← ヨハネス・ピロポノス

アリストテレス『分析論後書』注解

§297.23-299.6

仮言的前提関係の否定と原因に基づく直接論証の優位

アリストテレス(87a20–87a25)に基づき、仮言的推論における前件と後件が定言的推論の前提と結論のような全体・部分の関係にないことを示し、直接的論証が原因から結果(前のものから後のもの)を推論するがゆえに、不可能による論証よりも優れていると結論づける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.486

" Οὐ γὰρ εἰ συμβαίνει ἀναιρεῖσθαί τι, τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖνα δὲ ἐξ ὧν.1" Ἵνα μή τις εἴπῃ, ὅτι καὶ ἡ δι’ ἀδυνάτου ἐκ τῶν προτέρων τὰ ὕστερα συλλογίζεται, ἐν τῷ λέγειν ‘εἰ τὸ ΑΒ, καὶ τὸ ΑΓ· ἀλλὰ μὴν τὸ ΑΓ ψεῦδος· καὶ τὸ ΑΒ ἄρα ψεῦδος’ (ἔλαβε γὰρ ἐν τῇ ἀναιρέσει πρότασιν μὲν τὸ ΑΓ, συμπέρασμα δὲ τὸ ΑΒ), φησὶν οὖν ‘οὐκ εἴ τι συναναιρεῖ τι ἑαυτῷ, αὐτὸ μέν ἐστιν ἐκείνου πρότασις, ἐκεῖνο δὲ τούτου συμπέρασμα, ἀλλ’ ἡγούμενον μὲν καὶ ἑπόμενόν ἐστιν ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, πρότασις δὲ καὶ συμπέρασμα οὐκ ἔστι’. τῶν γὰρ προτάσεων, φησίν, ἡ μέν ἐστι μείζων ἡ δὲ ἐλάττων· οὐκ ἔχουσι δὲ οὕτω πρὸς ἄλληλα ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον· οὐδέτερον γὰρ αὐτῶν οὔτε μείζονα πρότασιν οὔτ’ ἐλάττονα ἔστιν εἰπεῖν. πολλῷ οὖν πλέον [οὐδὲ] τὸ ἡγούμενον εἴη ἂν πρότασις συλλογισμοῦ. τοῦτο δὲ οὐκ ἔστι συλλογισμός, εἴ γε ἐκ μιᾶς προτάσεως συλλογισμὸς οὐ γίνεται.

「なぜなら、何らかのものが否定される結果になるとしても、これが結論であり、それらがそこから[結論が導かれる]前提であるというわけではないからである。」 誰かが、不可能による論証もまた「もしΑΒであるなら、ΑΓでもある。しかるにΑΓは偽である。ゆえにΑΒも偽である」と言うことによって、前のものから後のものを推論している(なぜなら否定においてΑΓを前提として、ΑΒを結論として取ったからである)と言わないようにするために、彼は次のように述べるのである。「何かが自分とともに何かを否定するからといって、前者が後者の前提であり、後者が前者の結論であるわけではなく、仮言的推論における前件と後件ではあっても、前提と結論ではない」。というのも彼が言うには、諸前提のうち一方は大前提であり、他方は小前提であるが、仮言的推論における前件と後件は相互にそのような関係にはないからである。なぜなら、それらのいずれも大前提とも小前提とも言うことができないからである。したがって、前件が推論の前提であるということはなおさらありえない。そして、もし単一の前提から推論が成り立たないとすれば、これは推論ではない。

§1.487

"Ἀλλὰ τὸ μὲν ἐξ οὗ συλλογισμός ἐστιν ὃ ἂν οὕτως ἔχῃ2 ὥστε ἢ ὅλον πρὸς μέρος ἢ μέρος πρὸς ὅλον ἔχειν." Τὸ ἐξ οὗ, τοῦτ’ ἔστιν αἱ προτάσεις. προτάσεις οὖν ἐν συλλογισμῷ ἐκεῖναί εἰσιν, ὧν ἡ μὲν μείζων ὅλον τί ἐστιν, ἡ δὲ ἐλάττων μόριον αὐτῆς. καὶ ὅτι μὲν ἀμφοτέρων καταφατικῶν οὐσῶν τῶν προτάσεων ἡ μὲν μείζων ὅλον τί ἐστιν, ἡ δὲ ἐλάττων μόριον ταύτης, σαφές· ἀεὶ γὰρ τὸ κατηγορούμενον ἐπὶ πλέον ἐστὶ τοῦ ὑποκειμένου καὶ περιέχει αὐτό. ἀλλὰ καὶ ἀποφατικῆς οὔσης τῆς μείζονος ὁ αὐτὸς λόγος· ἐξισάζει γὰρ τότε ὁ μέσος ὅρος πρὸς τὸν μείζονα, εἴ γε ἀντιστρέφει πρὸς ἑαυτὴν ἡ καθόλου ἀποφατική. ὥστε εἰ ὁ μέσος τοῦ ἐλάττονος ἐπὶ πλέον, ἴσος δὲ † ἐν ταύταις ἀπόφασις ὢν ὁ μείζων ὅρος τῷ μέσῳ κατὰ τὴν ἀντιστροφήν, ἐπὶ πλέον ἄρα ἡ μείζων πρότασις. ἔνιοι δὲ καθολικώτερον * * * τῆς ἐλάττονος, ἐν ᾗ καὶ ὁ μείζων μερικώτερός ἐστιν.

「むしろ、そこから推論が成り立つものとは、全体が部分に対するか、部分が全体に対するような関係にあるもののことである。」 「そこから成り立つもの」、すなわち諸前提である。それゆえ推論における諸前提とは、大前提がある全体であり、小前提がそれの一部であるようなもののことである。そして、両前提が肯定である場合には、大前提がある全体であり、小前提がそれの一部であることは明白である。なぜなら、述語は常に主語よりも外延が広く、主語を包摂するからである。しかし大前提が否定である場合にも同じ説明が成り立つ。なぜなら全称否定命題が自分自身へと換位されるとすれば、そのとき中間項は大項と等しい広がりを持つからである。したがって、もし中間項が小項よりも外延が広く、大項が換位によって中間項と等しいならば、大前提はより外延が広いことになる。またある人々は、大項がより特殊である小前提よりも、[大前提が]より普遍的であると[述べる]。

§1.488

"Αἱ δὲ τὸ ΑΓ καὶ ΑΒ προτάσεις οὐκ ἔχουσιν οὕτω πρὸς ἀλλήλας." Τουτέστι τὸ ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς ἡγούμενον καὶ ἑπόμενον. προτάσεις δὲ εἶπεν ἀντὶ τοῦ ‘ἀποφάσεις’. οὐκ ἔχουσιν οὖν, φησίν, οὕτως τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον ὥστε τὸ μὲν εἶναι καθολικώτερον καὶ πρότερον, τὸ δὲ μερικώτερον καὶ ὕστερον.

「これに対してΑΓとΑΒという諸前提は、相互にそのような関係にはない。」 すなわち、仮言的推論における前件と後件のことである。そして彼は「否定」の代わりに「諸前提」と言った。それゆえ彼が言うには、前件と後件は、一方がより普遍的で先であり、他方がより特殊的で後であるという関係にはない。

§1.489

"Εἰ οὖν ἡ ἐκ γνωριμωτέρων καὶ προτέρων κρείττων, εἰσὶ δ’ ἀμφότεραι μὲν ἐκ τοῦ μὴ εἶναί τι πισταί, ἀλλ’ ἡ μὲν ἐκ προτέρου ἡ δ’ ἐξ ὑστέρου,3 βελτίων ἁπλῶς ἂν εἴη τῆς εἰς τὸ ἀδύνατον ἡ στερητικὴ ἀπόδειξις." Αὐτὸ λοιπὸν συμπεραίνεται τὸ προκείμενον. καὶ φησὶν ὅτι, εἰ καὶ ἡ ἐπ’ εὐθείας καὶ ἡ δι’ ἀδυνάτου διά τινος ἀποφάσεως πιστοῦνται ὃ βούλονται πιστώσασθαι (ἥ τε γὰρ ἐπ’ εὐθείας τῷ λαβεῖν μηδενὶ τῷ Β ὑπάρχειν τὸ Α ἔδειξεν ὅτι οὐδὲ τῷ Γ ὑπάρχει τὸ Α· ὁμοίως καὶ ἡ δι’ ἀδυνάτου τῷ δεῖξαι ὅτι οὐχ ὑπάρχει τὸ Α τῷ Β), εἰ οὖν ἑκατέρα μὲν διά τινος ἀναιρέσεως τὸ πιστὸν ἔχει, ἀλλ’ ἡ μὲν ἐπ’ εὐθείας ἐκ τοῦ προτέρου τὸ ὕστερον, ἡ δὲ δι’ ἀδυνάτου ἐκ τοῦ ὑστέρου τὸ πρότερον, κρείττων ἂν εἴη δῆλον ὅτι ἡ ἐπ’ εὐθείας τῆς δι’ ἀδυνάτου. εἰ δὲ ἡ ἀποφατικὴ ἀπόδειξις ἐπ’ εὐθείας κρείττων τῆς δι’ ἀδυνάτου, τῆς δὲ ἀποφατικῆς ἡ καταφατικὴ κρείττων, πολλῷ δήπου πλέον καὶ τῆς δι’ ἀδυνάτου ἡ καταφατικὴ ἐπ’ εὐθείας κρείττων ἂν εἴη.

「それゆえ、もしより周知で前のものに基づく論証の方が優れており、両者が何かが存在しないことによって信憑性を得るにしても、一方は前のものに基づき、他方は後のものに基づくならば、否定的な論証の方が不可能へと導く論証よりも端的に優れているであろう。」 提示された主題そのものが最後に結論づけられる。そして彼が言うには、たとえ直接論証も不可能による論証も何らかの否定を通じて信憑させようとする事柄を信憑させるとしても(直接論証はΑがどのΒにも属さないと取ることによってΑがΓにも属さないことを示し、同様に不可能による論証もΑがΒに属さないことを示すことによって[そうする])、それゆえ、もし各々が何らかの否定を通じて信憑性を持つとしても、直接論証は前のものから後のものを[推論し]、不可能による論証は後のものから前のものを[推論する]ならば、直接論証の方が不可能による論証よりも優れていることは明らかである。そして、もし否定的な直接論証が不可能による論証よりも優れており、肯定論証が否定論証よりも優れているならば、肯定的な直接論証は不可能による論証よりもはるかに優れているであろう。

構文注3 件
  1. 1.486Οὐ γὰρ εἰ συμβαίνει ἀναιρεῖσθαί τι, τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖνα δὲ ἐξ ὧν.

    文頭の否定辞 οὐ は条件節内の動詞 συμβαίνει ではなく、主節(帰結節)の述語結合全体(τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖνα δὲ ἐξ ὧν)に係り、「たとえ……という帰結になるとしても、……であるわけではない(non si... hoc est)」という排中・反駁の構文を形成している。後続の ἐκεῖνα δὲ ἐξ ὧν は ἐκεῖνα δέ ἐστιν ἐξ ὧν [γίνεται τὸ συμπέρασμα] の省略。

  2. 1.487Ἀλλὰ τὸ μὲν ἐξ οὗ συλλογισμός ἐστιν ὃ ἂν οὕτως ἔχῃ

    前置詞句 ἐξ οὗ(そこから[生じる])を冠詞 τό で名詞化した τὸ ἐξ οὗ が「前提」を指す主語であり、συλλογισμός は主節の主語ではなく関係節内の主語(「推論が生じる源泉」)。ὃ ἂν οὕτως ἔχῃ は不定関係代名詞節で述語をなしている。

  3. 1.489ἀλλ’ ἡ μὲν ἐκ προτέρου ἡ δ’ ἐξ ὑστέρου

    対比される二つの肢(ἡ μὲν ..., ἡ δέ ...)において、動詞(あるいは分詞) συλλογίζεται ないし ποιεῖται τὴν δεῖξιν、および目的語 τὸ ὕστερον / τὸ πρότερον が省略されている。注解者は直後の地の文(ἡ μὲν ἐπ’ εὐθείας ἐκ τοῦ προτέρου τὸ ὕστερον, ἡ δὲ δι’ ἀδυνάτου ἐκ τοῦ ὑστέρου τὸ πρότερον)でこの省略を補って説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:297.23-299.6