← ヨハネス・ピロポノス

アリストテレス『分析論後書』注解

§339.17-340.12

何と何故の同一性と食の例による中項の探究

ピロポノスは、単純な実体では中項を取ることができないためアリストテレスが食や協和音などの受動状態を例に取ったことを説明し、「何であるか」と「なぜであるか」が基体において同一であることを示すとともに、月食の原因を感覚できるかどうかの反実仮想を用いて、探究とは中項の探究にほかならないことを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.7#2

ἄλλως τε γνοὺς καὶ αὐτὸς ὡς ἀδύνατόν ἐστιν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν, νοῦ τε καὶ ψυχῆς, μέσον ὅρον ληφθῆναι, τούτου χάριν παραδείγματα ἔλαβε καὶ τῶν τεσσάρων πάθη τινὰ καὶ γυμνάζει τὸν λόγον ἐπ’ αὐτῶν, ἔνθα καὶ δείκνυσι τὸ αὐτὸ εἶναι τὸ τί ἐστι καὶ τὸ διὰ τί. εἰ γὰρ καὶ ἕτερά εἰσι τὸ τί ἐστι καὶ τὸ διὰ τί, καθὸ τὸ μὲν ζητεῖται ἐπὶ ἁπλοῦ τὸ δὲ ἐπὶ συνθέτου, ἀλλὰ ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ τρόπῳ τῆς χρήσεως ἕτερα.1 ἐν μὲν γὰρ ἐκλείψει πάθει οὔσῃ τῆς σελήνης θεωρεῖται καὶ τὸ τί καὶ τὸ διὰ τί. χρώμεθα δὲ τούτοις, τῷ τί καὶ τῷ διὰ τί, ἄλλως καὶ ἄλλως. εἰ μὲν λάβωμεν τὴν ἔκλειψιν αὐτὴν καθ’ αὑτήν, ζητοῦμεν τί τὸ αἴτιον τῆς ἐκλείψεως, καὶ φαμὲν στέρησις φωτὸς τῆς σελήνης ὑπὸ ἀντιφράξεως τῆς γῆς. εἰ δὲ ζητοῦμεν εἰ ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ, ἤγουν διὰ τί ὑπάρχει, λαμβάνομεν μέσον ὅρον τὸ τί ἔστιν, ἤγουν τὴν στέρησιν τοῦ φωτὸς τῆς σελήνης τὴν γινομένην ὑπὸ τῆς ἀντιφράξεως τῆς γῆς. ὡσαύτως καὶ ἡ συμφωνία πάθος ἐστὶν ἐν ὀξεῖ φθόγγῳ καὶ βαρεῖ θεωρούμενον. πλὴν εἰ μὲν ζητεῖς τί ἐστι συμφωνία, ἐρεῖς λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ. * * * * λόγος δέ ἐστιν ἐν ἀριθμοῖς θεωρούμενος ὁ ἐπίτριτος, ὁ ἡμιόλιος καὶ ὁ διὰ πασῶν. διὰ πασῶν δὲ λέγω τὸν διπλασίονα λόγον, ὅταν ὁ βαρὺς φθόγγος δὶς περιέχῃ τὸν ὀξύν. τὸν ἐπίτριτον δὲ ἔχει λόγον, ὅταν ὅλον ἔχῃ τὸν ὀξὺν καὶ τὸ τρίτον αὐτοῦ. Ὅτι δέ ἐστι τοῦ μέσου ἡ ζήτησις, δῆλόν ἐστι καὶ ἀπ’ αὐτῆς τῆς ἐναργείας, ἤγουν τῆς αἰσθήσεως. ἐπὶ γὰρ τῶν ἐπιστητῶν πραγμάτων (ἐπιστητὸν δέ φημι τὸ τὴν σελήνην ἐκλείπειν), ἐφ’ ὅσων τὸ μέσον αἴτιον 〈οὐκ〉 ἔστιν αἰσθητόν, ἤγουν διὰ τῆς αἰσθήσεως γνωριζόμενον, ζητοῦμεν ἐπὶ τούτων,2 ἐὰν ἔστι τι αἴτιον τῆς ἐκλείψεως, ὡς πόρρω κατοικοῦντες τῆς σελήνης καὶ διὰ τοῦτο μὴ ᾐσθημένοι καὶ ὁρῶντες τὸ αἴτιον ταύτης· οὐ γὰρ ὁρῶμεν πῶς ἡ σελήνη ἀντιφράττεται καὶ παρεμποδίζεται ὡς μὴ δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας. εἰ δ’ ἦμεν ἐπὶ τῆς σελήνης, ὡρῶμεν ἂν3 πῶς ἀντιφράττεται ὑπὸ τῆς γῆς, καὶ οὕτως οὐκ ἂν ἐζητοῦμεν εἰ γίνεται ἡ ἔκλειψις ἢ μή, ἀλλ’ ἅμα δῆλον ἂν ἦν, ἤγουν ἅμα τῷ ἰδεῖν, πῶς ἐμπεσοῦσα τῷ κώνῳ ἀντιφράττεται καὶ παρεμποδίζεται δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας, ἐγνωρίζομεν ἂν καὶ τὸ αἴτιον.

それに加えて、彼自身もまた単純な実体、すなわち知性と魂においては中項が取られることは不可能であると知っていたので、このゆえに四つの[探究課題]すべての例としてある種の受動状態を取り、それらの上で議論を展開しているのであり、そこで「何であるか」と「なぜであるか」が同一であることをも示している。なぜなら、仮に「何であるか」と「なぜであるか」が、前者は単純なものについて、後者は複合的なものについて探究されるという点において異なっているとしても、基体においては同一であり、使用のあり方において異なっているからである。というのも、月の受動状態である食において、「何であるか」と「なぜであるか」の両方が観察されるからである。そして我々はこれらを、「何であるか」と「なぜであるか」を、異なった仕方で用いている。もし我々が食それ自体をそれだけで取るならば、我々は食の原因は何であるかを問い、「大地の遮蔽による月の光の喪失である」と答える。他方、もし食が月に属するかどうか、すなわちなぜ属するのかを問うならば、「何であるか」、すなわち大地の遮蔽によって生じる月の光の喪失を中項として取る。同様に協和音もまた、高音と低音において観察される受動状態である。ただし、協和音とは何であるかを問うならば、「高音と低音における数の比である」と言うであろう。* * * * そして数において観察される比とは、4対3の比、3対2の比、そしてオクターヴである。オクターヴとは、低音が二倍で高音を包摂しているときの二倍比のことである。また[低音が]高音の全体とその3分の1を持つとき、4対3の比を持つ。探究が中項の[探究]であることは、自明な事実そのものから、すなわち感覚からも明らかである。なぜなら、学問的認識の対象となる事象において(学問的認識の対象とは月が食されることであると私は言うが)、それらのうち中項である原因が感覚的でない(すなわち感覚を通じて知られない)ものについては、我々はそれらにおいて食の何らかの原因があるのかどうかを問うからである。月からはるかに離れて住んでおり、このゆえにその原因を知覚したり見ていたりしない者として。というのも、我々は月がどのように遮蔽され、太陽の光線を受けないように妨げられているかを見ていないからである。だが、もし我々が月の上にいたならば、それが大地によってどのように遮蔽されるかを見ていることであろうし、したがって食が生じるのか否かを問うてはおらず、むしろ[見ると]同時に明らかであっただろう、すなわち円錐[の影]の中に落ち込んでどのように遮蔽され太陽の光線を受けるのを妨げられているかを見ると同時に、原因をも知っていたであろう。

構文注3 件
  1. 2.7ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ τρόπῳ τῆς χρήσεως ἕτερα

    与格 τῷ ὑποκειμένῳ および τῷ τρόπῳ は限定の与格(観点の与格)。「何であるか(本質)」と「なぜであるか(原因)」は、指し示されている実質的な事象(基体)としては同一であるが、それを定義として用いるか論証の中項として用いるかという運用の観点(方式)において区別されることを表す。

  2. 2.7ἐφ’ ὅσων τὸ μέσον αἴτιον 〈οὐκ〉 ἔστιν αἰσθητόν... ζητοῦμεν ἐπὶ τούτων

    関係詞節 ἐφ’ ὅσων ... αἰσθητόν が主節の指示代名詞 ἐπὶ τούτων と照応している。底本で補訂されている否定詞 〈οὐκ〉 は文脈上不可欠であり、中項たる原因が感覚によって直知できない場合にのみ「原因があるのか」という探究が生じるという論理的帰結に基づいている。

  3. 2.7εἰ δ’ ἦμεν ἐπὶ τῆς σελήνης, ὡρῶμεν ἂν... καὶ οὕτως οὐκ ἂν ἐζητοῦμεν... ἀλλ’ ἅμα δῆλον ἂν ἦν... ἐγνωρίζομεν ἄν

    直説法過去(未完了過去)を用いた現在の反実仮想条件文(条件節 εἰ ἦμεν に対し、帰結節に ὡρῶμεν ἄν, οὐκ ἂν ἐζητοῦμεν, δῆλον ἂν ἦν, ἐγνωρίζομεν ἄν が並列する構造)。文末の ἐγνωρίζομεν ἄν は、前の ἅμα δῆλον ἂν ἦν と意味上緊密に呼応し、月の上にいて大地の影を直接見るならば、食の事実と原因の把握が同時に直知され、探究の余地がなくなる事態を描いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:339.17-340.12