← ヨハネス・ピロポノス

アリストテレス『分析論後書』注解

§383.24-385.2

自然の二重性と必然性における運動の区分

アリストテレスの「ある自然は目的のために作り、別の自然は必然から作る」という言葉(94b36)に対し、ピロポノスは自然的事物が質料と形相(目的)から成るゆえに両原因が要求されると論じ、質料に対応する「必然」を自然な運動と強制的な運動とに区分して説明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.100

" Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δὲ ἐξ ἀνάγκης." Τὴν αἰτίαν ἐνταῦθα ἀποδίδωσι δι’ ἣν ἐν τοῖς φυσικοῖς πράγμασι δύο αἰτίας ἀποδιδόαμεν φυσικάς, ὑλικὴν καὶ τελικήν. καὶ φησίν· ἐπειδὴ ἕκαστον τῶν φυσικῶν πραγμάτων ἐξ ὕλης καὶ εἴδους σύγκειται (λέγεται γὰρ καὶ τὸ ἕνεκά του, ἤγουν τὸ οὗ ἕνεκα, φύσις, λέγεται καὶ τὸ ἐξ ἀνάγκης, ἤγουν ἡ ὕλη, φύσις), ἐπὶ δὲ τῶν φυσικῶν πραγμάτων τὸ εἶδος καὶ τὸ τέλος ταὐτά· ὁ γὰρ ἄνθρωπος εἶδος μὲν λέγεται, καθ’ ὅσον τὸ εἶδος αὐτοῦ, ἤγουν ὁ ὁρισμός, ἐπιτεθὲν παρὰ τῆς φύσεως τῇ ὕλῃ, ἤγουν τοῖς καταμηνίοις μὴ ἔχουσι μηδέν τι εἶδος εἴτε ἀνθρώπου εἴτε ἵππου εἴτ’ ἄλλου τινὸς ἀλλ’ ἀμόρφοις οὖσι, διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο·1 τὸ αὐτὸ δὲ τοῦτο, ἤγουν τὸ εἶδος τοῦ ἀνθρώπου, λέγεται καὶ τέλος· οὐ γὰρ μάτην ἡ φύσις ἐκίνει τὰ καταμήνια καὶ ἐνεργὰ ταῦτα ἐποίει, ἀλλ’ ἵνα γίνοιντο ἐπιτήδεια εἰς ὑποδοχὴν τοῦ ἀνθρωπείου εἴδους. ἀλλ’ ἐπανιτέον εἰς τὴν τοῦ λόγου συνέχειαν. ἐπεὶ πᾶν πρᾶγμα φυσικὸν καὶ εἶδος ἔχει, ὃ καὶ τέλος ἐστὶ καὶ λέγεται, συνίσταται δὲ καὶ ἐξ ὕλης, τούτου χάριν ἀποδίδομεν ἐν τῷ εἰς ζήτησιν προκεῖσθαί τι τῶν φυσικῶν πραγμάτων καὶ ὑλικὸν αἴτιον καὶ τελικόν, ἵνα δι’ ἀμφοτέρων τῶν αἰτίων παραστήσωμεν τὰ μέρη ἐξ ὧν συνέστηκεν, ἤγουν τὴν ὕλην καὶ τὸ εἶδος. ἐπεὶ δὲ ἐκάλεσε τὴν ὕλην ἀνάγκην, διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὴν κατὰ φύσιν καὶ ὁρμὴν κίνησιν καὶ εἰς τὴν βίᾳ τὴν παρὰ τὴν ὁρμὴν καὶ [εἰς τὴν παρὰ] φύσιν κίνησιν. ἐν δὲ ἑτέραις πραγματείαις αὐτοῦ διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὸ ἁπλῶς καὶ κυρίως ἀναγκαῖον καὶ εἰς τὸ καθ’ ὑπόθεσιν ἀναγκαῖον, ἃ ἐνταῦθα παρέλειψε. καὶ κυρίως μὲν ἀναγκαῖον λέγεται τὸ ἀπολύτως λεγόμενον καὶ ἄνευ προσδιορισμοῦ· οἷόν ἐστι τὸ ‘ἀνάγκη τὸν ἥλιον κινεῖσθαι’ καὶ τὸ ‘ἀνάγκη ἡμέραν γίνεσθαι ὑπὲρ γῆν ὄντος τοῦ ἡλίου’· καὶ ἁπλῶς τὸ κυρίως ἀναγκαῖον ἐπὶ τῶν ἀιδίων λέγεται. ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ πραγμάτων λέγεται τὸ ἀναγκαῖον ἐξ ὑποθέσεως καὶ μετὰ προσδιορισμοῦ καὶ προσθήκης τινός, ὡς τὸ ‘ἀνάγκη τὸν ἄνθρωπον ἀναπνεῖν, ἔστ’ ἂν ζῇ’· ἀπολύτως γὰρ οὐ δύνασαι τοῦτο εἰπεῖν διὰ τὸ μὴ ἀεὶ εἶναι τὸν ἄνθρωπον. Ὡς ὁ λίθος ἐξ ἀνάγκης κινεῖται καὶ ἄνω καὶ κάτω,2 ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἤγουν ἀλλ’ οὐχὶ καθ’ ἓν σημαινόμενον τοῦ ἀναγκαίου. οὐ γὰρ ἄνω καὶ κάτω κινεῖται κατὰ φύσιν ἢ παρὰ φύσιν, ἀλλὰ κάτω μὲν κινεῖται κατὰ φύσιν, ἤγουν κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην φυσικήν, τουτέστι τὴν βαρύτητα· κατὰ φύσιν γὰρ λέγεται, ὅταν ἐξ ἑαυτοῦ τι κινῆται κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην· ἡ γὰρ βαρύτης ἐστὶν αἰτία τῆς εἰς τὸ κάτω αὐτοῦ κινήσεως, ὥσπερ καὶ τοῦ πυρὸς ἡ κουφότης αἰτία ἐστὶ τῆς εἰς τὸ ἄνω αὐτοῦ κινήσεως. παρὰ φύσιν δὲ καὶ βιαία κίνησίς ἐστιν ἡ μὴ ἀπὸ τῆς ἐνούσης φυσικῆς δυνάμεως καὶ ὕλης ἐνδιδομένη ἀλλ’ ἐκ τῶν ἔξωθεν· ὅταν γὰρ ὁ λίθος ἄνω φέρηται, παρά τινος ἑτέρου κεκίνηται καὶ οὐκ ἐκ τῆς ἰδίας φύσεως. Ἐν δὲ τοῖς ἀπὸ διανοίας, ἤγουν τοῖς τεχνητοῖς πράγμασι καὶ προαιρετοῖς, οὐδέποτε τὸ αὐτόματον θεωρεῖται· οὐ γάρ ἐστι δυνατὸν τὸν ἀνδριαντοποιὸν καταμαλάττοντα τὸν χαλκὸν καὶ σπουδάζοντα ἀνδριάντα ποιῆσαι ἀποτυχεῖν τοῦ σκοποῦ καὶ ποιῆσαι ἄλλο τι. ὡσαύτως οὐδὲ ὁ οἰκοδόμος σκοπὸν θέμενος οἰκίαν ποιῆσαι ἀποτύχοι ποτὲ τοῦ σκοποῦ.

「なぜなら、ある自然は目的のために作り、別の自然は必然から作るからである。」 ここで彼は、自然的な事物において私たちが二つの自然的原因、すなわち質料因と目的因を挙げる理由を提示している。そして彼は言う。自然的な事物の各々は質料と形相から成り立っており(なぜなら目的のためにあるもの、すなわち「それのためにあるもの」も自然と呼ばれ、必然からあるもの、すなわち質料も自然と呼ばれるからである)、また自然的な事物においては形相と目的は同一である。人間は、その形相、すなわち定義が、人間であれ馬であれ他の何であれいかなる形相をも持たず無形である質料、すなわち月経血に対して自然によって付与されて、これを形作り、人間を作り上げた限りにおいて、形相と呼ばれる。そしてこの同一のもの、すなわち人間の形相は目的とも呼ばれる。なぜなら自然はいたずらに月経血を動かしてこれらを活動的にしたのではなく、それらが人間の形相を受け入れるのに適したものとなるためにそうしたからである。しかし議論の連続性へと戻らねばならない。あらゆる自然的な事物は形相を持ち、その形相は目的でもありそう呼ばれもするし、また質料からも成り立っているのであるから、このゆえに私たちは、自然的な事物の何かが探究の課題として提示されるときに、質料的原因と目的原因の双方を挙げるのである。それは、両方の原因を通じて、それが成り立っている部分、すなわち質料と形相を提示するためである。そして彼は質料を必然と呼んだので、必然的なものを、自然および衝動にしたがう運動と、衝動に反し自然に反する強制的な運動とに区分する。しかし彼の他の著作においては、必然的なものを無条件的かつ固有の意味での必然的なものと、仮定に基づく必然的なものとに区分しているが、これらはここでは省略した。そして固有の意味での必然的とは、絶対的にかつ限定規定なしに言われるもののことであり、たとえば「太陽が動くことは必然である」とか「太陽が地の上にあるとき昼が生じることは必然である」というようなものである。そして端的に言って、固有の意味での必然的とは永遠なものについて言われる。他方、生成と消滅の内にある事物については、仮定に基づき、何らかの限定規定や付加を伴って必然的と言われる。たとえば「人間が生きている限り、呼吸することは必然である」というように。なぜなら人間が常に存在するわけではないゆえに、このことを絶対的に言うことはできないからである。石が必然から上へも下へも動くように。しかし同じ原因によるのではなく、すなわち必然の同一の語義によるのではない。なぜなら上へも下へも自然にしたがって、あるいは自然に反して動くのではなく、下へは自然にしたがって、すなわちそれに内在する自然的な質料、すなわち重さにしたがって動くのである。というのも、あるものがそれに内在する質料にしたがって自らによって動くとき、「自然にしたがって」と言われるからである。実に重さがその下方への運動の原因であり、ちょうど火の軽さがその上方への運動の原因であるのと同様である。他方、自然に反する強制的な運動とは、内在する自然的能力や質料から与えられるのではなく、外部から与えられる運動である。なぜなら石が上方へ運ばれるとき、それは何か別のものによって動かされたのであり、それ自体の自然から動かされたのではないからである。思考によるもの、すなわち技術的な事物および選択による事物においては、偶然は決して観察されない。なぜなら、青銅を柔らかくし、彫像を作ることに励んでいる彫像製作者がその目的を失して別の何かを作るということは不可能だからである。同様に、家を作ることを目的に定めた建築家も、その目的を失することは決してないであろう。

構文注2 件
  1. 2.100ὁ γὰρ ἄνθρωπος εἶδος μὲν λέγεται, καθ’ ὅσον τὸ εἶδος αὐτοῦ, ἤγουν ὁ ὁρισμός, ἐπιτεθὲν παρὰ τῆς φύσεως τῇ ὕλῃ, ἤγουν τοῖς καταμηνίοις μὴ ἔχουσι μηδέν τι εἶδος εἴτε ἀνθρώπου εἴτε ἵππου εἴτ’ ἄλλου τινὸς ἀλλ’ ἀμόρφοις οὖσι, διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο

    文の骨格は ὁ ἄνθρωπος εἶδος μὲν λέγεται, καθ’ ὅσον τὸ εἶδος αὐτοῦ ... διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο である。中性主語 τὸ εἶδος αὐτοῦ に分詞 ἐπιτεθέν が一致し、その与格補語 τῇ ὕλῃ に ἤγουν τοῖς καταμηνίοις ... ἀμόρφοις οὖσι の同格句と分詞句が挿入されて主動詞 διεμόρφωσε と離隔している。

  2. 2.100Ὡς ὁ λίθος ἐξ ἀνάγκης κινεῖται καὶ ἄνω καὶ κάτω

    接続詞 ὡς で始まる独立した節の形をとっているが、これは直前で述べられた必然の区分(自然な運動と強制的な運動)を例証するための省略構文(「たとえば石が…動くように[である]」)である。後続の ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν がこれを受けて対比を展開する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:383.24-385.2