- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:112.33-114.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ピロポノスはプロクロスによるブリュソンの解釈を退け、「大小があれば等がある」という命題は異種のもの(角状角や直線図形と円)の間では成立しないことを幾何学的に論証する。
καὶ ὁ Ἀριστοτέλης δὲ ὡς περὶ τετραγωνισθέντος τοῦ κύκλου ὑπὸ τοῦ Βρύσωνος, εἰ καὶ μὴ γεωμετρικῶς, οὕτως εἶπεν.1 ὥστε οὐδὲ ἡ Πρόκλου ἐξήγησις προσφυὴς εἶναι φαίνεται. εἰ δέ τις καὶ συγχωρήσοι οὕτω τὸν Βρύσωνα κατασκευάζειν, πρὸς αὐτὸν ἔστιν ἀντειπεῖν ὅτι2 ἐπὶ μὲν τῶν ὁμογενῶν ἀληθής ἐστιν ὁ λόγος, ὅτι οὗ ἔστι μεῖζον καὶ ἔλαττον, τούτου ἔστι καὶ ἴσον, ἐπὶ μέντοι τῶν ἀνομοιογενῶν οὐκέτι ἀληθὲς τοῦτο. δείκνυται γοῦν παρὰ τῷ γεωμέτρῃ ὅτι ἐπὶ τοῦ ἡμικυκλίου τοῦ ΓΔΒ ἡ ἀπ’ ἄκρας τῆς διαμέτρου τῆς ΓΒ πρὸς ὀρθὰς ἀγομένη εὐθεῖα ἡ ΑΓ πάντως ἐκτὸς μὲν πίπτει τοῦ κύκλου, τῶν δὲ δύο γωνιῶν τῶν γινομένων ὑπὸ τῆς περιφερείας καὶ τῆς διαμέτρου καὶ ἔτι ὑπὸ τῆς πρὸς ὀρθὰς ἀχθείσης καὶ τῆς περιφερείας, λέγω δὴ τῆς τε ἐκτὸς τῆς ὑπὸ ΑΓΔ καὶ τῆς ἐντὸς3 τῆς ὑπὸ ΔΓΒ, ἡ μὲν ἐκτὸς πάσης ὀξείας γωνίας εὐθυγράμμου ἐλάττων ἐστίν, ἡ δὲ ἐντὸς πάσης ὀξείας γωνίας εὐθυγράμμου μείζων ἐστί. καὶ ἰδοὺ ἐνταῦθα τῆς αὐτῆς ὀξείας εὐθυγράμμου γωνίας μείζονα καὶ ἐλάττονα δεδειχότες ἴσην εὑρεῖν οὐκ ἂν δυνησώμεθα διὰ τὸ ἀνομοιογενῆ εἶναι τὰ μεγέθη· ἐξ εὐθείας γὰρ καὶ περιφερείας ὑπόκεινται αἱ προκείμεναι γωνίαι, ἃς καὶ κερατοειδεῖς καλοῦσι. καὶ τὸ παράδοξον, ὅτι καὶ τῆς ἐκτὸς γωνίας ἐπ’ ἄπειρον αὐξηθῆναι δυναμένης καὶ μειωθῆναι τῆς ἐντός, καὶ ἔμπαλιν τῆς ἐντὸς ἐπ’ ἄπειρον αὔξεσθαι δυναμένης μειοῦσθαι δὲ τῆς ἐκτός, οὔτε ἡ ἐκτὸς αὐξομένη ἐπ’ ἄπειρον ἴση ποτὲ γενήσεται τῇ ὀξείᾳ γωνίᾳ εὐθυγράμμῳ, ἀλλ’ ἀεὶ ἔσται πάσης ἐλάττων, οὔτε ἡ ἐντὸς ἐπ’ ἄπειρον αὐξομένη τῇ ὀρθῇ ποτε γενήσεται ἴση. αὔξομεν δὲ τὴν μὲν ἐκτὸς γωνίαν ἐλάττονας κύκλους γράφοντες· οἷον ἐὰν τέμω τὴν ΓΒ διάμετρον κατὰ τὸ Ε σημεῖον καὶ τὴν ΓΕ εὐθεῖαν δίχα κατὰ τὸ Ζ σημεῖον καὶ κέντρῳ μὲν τῷ Ζ διαστήματι δὲ τῷ ΖΓ κύκλον γράψω, οὗ ἡμικύκλιον τὸ ΓΗΕ, ἡ μὲν ἐκτὸς γωνία ἡ ὑπὸ ΑΓΗ ηὔξηται, καὶ πάλιν οὐδὲν ἧττον πάσης ὀξείας ἐστὶν ἐλάττων διὰ τὸν εἰρημένον λόγον· ἐπὶ παντὸς γὰρ κύκλου δέδεικται τὸ θεώρημα τῷ γεωμέτρῃ. κατὰ τὸν αὐτὸν δὲ τρόπον πάλιν τὴν τοῦ ἐντὸς κύκλου διάμετρον τεμὼν καὶ ἐλάττονα κύκλον ἐγγράψας καὶ τοῦτο ἐπ’ ἄπειρον ποιήσας ἀεὶ μὲν αὔξω τὴν ἐκτός, μειῶ δὲ τὴν ἐντός, καὶ οὔτε ἡ ἐκτὸς γενήσεταί ποτε ἴση ὀξείᾳ εὐθυγράμμῳ οὔτε ἡ ἐντός, ἀλλ’ ἡ μὲν ἐκτὸς ἀεὶ ἔσται ἐλάττων, ἡ δὲ ἐντὸς ἀεὶ μείζων. οὕτω μὲν τὴν μὲν ἐκτὸς αὔξω, μειῶ δὲ τὴν ἐντός. ἀνάπαλιν δὲ αὔξω μὲν τὴν ἐντός, μειῶ δὲ τὴν ἐκτὸς μείζονας κύκλους περιγράφων τοῦτον τὸν τρόπον. ἐκβάλλω γὰρ τὴν ΓΒ διάμετρον ἐπ’ εὐθείας ἐπὶ τὸ Ε, καὶ κέντρῳ μὲν τῷ Β διαστήματι δὲ τῷ ΒΓ κύκλον γράφω, οὗ ἡμικύκλιον τὸ ΓΖΕ. καὶ δῆλον ὅτι τὸ ΓΖΕ ἡμικύκλιον ἐντὸς πεσεῖται τῆς ΑΓ εὐθείας διὰ τὸ δεδεῖχθαι ὅτι ἡ ἀπ’ ἄκρας τῆς διαμέτρου πρὸς ὀρθὰς ἀγομένη πάντως ἐκτὸς πίπτει τοῦ κύκλου. ὅτι δὲ οὐδὲ μόριόν τι τοῦ ἡμικυκλίου τοῦ ἐκτὸς τοῦ ΓΖΕ ἐφάπτεται μορίου τινὸς τοῦ ἐντὸς ἡμικυκλίου τοῦ ΓΔΒ, δῆλον ἐντεῦθεν. εἰ γὰρ ἅπτεται, ἀπὸ τοῦ σημείου, καθ’ ὃ ἐφαρμόζουσιν, εἰ τύχοι, τοῦ Η, ἐπεζεύχθωσαν ἐπὶ τὰ κέντρα τῶν κύκλων, τό τε Β καὶ τὸ Θ, ἡ ΗΒ, ΗΘ εὐθεῖα. ἐπεὶ οὖν τὸ Θ σημεῖον κέντρον ἐστὶ τοῦ ἐντὸς ἡμικυκλίου, ἴση ἐστὶν ἡ ΘΗ τῇ ΘΓ· πάλιν ἐπεὶ τὸ Β κέντρον ἐστὶ τοῦ ἐκτὸς ἡμικυκλίου τοῦ ΓΖΕ, ἴση ἐστὶν ἡ ΒΗ τῇ ΒΓ. ἀλλὰ ἡ ΒΘ καὶ ἡ ΓΘ ἴσαι εἰσὶ τῇ ΘΗ· ἡ ἄρα ΗΒ ἴση ἐστὶ ταῖς ΒΘ, ΘΗ. τριγώνου ἄρα τοῦ ΗΘΒ αἱ δύο πλευραὶ αἱ ΗΘ, ΒΘ τῇ μιᾷ τῇ ΗΒ ἴσαι εἰσίν, ὅπερ ἀδύνατον· οὐκ ἄρα ἐφαρμόζει μέρος τι τοῦ ἐκτὸς κύκλου μέρει τινὶ τοῦ ἐντός. τέμνει ἄρα ὁ ἐκτὸς κύκλος τὴν ὑπὸ ΑΓΗ γωνίαν. καὶ οὕτως ἐπ’ ἄπειρον τῷ αὐτῷ τρόπῳ ἐκτὸς γράφων κύκλους ἐπ’ ἄπειρον μὲν τὴν ἐκτὸς γωνίαν μειῶ, αὔξω δὲ τὴν ἐντός· καὶ οὐδέποτε ἡ ἐντὸς αὐξομένη ἴση γενήσεται τῇ ὀρθῇ, ἀλλ’ ἀεὶ πάσης ὀξείας εὐθυγράμμου μείζων γίνεται. εἰ τοίνυν δέδεικται ὅτι ἐνδέχεται τοῦ αὐτοῦ μεῖζον μέν τι καὶ ἔλαττον εἶναι, οὐκέτι δὲ καὶ ἴσον διὰ τὴν ἀνομοιότητα τῶν μεγεθῶν, κακῶς ἄρα ὁ Βρύσων ἐλάμβανεν ὅτι, εἰ μεῖζον τοῦ κύκλου ἐστὶ τὸ περιγραφόμενον εὐθύγραμμον καὶ ἔλαττον τὸ ἐγγραφόμενον, ἔστιν ἄρα καὶ ἴσον τὸ μεταξὺ τοῦ τε ἐγγραφομένου καὶ τοῦ περιγραφομένου· ἀνόμοια γὰρ κἀνταῦθα τὰ μεγέθη, λέγω δὴ τὸ εὐθύγραμμον τῷ κύκλῳ, ὥστε οὐδὲ ἴσα ἔσται.
またアリストテレスも、たとえ幾何学的にではないにせよ、あたかもブリュソンによって円が正方形化されたかのように、そのように語ったのである。したがって、プロクロスの解釈も妥当であるようには見えない。しかし、たとえ誰かがブリュソンがこのように論証構成したと承認するとしても、彼に対して次のように反論することができる。すなわち、「それより大きいものと小さいものがあるところには、それに等しいものもある」という言明は、同種のものにおいては真であるが、異種のものにおいてはもはや真ではない、と。現に、幾何学者において次のように示されている。すなわち、半円ΓΔΒにおいて、直径ΓΒの端点から直角に引かれる直線ΑΓはことごとく円の外側に落ちるが、円周と直径によって、さらにまた直角に引かれた直線と円周によって生じる二つの角、すなわちΑΓΔによって[挟まれる]外角とΔΓΒによって[挟まれる]内角のうち、外角はあらゆる鋭角直線角よりも小さく、内角はあらゆる鋭角直線角よりも大きい、と。そして見よ、ここでは同じ鋭角直線角より大きいものと小さいものとを示しておきながら、大きさ(量)が異種であるために等しいものを見出すことができないのである。なぜなら、問題の諸角は直線と円周から成るものとして想定されており、人々はこれらを角状角と呼んでいるからである。そして逆説的なことには、外角は無限に増大し内角は縮小することが可能であり、逆に内角は無限に増大し外角は縮小することが可能であるにもかかわらず、外角は無限に増大しても決して鋭角直線角と等しくはならず常に[あらゆる鋭角直線角の]いかなるものよりも小さくあり続け、内角も無限に増大しても決して直角と等しくはならないのである。ところで私たちは、より小さな円を描くことによって外角を増大させる。たとえば、もし私が直径ΓΒを点Εにおいて切断し、直線ΓΕを点Ζにおいて二等分し、中心をΖとし距離をΖΓとして円を描き、その半円をΓΗΕとするならば、ΑΓΗによって[挟まれる]外角は増大するが、語られた理由によってやはりあらゆる鋭角よりも小さい。なぜなら幾何学者によって、この定理はあらゆる円について示されているからである。同じ仕方で、再び内側の円の直径を切断してより小さな円を内接させ、これを無限に行うことによって、私は常に外角を増大させ内角を縮小させるが、外角が決して鋭角直線角と等しくなることはなく、内角もそうならず、外角は常により小さく、内角は常により大きいであろう。このようにして私は外角を増大させ、内角を縮小させる。反対に、私は次のような仕方でより大きな円を外接させることによって内角を増大させ、外角を縮小させる。なぜなら、私は直径ΓΒを一直線上に点Εへと延長し、中心をΒとし距離をΒΓとして円を描き、その半円をΓΖΕとするからである。そして、半円ΓΖΕが直線ΑΓの内側に落ちることは明らかである、直径の端点から直角に引かれる直線はことごとく円の外側に落ちると示されているからである。そして、外側の半円ΓΖΕのいかなる部分も、内側の半円ΓΔΒのいかなる部分とも接しないということは、以下のことから明らかである。なぜなら、もし接するならば、それらが重なり合っている点、たとえば点Ηから、円の中心である点Βと点Θへと直線ΗΒ、ΗΘが結ばれるとせよ。すると、点Θは内側の半円の中心であるから、ΘΗはΘΓに等しい。再び、点Βは外側の半円ΓΖΕの中心であるから、ΒΗはΒΓに等しい。しかしΒΘとΓΘの和はΘΗに等しい。ゆえにΗΒはΒΘとΘΗの和に等しい。したがって三角形ΗΘΒの二辺ΗΘとΒΘは他の一辺ΗΒに等しいことになるが、これは不可能である。ゆえに外側の円のいかなる部分も内側の円のいかなる部分にも重なり合わない。ゆえに外側の円は角ΑΓΗを切断する。そしてこのようにして同じ仕方で無限に外側に円を描くことによって、私は無限に外角を縮小させ、内角を増大させる。そして内角は増大しても決して直角に等しくはならず、常にあらゆる鋭角直線角よりも大きくなる。それゆえ、同じものよりも大きいあるものと小さいあるものが存在することは可能であるが、大きさの異質性のゆえにもはや等しいものは存在しないということが示されたとすれば、ブリュソンが、外接する直線図形が円より大きく内接するものが小さいならば、ゆえに内接するものと外接するものとの中間の図形は円と等しい、と前提したのは誤りであったことになる。なぜなら、ここにおいても大きさは異種であり、すなわち直線図形は円に対して異種であるので、等しくなることも決してないからである。
- 1.157ὡς περὶ τετραγωνισθέντος τοῦ κύκλου ὑπὸ τοῦ Βρύσωνος, εἰ καὶ μὴ γεωμετρικῶς, οὕτως εἶπεν
接続詞 ὡς に属格構文 περὶ τετραγωνισθέντος τοῦ κύκλου(前置詞 περὶ に属格名詞句が結合したもの)が後続し、アリストテレスがどのような主観的意図ないし前提のもとでそのように語ったか(主動詞 εἶπεν)を表す様態・理由の副詞節的用法である。
- 1.157καὶ τὸ παράδοξον, ὅτι
中性形容詞名詞化 τὸ παράδοξον にコピュラ動詞 ἐστί が省略された独立句であり、後続の ὅτι 節がその実質的な主語(または内容を説明する名詞節)として機能している。内部には四つの属格絶対構文(αὐξηθῆναι δυναμένης 等)が対称的に配置されている。
- 1.157τῶν δὲ δύο γωνιῶν ... ἡ μὲν ἐκτὸς ... ἡ δὲ ἐντὸς ...
τῶν δὲ δύο γωνιῶν τῶν γινομένων... は全体を表す部分属格(genitive of the whole)であり、主文の主語が ἡ μὲν ἐκτὸς と ἡ δὲ ἐντὸς に分割されて述語動詞(ἐλάττων ἐστίν / μείζων ἐστί)と呼応する分裂主語・部分同格の構文である。
