← ヨハネス・ピロポノス

アリストテレス『分析論前書』注解

§338.11-339.33

属格前提から主格結論を導く推論と中項の同一性

アリストテレスが両前提を属格で取って主格の結論を導く例(48b24)について、中項が同一に保たれていないという疑念(アポリア)を提示し、第一格の包摂関係と表現の等価性に基づいて同一の中項が維持されていると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.34

" Εἰ δὲ οὗ ἐστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη, συμπέρασμα ὅτι τὸ ἀγαθόν ἐστι γένος." Εἰπὼν ὅτι ἀμφοτέρων τῶν προτάσεων κατὰ γενικὴν συμπλεκομένων τὸ συμπέρασμα ποτὲ μὲν κατὰ γενικὴν ποτὲ δὲ κατ’ εὐθεῖαν συνάγεται, δείξας πῶς κατὰ γενικήν, δείκνυσι νῦν ὅτι καὶ κατ’ εὐθεῖαν οὕτως· τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, οὗ ἐπιστήμη ἐστί, τοῦτό ἐστι γένος, τὸ ἄρα ἀγαθὸν γένος ἐστίν. γένος δὲ εἰλήφθω ἁπλῶς τὸ καθολικώτερον καὶ πλειόνων περιεκτικόν· τῶν γὰρ καθόλου ἡ ἐπιστήμη, κἄντε γένη εἴη κἄντε εἴδη κἂν ἄλλως συμβεβηκότα. οἷόν ἐστι καὶ τὸ ἀγαθόν· ἐν πᾶσι γὰρ ἐνθεωρεῖται τοῖς οὖσιν, οὐχ ὡς γένος αὐτῶν ἀλλ’ ὥσπερ καὶ τὸ ὂν ὁμωνύμως αὐτοῖς ἐνυπάρχον κατὰ τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἐπιστῆσαι δὲ ἄξιον τοῖς ὑποδείγμασι, μήποτε, ὥσπερ κἀπὶ τῶν προτέρων ἐλέγομεν, οὐ τοὺς αὐτοὺς φυλάσσουσι μέσους.1 ἔχει δὲ οὕτως· τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, οὗ ἐπιστήμη ἐστί, τούτου ἐστὶ γένος. ἐν μὲν γὰρ τῇ ἐλάττονι προτάσει τὴν ἐπιστήμην ἐλάβομεν τὸν κατηγορούμενον ὅρον· ἐν δὲ τῇ μείζονι οὐκέτι τὸν αὐτὸν ἐφυλάξαμεν, λέγω τὴν ἐπιστήμην, ἀλλά φαμεν οὗ ἐπιστήμη ἐστίν. εἰ δὲ ἄλλο μέν τί ἐστι τὸ ἐπιστητόν, ἄλλο δὲ ἡ περὶ αὐτοῦ ἐπιστήμη, οὐκ ἄρα τὸν αὐτὸν ἐφυλάξαμεν μέσον· τοῦ μὲν γὰρ ἐλάττονος ὅρου τὴν ἐπιστήμην κατηγορήσαμεν, τῷ δὲ μείζονι οὐ τὴν ἐπιστήμην ἀλλὰ τὸ οὗ ἐστιν ἐπιστήμη ὑπετάξαμεν, τοῦτο δέ ἐστι τὸ ἐπιστητόν. ὁμοίως καὶ ἐπὶ πάντων τῶν παραπλησίων. καὶ εἰ τὸ ἐπιστητόν ἐστι τὸ ἀγαθόν, τουτέστιν ὁ ἐλάττων ὅρος, τὸ ἐπιστητὸν δὲ παρείληπται ὑποκείμενον τῷ μείζονι ὅρῳ, ὁ ἄρα ἐλάττων ὅρος ἐν τῇ μείζονι προτάσει ὑπόκειται τῷ μείζονι, ὅπερ ἐστὶν ἀδύνατον.2 φαμὲν οὖν πρὸς τὴν ἀπορίαν ἐκεῖνο, ὅτι εἰ οἱ κατηγορούμενοι ὅροι ἐπὶ πλέον εἶναι θέλουσι τῶν ὑποκειμένων χωρὶς τῶν ἀντιστρεφόντων, οἱ δὲ καθολικώτεροι περιέχουσιν ἐν ἑαυτοῖς τοὺς μερικωτέρους, ἀνάγκη δήπου πᾶσα ἐν τῷ πρώτῳ σχήματι ἐν τῷ μέσῳ μὲν ὅρῳ περιέχεσθαι τὸν ἐλάττονα, ἐν τῷ μείζονι δὲ ἀμφοτέρους· οἷον ὅταν εἴπω ‘ὁ ἄνθρωπος ζῷον’, ἐν τῷ ζῴῳ δῆλον ὅτι καὶ ὁ ἄνθρωπος ἐμπεριέχεται· καὶ ὅταν εἴπω ‘πᾶν ζῷον ἔμψυχον’, ἐν τῷ εἰπεῖν πᾶν ζῷον καὶ τὸν ἄνθρωπον δῆλον ὅτι ἐμπεριείληφα καὶ ἐν τῷ ἐμψύχῳ πᾶν ζῷον, ὥστε καὶ πάντα ἄνθρωπον. καὶ τοῦτό ἐστιν αἴτιον τοῦ συνάγεσθαι τὰ ἄκρα· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδέποτε ἂν συνάγειν ἐδυνάμεθα τὰ ἄκρα. ἐπεὶ οὖν τοῦτο οὕτως ἔχει, ὅταν εἴπω τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, εἶτα λάβω ‘πάντων ὧν ἐπιστήμη ἐστί’, δῆλον ὅτι ἐμπεριλαμβάνω καὶ τὸ ἀγαθόν· οὐ γὰρ αὐτὸ μόνον ἁπλῶς τὸ ἀγαθὸν ὅπερ τὸ ἐπιστητὸν ἦν, ἀλλὰ μετὰ τῶν ἄλλων πάντων ἅπερ ἐστὶν ἐπιστητά, ταὐτὸν δέ ἐστιν ὧν ἐστιν ἐπιστήμη. ὥστε εἰ μὲν αὐτὸν καθ’ αὑτὸν τὸν ἐλάττονα ὅρον ὑπετίθεμεν τῇ μείζονι ἐν τῷ λέγειν οὗ ἐπιστήμη ἐστί, τῷ ὄντι ἄτοπος ἦν ὁ λόγος. εἰ δὲ καθολικὸν λαβόντες τὸν ὑποκείμενον ὅρον τῇ μείζονι προτάσει συμπεριλαμβάνομεν καὶ τὸν ἐλάττονα ὡς περιεχόμενον ἐν αὐτῷ, οὐ μόνον οὐκ ἄτοπον ἀλλὰ καὶ ἀναγκαῖον τὸ γινόμενον. τὸ γὰρ ὑποκείμενον ἐμπεριέχεσθαι δεῖ τῷ κατηγορουμένῳ ἐν καταφάσει ἢ ἐν ἀποφάσει· ὅταν γὰρ εἴπω ‘οὐδεὶς ἄνθρωπος ἀθάνατος’, ἐν τοῖς μὴ ἀθανάτοις ἐμπεριέχεται καὶ ὁ ἄνθρωπος. ὅτι μὲν οὖν οὐ τὸν ἐλάττονα μέσον ποιοῦμεν, δῆλον γέγονεν. ὅτι δὲ οὐδὲ ἄλλον ἐξ ἄλλου λαμβάνομεν μέσον, φανερὸν ἐντεῦθεν· οὐδὲ γὰρ ἁπλῶς ἡ ἐπιστήμη μόνον μέσος ἐστὶν ὅρος, ὡς ἂν εἰ ἐλέγομεν ‘ἡ γεωμετρία ἐπιστήμη ἐστίν’, ἀλλὰ τὸ εἶναί τινος ἐπιστήμην· τοῦ ἀγαθοῦ γάρ, ἔφαμεν, ἐπιστήμη ἐστίν, τουτέστιν ἔστι περὶ τοῦ ἀγαθοῦ ἐπιστήμη. τὸ οὖν εἶναί τινος ἐπιστήμην τοῦτό ἐστιν ὁ κατηγορούμενος· τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ‘τὸ ἀγαθὸν ἐπιστητόν ἐστι’. τί γὰρ διαφέρει εἰπεῖν ‘τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν’ ἢ ὅτι τὸ ἀγαθὸν ἐπιστητόν ἐστι; διδάξει γοῦν μετ’ ὀλίγον ὅτι, ὅταν ἰσοδυναμῶσιν οἱ ὅροι, δεῖ τῶν ἰσοδυναμούντων τὸν σαφέστερον λεγόμενον ἀντιμεταλαμβάνειν. ὥστε εἰ 〈τῷ〉 ‘τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν’ ἴσον ἐστὶ τὸ λέγειν ‘τὸ ἀγαθὸν ἐπιστητόν ἐστιν’, ἐπὰν λέγωμεν ‘οὗ ἐπιστήμη ἐστίν’, οὐχ ἕτερον ἐξ ἑτέρου μέσον μεταλαμβάνομεν ἀλλὰ τὸν αὐτόν· τὸ γὰρ οὗ ἐπιστήμη ἐστί τὸ ἐπιστητόν ἐστιν· εἷς ἄρα καὶ ὁ αὐτὸς μέσος ἐν ἀμφοτέραις παρείληπται ταῖς προτάσεσιν.

「しかし、知識があるところのものについて、これが類であり、善について知識があるとすれば、結論は『善は類である』である。」 両前提が属格において結合されるとき、結論はあるときは属格において、あるときは主格において導き出されると述べて、いかに属格において導かれるかを示したのち、彼はいまや主格においても導かれることを次のように示している。「善について知識がある、知識があるところのものについて、これは類である、したがって善は類である」。ここで「類」は、より普遍的で、より多くのものを包含するものとして端的に取られるべきである。なぜなら知識は、それらが類であれ種であれ、あるいは他のあり方による付帯性であれ、普遍的なものについてのものだからである。善もまたそのようなものである。実際、善はすべての存在するもののうちに観察されるが、それらの類としてではなく、存在と同様に「一つのものに由来し、一つのものに関連する」という仕方にしたがって、それらに同名異義的に内在しているのである。しかし、先行する箇所についても我々が述べていたように、これらの実例が同一の中項を保っていないのではないかと、注意を向けるに値する。それは次のようなありさまである。「善について知識がある、知識があるところのものについて、これの類がある」。実際、小前提においては我々は「知識」を述語項として取ったが、大前提においてはもはや同じもの、すなわち「知識」を保たず、「知識があるところのもの」と我々は言っているからである。しかし、もし知られうるものと、それについての知識とが別のものであるなら、我々は同一の中項を保たなかったことになる。なぜなら、小項については「知識」を述語づけたが、大項には「知識」ではなく「知識があるところのもの」を従属させたからであり、これは知られうるもののことだからである。すべての類似の場合においても同様である。そして、もし知られうるものが善、すなわち小項であり、知られうるものが大項の主語として引き入れられているならば、小項が大前提において大項の主語となっていることになり、これは不可能である。そこで我々はこの難問に対して次のように答える。もし述語項たちが、換位可能なものを除いて、主語項たちよりも外延が広いことを意図しており、より普遍的なものたちがより個別的なものたちを自らのうちに包含しているならば、第一格において小項が中項のなかに包含され、両項が大項のなかに包含されることはまったく不可避である。例えば私が「人間は動物である」と言うとき、動物のうちに人間もまた含まれていることは明らかである。また私が「すべての動物は生命をもつ」と言うとき、「すべての動物」と言うことのうちに人間をも含めており、「生命をもつもの」のうちにすべての動物を、したがってすべての人間をも含めていることは明らかである。そしてこれが両端項が導き出される原因である。なぜなら、もしこれが成り立たないなら、我々は決して両端項を導き出すことができないからである。それゆえ、このことがこのようである以上、私が「善について知識がある」と言い、次いで「知識があるところのすべてのもの」と取るとき、私が善をも含めていることは明らかである。なぜなら、知られうるものであった善そのものだけを端的に[含めている]のではなく、知られうるものである他のすべてのものとともに[含めている]のであり、これらは「知識があるところのもの」と同一だからである。したがって、もし我々が「知識があるところのもの」と言うことによって小項そのものをそれ自体だけで大前提の主語として置いていたとするなら、その議論は真に不合理であっただろう。しかし、大前提の主語項を普遍的なものとして取ることによって、そのうちに包含されているものとして小項をも一緒に含めているのだとすれば、生じている事態は不合理でないばかりか、必然的でさえある。なぜなら主語は肯定においてであれ否定においてであれ、述語に包含されていなければならないからである。実際、私が「いかなる人間も不死ではない」と言うとき、不死でないもののうちに人間もまた含まれているのである。それゆえ、我々が小項を中項にしているのではないということは明らかになった。また、我々がある中項の代わりに別の中項を取っているのではないことも、ここから明白である。なぜなら、あたかも我々が「幾何学は知識である」と言う場合のように、端的に「知識」だけが中項なのではなく、「あるものについて知識があること」が中項だからである。実際、我々が述べたように「善について知識がある」のであり、すなわち善について知識が存在するということである。それゆえ、「あるものについて知識があること」、これが述語なのである。そしてこれは「善は知られうるものである」と言うことに他ならない。なぜなら、「善について知識がある」と言うことと「善は知られうるものである」ということとの間に何の違いがあろうか。ともあれ彼は少しのちに、項たちが同等な意味をもつときには、同等な意味をもつもののうち、より明瞭に語られている表現を置き換えて取らねばならないと教えるであろう。したがって、もし「善について知識がある」ということと「善は知られうるものである」と言うこととが同等であるならば、我々が「知識があるところのものについて」と言うとき、我々はある中項の代わりに別の中項を置き換えて取っているのではなく、同一のものを取っているのである。なぜなら「知識があるところのもの」とは知られうるものだからである。したがって、同一の単一の中項が両前提において引き入れられているのである。

構文注2 件
  1. 4.34ἐπιστῆσαι δὲ ἄξιον τοῖς ὑποδείγμασι, μήποτε, ὥσπερ κἀπὶ τῶν προτέρων ἐλέγομεν, οὐ τοὺς αὐτοὺς φυλάσσουσι μέσους.

    μήποτε は懸念・疑念(「〜ではないか」)を表す副文を導いている。続く動詞 φυλάσσουσι は接続法ではなく直説法現在であり、現実に生じている疑わしい事態を事実として吟味の俎上に載せる構文となっている(否定辞に μή ではなく οὐ が用いられているのも直説法であることを反映している)。

  2. 4.34καὶ εἰ τὸ ἐπιστητόν ἐστι τὸ ἀγαθόν, τουτέστιν ὁ ἐλάττων ὅρος, τὸ ἐπιστητὸν δὲ παρείληπται ὑποκείμενον τῷ μείζονι ὅρῳ, ὁ ἄρα ἐλάττων ὅρος ἐν τῇ μείζονι προτάσει ὑπόκειται τῷ μείζονι, ὅπερ ἐστὶν ἀδύνατον.

    条件文の骨格は εἰ... δέ... ἄρα...(「もし〜であり、かつ〜であるならば、したがって〜である」)という推論の連鎖。前半の二つの前提節(τὸ ἐπιστητόν ἐστι τὸ ἀγαθόν と τὸ ἐπιστητὸν δὲ παρείληπται...)を受けて、帰結節 ὁ ἄρα ἐλάττων ὅρος... が導かれ、関係代名詞節 ὅπερ ἐστὶν ἀδύνατον(「これは不可能である」)がその帰結全体を先行詞として受けて不合理性を明示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:338.11-339.33