← ヨハネス・ピロポノス

アリストテレス『分析論後書』注解

§288.10-289.19

否定前提の不可能性と論証拡張における肯定前提の増大

フィロポノスは、両前提が否定であるとき推論が成り立たないというアリストテレスの指摘(86b10)が先行論証の理由付けであることを解明した上で、推論を中項で拡張・稠密化しても否定前提は常に一つにとどまり肯定前提のみが増加するという定理(86b12)の構造と見かけの逆説を解決する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.471

" Ἔτι ἐπειδὴ δέδεικται ὅτι ἀδύνατον ἀμφοτέρων οὐσῶν στερητικῶν τῶν προτάσεων γίνεσθαι συλλογισμὸν καὶ τὰ ἑξῆς." Τοῦτο οὐχ ὡς ἕτερον ἐπιχείρημα τίθησι παρὰ τὸ πρὸ αὐτοῦ, ἀλλ’ ὡς ὂν κατασκευαστικὸν ὅτι διὰ τοῦτο ἡ μὲν ἀποφατικὴ δεῖται τῆς καταφατικῆς, ἡ δὲ καταφατικὴ οὐ δεῖται τῆς ἀποφατικῆς, ὅτι δέδεικται ὅτι ἐξ ἀποφατικῶν μόνων προτάσεων οὐδέποτε γίνεται συλλογισμός. διὸ καὶ εἰπὼν ἔτι ἐπειδὴ δέδεικται οὐκ ἀνταπέδωκε πρὸς τὸ ἐπειδή, ὡς ἂν αἰτιολογικῶς εἰρημένου τοῦ ἐπειδὴ πρὸς τὰ πρὸ αὐτοῦ.1

「さらに、前提の双方が否定であるとき推論が成立することは不可能であると示されたのだから、云々。」 彼はこれを、前の論証とは別の論証として置いているのではなく、まさにこれゆえに否定論証が肯定論証を必要とする一方で、肯定論証は否定論証を必要としないのだということを基礎づけるものとして置いている。すなわち、否定的な前提のみから推論が成立することは決してないと示されたからである。それゆえ彼は「さらに…示されたのだから」と言いながら、「…のだから」に応答する帰結節を与えなかった。あたかもこの「…のだから」が先行するものどもに対して理由を述べるように言われたかのようである。

§1.472

"Ἔτι πρὸς τούτῳ δεῖ τόδε λαβεῖν· τὰς μὲν γὰρ κατηγορικὰς αὐξανομένης τῆς ἀποδείξεως ἀναγκαῖον γίνεσθαι πλείους καὶ τὰ ἑξῆς." Τοῦτο οὔτε ἐπιχείρημά ἐστιν, οὔτ’ ἐμοὶ δοκεῖ ὡς συμβαλλόμενόν τι εἰς τὰ προκείμενα τεθεῖσθαι, ἀλλ’ ὥσπερ πόρισμά τι ἐκ τῶν εἰρημένων ἀναφανέν. ἔστι δὲ ἀξιολογώτατον τὸ θεώρημα. ἔστι δὲ τοιοῦτον. ἐὰν συλλογισμός, φησίν, ὑπάρχῃ ἀποφατικός, εἶτα δέον ᾖ τὰς προτάσεις κατασκευάσαι παρεντιθεμένων μεταξὺ ἑκατέρᾳ ὅρων, εἶτα πάλιν τὰς ἐκείνου τοῦ συλλογισμοῦ ἐγκατασκευάσαι προτάσεις, καὶ τοῦτο ἐπὶ πολὺ γίνεται καταπυκνουμένων μέσοις ὅροις τῶν προτάσεων,2 οὐχ ὡς ἄν τις ὑπολάβοι, ὁμοίως αἵ τε καταφατικαὶ αὔξονται προτάσεις καὶ αἱ ἀποφατικαί, ἀλλὰ μόναι μὲν αὔξονται αἱ καταφατικαί, αἱ δὲ ἀποφατικαὶ οὐκέτι· ἐν παντὶ γὰρ ἀποφατικῷ συλλογισμῷ, ἐφ’ ὅσον ἂν καταπυκνωθῶσιν αἱ προτάσεις, ἀδύνατὸν πλέον μιᾶς ἀποφατικῆς γενέσθαι πρότασιν. ὅπερ δοκεῖ παράδοξον εἶναι· ἀεὶ γὰρ ἐν τῇ ἀποφατικῇ προτάσει ἐμβαλλομένου μέσου ὅρου ἡ μείζων ἀποφατικὴ γίνεται. οἷον εἰ τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ, ὅτι ἡ ΒΓ πρότασις καταπυκνουμένη μόνας καταφατικὰς ποιεῖ τὰς προτάσεις, πρόδηλον. ἡ δὲ ἀποφατικὴ οὐκέτι· εἰ γὰρ θελήσω δεῖξαι ὅτι οὐδενὶ τῷ Β τὸ Α διὰ μέσου τοῦ Δ, ἀνάγκη λαβεῖν ὅτι τὸ Α οὐδενὶ τῷ Δ ὑπάρχει, τὸ δὲ Δ παντὶ τῷ Β ὑπάρχει· πάλιν ἐὰν δέῃ δεῖξαι ὅτι τὸ Α οὐδενὶ τῷ Δ διὰ μέσου τοῦ Ε, ἀνάγκη τὸ Α μηδενὶ τῷ Ε ὑπάρχειν, καὶ οὕτως ἐφεξῆς. πῶς οὖν φησι μὴ πλείους μιᾶς γίνεσθαι τὰς ἀποφάσεις; λέγω οὖν ὅτι καλῶς προσέθηκεν ἐν ἅπαντι συλλογισμῷ. ἐὰν γὰρ συνθῶμεν ὅλας τὰς προτάσεις καὶ ποιήσωμεν ἕνα συλλογισμόν, μία μόνη εὑρίσκεται ἡ ἀποφατική, ὅτι τὸ Α οὐδενὶ τῷ Ε, τὸ Ε παντὶ τῷ Δ, τὸ Δ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α ἄρα οὐδενὶ τῷ Γ. ὥστε ἡ μὲν ἀποφατικὴ μία, αἱ δὲ λοιπαὶ πᾶσαι καταφατικαί. ὥστε πᾶς ἀποφατικὸς συλλογισμός, εἴτε ἁπλοῦς εἴτε σύνθετος, μίαν ἔχει ἀποφατικὴν πρότασιν· ἀλλ’ ὁ μὲν ἁπλοῦς καὶ καταφατικὴν μίαν, ὁ δὲ σύνθετος πλείους τὰς καταφατικάς. ὅπερ δὲ ἐπὶ τοῦ πρώτου σχήματος συμβαίνει, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν συμβαίνει· πυκνουμένων τῶν συλλογισμῶν μία μὲν ἀποφατικὴ ἔσται, αἱ δὲ λοιπαὶ πᾶσαι καταφατικαί.

「これに加えて、次のことを把握せねばならない。なぜなら、論証が拡張されるとき、肯定的な[前提]が増大することは必然であり、云々。」 これは論証でもなく、また私には主題となる事柄に寄与するものとして置かれたとも思われないが、述べられた事柄から現れ出た系のようなものである。しかしこの定理はきわめて注目すべきものである。それは次のようなものである。すなわち、彼が言うには、もし否定的な推論が存在し、次いで中項をそれぞれの前提の間に挿入して前提を基礎づける必要が生じ、次いで再びあの推論の前提を基礎づけ、前提が中項によって稠密化されるにつれてこれが長きにわたって行われるとしても、人が想定するかもしれないように、肯定的な前提と否定的な前提が同様に増大するのではなく、肯定的な前提のみが増大し、否定的な前提はもはや増大しない。なぜなら、いかなる否定推論においても、前提がどれほど稠密化されようとも、否定的な前提が一つを超えて生じることは不可能だからである。このことは逆説的に思われる。というのも、否定的な前提に中項が挿入されるごとに、大前提は常に否定的になるからである。たとえば、もしΑがΒのいずれにも属さず、ΒがすべてのΓに属するなら、ΒΓの前提が稠密化されると肯定的な前提のみを生み出すことは明らかである。しかし否定的な前提はもはやそうではない。なぜなら、もし私が中項Δを通じてΑがΒのいずれにも属さないことを示そうとするなら、ΑがΔのいずれにも属さず、ΔがすべてのΒに属すると取らざるをえない。再び、中項Εを通じてΑがΔのいずれにも属さないことを示す必要があるなら、ΑがΕのいずれにも属さないことが必然であり、以下同様である。ではなぜ彼は否定前提が一つを超えて生じることはないと言うのか。そこで私は、彼が「いかなる推論においても」と付け加えたのは適切であったと言う。なぜなら、もし私たちがすべての前提を結合して一つの推論を作るならば、否定的な前提は一つだけ見出されるからである。すなわち、ΑはΕのいずれにも属さず、ΕはすべてのΔに属し、ΔはすべてのΒに属し、ΒはすべてのΓに属し、ゆえにΑはΓのいずれにも属さない。したがって否定的な前提は一つであり、残りはすべて肯定的である。それゆえ、すべての否定推論は、単純なものであれ複合的なものであれ、否定的な前提を一つ持つ。しかし単純なものは肯定的な前提も一つ持つが、複合的なものは肯定的な前提をより多く持つ。そして第一格において生じることは、残りの格においても生じる。すなわち、推論が稠密化されるとき、否定的な前提は一つであり、残りはすべて肯定的である。

構文注2 件
  1. 1.471οὐκ ἀνταπέδωκε πρὸς τὸ ἐπειδή, ὡς ἂν αἰτιολογικῶς εἰρημένου τοῦ ἐπειδὴ πρὸς τὰ πρὸ αὐτοῦ

    οὐκ ἀνταπέδωκε は「(相関する帰結部を)対応させなかった、呼応させなかった」の意。文脈上、アリストテレスが Ἔτι ἐπειδὴ δέδεικται と従属節(接続詞 ἐπειδή)で始めながら後続の主節を欠いたまま次の話題に移ったように見える構文について、フィロポノスは ἐπειδή 節が新たな主節を導くのではなく直前の議論(86b7ff.)の理由提示(αἰτιολογικῶς)として従属しているため帰結節が不要であったと説明している。ὡς ἂν ... εἰρημένου は理由を表す絶対属格。

  2. 1.472ἐὰν συλλογισμός, φησίν, ὑπάρχῃ ἀποφατικός, εἶτα δέον ᾖ τὰς προτάσεις κατασκευάσαι παρεντιθεμένων μεταξὺ ἑκατέρᾳ ὅρων, εἶτα πάλιν τὰς ἐκείνου τοῦ συλλογισμοῦ ἐγκατασκευάσαι προτάσεις, καὶ τοῦτο ἐπὶ πολὺ γίνεται καταπυκνουμένων μέσοις ὅροις τῶν προτάσεων

    条件文 ἐὰν ... ὑπάρχῃ から始まる長い従属節の構造。δέον ᾖ は非人称の分詞 δέον に接続法 ᾖ が結びついた迂言的接続法(「〜する必要があるならば」)。παρεντιθεμένων ... ὅρων および καταπυκνουμένων ... τῶν προτάσεων は手段・状況を表す絶対属格。文の主節は οὐχ ὡς ἄν τις ὑπολάβοι ... αὔξονται ... ἀλλὰ μόναι μὲν αὔξονται αἱ καταφατικαί であり、対比構造(οὐχ ... ἀλλά)を骨格として読む。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:288.10-289.19