πάντα ἀναγκαῖα.
「そして私たちに明らかにされたので。」 彼は、もし人が被定義項の本質において述語付けられるすべての要素を取り、これらを被定義項と等しくなるように複合するならば、定義を完備するであろうということを示した。そして、定義の完備のために本質において取られた要素が必然的に被定義項に属するということを、このように示した。そして彼は第一格において次のように推論して示そうとしている。「本質における諸要素はすべて、それが述語付けられるものについて全称的に述語付けられる。全称的に述語付けられるものは必然的である。したがって、本質における諸要素はすべて必然的である。」
- 2.131Ἀντὶ τοῦ εἰπεῖν ‘ὁρισμούς’ εἶπε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα
ἀντὶ τοῦ εἰπεῖν は前置詞 ἀντί に冠詞付き不定詞属格が続いた構文で、「〜と言う代わりに」を表す。後続の引用語 ‘ὁρισμούς’ は εἰπεῖν の直接目的語であり、主節動詞 εἶπε の目的語は名詞化された中性複数受動分詞句 τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα である。
- 2.132λέγω δὲ ἐπὶ πλέον τοῦ γένους εἶναι καὶ ὑπερβαίνειν τὴν τούτου περιοχὴν ὅσα ἑκάστῳ μὲν ὁριστῷ καθόλου ὑπάρχουσιν
λέγω は定義や敷衍を導く用法で、対格不定詞構文をとる。不定詞 εἶναι と ὑπερβαίνειν の意味上の主語は関係代名詞 ὅσα が導く名詞節(ὅσα ... ὑπάρχουσιν)であり、述語部分(ἐπὶ πλέον τοῦ γένους εἶναι...)が先置されている。したがって骨格は「私は[ὅσα ...]が類の範囲を踏み越えていると言うのである」となる。
- 2.132ταύτην μὲν γὰρ τὴν σύνθεσιν τῶν μερῶν τοῦ ὁρισμοῦ τὴν ἐν τῷ τί ἐστι κατηγορουμένην τοῦ ὁριστοῦ ἀνάγκη οὐσίαν εἶναι καὶ ὁρισμὸν τοῦ ὁριστοῦ πράγματος
非人称表現 ἀνάγκη [ἐστί] に、対格主語 ταύτην ... τὴν σύνθεσιν と対格述語 οὐσίαν καὶ ὁρισμόν を伴う不定詞 εἶναι が接続している。分詞句 τὴν ἐν τῷ τί ἐστι κατηγορουμένην は前の τὴν σύνθεσιν に同格的にかかり、末尾の ὡς 分詞句 ὡς ἐξισάζουσαν αὐτῷ καὶ ἀντιστρέφουσαν はその根拠(理由・様態)を表して ταύτην τὴν σύνθεσιν を修飾する。
- 2.134τὰ ἐν τῷ τί ἐστι πάντα καθόλου κατηγορεῖται οὗ κατηγορεῖται
οὗ κατηγορεῖται の οὗ は先行詞が省略された関係代名詞属格であり、述語動詞 κατηγορεῖται が要求する属格補語(「〜について述語付けられる」)として機能している(τοῦτο οὗ κατηγορεῖται に相当)。全体で「本質における諸要素はすべて、それが述語付けられる対象について全称的に述語付けられる」という大前提をなす。
