← ヨハネス・ピロポノス

アリストテレス『分析論前書』注解

§320.14-321.20

必然的帰結と真の推論の区別

アリストテレスが『分析論前書』47a22で述べる、前提から必然的な帰結が生じるにもかかわらず真の推論ではない論証について、推論の定義における「これらがあることによって」の条件および暗黙の全称前提の補完の観点から注解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.7#1

" Ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν1 ἐκ τῶν κειμένων." Ζητήσειε δ’ ἄν τις καί, εἰ ἐκ τῶν κειμένων ἀναγκαῖόν τι συμβαίνει, πῶς φησιν ὅτι δοκοῦσι συλλογίζεσθαι καὶ λανθάνουσιν ὡς συλλογιζόμενοι, οὐ συλλογίζονται δέ· καὶ μὴν αὐτὸς ὁριζόμενος τὸν συλλογισμὸν ἔλεγεν ὅτι “συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”. εἰ οὖν ὁ συλλογισμὸς διὰ τὸ τὰ κείμενα εἶναι ἀναγκαῖόν τι συνάγει, πῶς ἐνταῦθά φησιν ὅτι ἀναγκαῖον μέν τι συμβαίνει ἐκ τῶν κειμένων, οὐ μὴν συλλογιστικῶς· λανθάνουσι γάρ, φησί, καὶ δοκοῦσι συλλογίζεσθαι, δηλονότι μὴ συλλογιζόμενοι. λέγω οὖν ὅτι διὰ τοῦτο οὐκ ἠρκέσθη ἐν τῷ ὁρισμῷ τῷ εἰπεῖν “ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”, ἀλλ’ ἑρμηνεύεται αὐτῷ τί σημαίνει τὸ “τῷ ταῦτα εἶναι”· ἐπήγαγε γὰρ “λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, τὸ δὲ διὰ ταῦτα συμβαίνειν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον”. ἐνταῦθα οὖν ἐνδεῖ ὅπου μὲν ὅρος ὅπου δὲ πρότασις. διὰ τοῦτο δὲ ὅλως, φησίν, ἐν τούτοις συμβαίνει τὸ ἀναγκαῖον, ὅτι ἐπὶ πλέον ἐστὶ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ· εἴ τι μὲν γὰρ συλλογισμός, τοῦτο καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον, τοῦτο καὶ συλλογισμός. ἀμέλει ἐν ταῖς ἀσυλλογίστοις συζυγίαις ἐδείκνυμεν πολλάκις ἀναγκαῖόν τι συμβαῖνον, ὅπερ συνέβαινεν οὐ διὰ τὸ συλλογιστικῶς συμπλακῆναι τὰς προτάσεις ἀλλὰ διὰ τὸ τὴν ὕλην τὴν παραληφθεῖσαν τὸ ἀναγκαῖον ἔχειν, λέγω δὴ διὰ τὸ τὴν καθόλου πρότασιν ἀληθῆ εἶναι τὴν λέγουσαν ὅτι παντὸς οὑτινοσοῦν πάντα τὰ μόρια ἂν ἀναιρεθῇ, συναναιρεῖται τούτοις καὶ ἡ οὐσία. καὶ ὅπως τοῦτο συμβαίνει, ἔφθημεν εἰπόντες. ὅτι γὰρ διά τινα καθόλου πρότασιν παραλελειμμένην ἕπεται τὸ ἀναγκαῖον ἐν τοῖς τοιούτοις, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ, καὶ οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν, δῆλον ἐκ τῶν ὑποδειγμάτων·2 τίθησι γοῦν πλείονας τοὺς τοιούτους λόγους. οἷον εἰ τῷ Α τὸ Β ἴσον, καὶ τῷ Γ τὸ Β ἴσον, καὶ τὸ Α ἄρα τῷ Γ ἴσον· ἐνταῦθα γὰρ ἀληθὲς μὲν τὸ συμπέρασμα καὶ τοῖς κειμένοις ἠκολούθησεν, ἀλλ’ οὐ συλλογιστικῶς. ὅτι γὰρ οὐ συλλογιστικῶς, δῆλον ἐξ ὧν ἀμφότεραι τε αἱ προτάσεις εἰσὶ μερικαὶ3 〈καὶ〉 ἐν δευτέρῳ σχήματι καταφατικαί· οὕτω δὲ ἐχουσῶν τῶν προτάσεων συλλογισμὸς οὐκ ἐγίνετο. πόθεν οὖν τὸ ἀναγκαῖον συνῆκται; φημὶ ὅτι ἀπό τινος καθόλου προτάσεως παραλελειμμένης τῆς λεγούσης ‘πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα’, ὥστε γίνεσθαι ἐκ συλλογισμοῦ τὸ ἀναγκαῖον τοῦτον τὸν τρόπον· τὸ Α καὶ τὸ Γ τῷ Β ἐστὶν ἴσα· πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· τὸ Α ἄρα καὶ τὸ Γ ἀλλήλοις ἐστὶν ἴσα.

「ある人々は、設定された諸事柄から必然的な何事かが帰結することによって、気付かれずに推論していると思わせる。」 人は次のように問いを立てるかもしれない。すなわち、もし設定された諸事柄から必然的な何事かが帰結するなら、推論していると[他者に]思わせ、推論していると見せかけて気付かれずにいるが、実際には推論していない、と彼はいかにして言っているのか、と。しかも彼自身、推論を定義して「推論とは、ある事柄が置かれることによって、設定された事柄とは異なる或るものが、これら[置かれた事柄]があることによって必然的に帰結する議論である」と述べていたのである。それゆえ、もし推論が設定された事柄があることによって必然的な何事かを導き出すのであるなら、必然的な何事かは確かに設定された諸事柄から帰結するが、しかし推論的に[帰結するの]ではない、と彼はいかにしてここで言っているのか。実際、彼らは気付かれずにいて、推論していると思わせているが、明らかに推論していないのだ、と彼は言う。そこで私は次のように言う。まさにこの理由から、彼は定義において「設定された事柄とは異なる或るものが、これら[置かれた事柄]があることによって必然的に帰結する」と述べただけでは満足せず、むしろ彼自身によって「これらがあることによって」が何を意味するかが解釈されているのである。なぜなら彼は「そして『これらがあることによって』とは、これらによって帰結することを言い、『これらによって帰結する』とは、必然的なものが生じるために外部のいかなる項も付加的に必要としないことを言う」と付け加えたからである。それゆえここ[47a22で扱われる事例]では、ある場合には項が、別の場合には前提が欠けているのである。そして全体として、これら[の議論]において必然的なものが帰結するのは、必然的なものは推論よりも適用範囲が広いからである、と彼は言う。なぜなら、何かが推論であるなら、これは必然的でもあるが、何かが必然的であるからといって、これが推論でもあるわけではないからである。現に、推論不成立の対結合において、しばしば必然的な何事かが帰結することを我々は示していたが、それは前提が推論的に結合されたことによるのではなく、採られた質料が必然性を持っていたことによるのであった。私が言っているのは、すなわち「何であれすべてのものについて、もしすべての部分が除かれるなら、これらとともに実体もともに除かれる」と述べる全称前提が真であることによる[帰結]である。そしてどのようにしてこれが帰結するかについては、我々はすでに述べておいた。なぜなら、このような議論において必然的なものが伴うのは、アレクサンドロスも考えているように、省略された或る全称前提によるのであって、論証の進め方が推論的であることによるのではないということは、実例から明白であるからである。少なくとも彼はこのような議論をいくつか提示している。例えば、もしΑにΒが等しく、ΓにもΒが等しいなら、したがってΑもまたΓに等しい。なぜならここでは、結論は真であり、設定された事柄に従ったが、推論的ではなかったからである。というのも、推論的ではなかったことは、両方の前提がともに特称であり、かつ第二格において肯定であることから明白である。そして前提がこのような状態にあるときには、推論は成立しなかったのである。では、必然的なものはどこから導き出されたのか。私は、省略された「同じものに等しいものはすべて互いにも等しい」と述べる或る全称前提から導き出されたのであり、その結果、推論から必然的なものが次のような仕方で生じるのだ、と言う。すなわち、「ΑとΓはΒに等しい。同じものに等しいものはすべて互いにも等しい。したがってΑとΓは互いに等しい」と。

構文注3 件
  1. 4.7λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν

    λανθάνουσι は通常分詞を伴って「気付かれずに…する」の意をなすが、ここでは καὶ δοκοῦσι συλλογίζεσθαι と接続され、後続の注解文で λανθάνουσιν ὡς συλλογιζόμενοι, οὐ συλλογίζονται δέ(推論していると見せかけて気付かれずにいるが、実際には推論していない)と言い換えられているように、他者の目を欺いて(欺瞞的に)推論しているかの外見を装うことを表す。

  2. 4.7ὅτι γὰρ διά τινα καθόλου πρότασιν παραλελειμμένην ἕπεται τὸ ἀναγκαῖον ἐν τοῖς τοιούτοις, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ, καὶ οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν, δῆλον ἐκ τῶν ὑποδειγμάτων

    全体の主節構造は δῆλον [ἐστιν] ἐκ τῶν ὑποδειγμάτων(実例から明白である)であり、冒頭の ὅτι 節全体(ὅτι διά τινα... τὴν ἀγωγήν)が δῆλον の意味上の主語となっている。ὅτι 節内では、διά τινα καθόλου πρότασιν παραλελειμμένην と οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν が対比され、その間に ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ が挿入されている長大な構文である。

  3. 4.7ἐξ ὧν ἀμφότεραι τε αἱ προτάσεις εἰσὶ μερικαὶ

    ἐξ ὧν は関係代名詞 ὧν が事柄全体(ἐκ τούτων ὅτι...)を先行詞なしで包括的に受ける慣用句的表現で、「…という事実から(明らかである)」という根拠・証拠を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:320.14-321.20