← ヨハネス・ピロポノス

アリストテレス『分析論前書』注解

§290.1-290.31

三つの項と二つの前提による推論成立の証明

アリストテレスが『分析論前書』44b6–11において、あらゆる推論が三つの項と二つの前提、および三つの格を通じてのみ成立することを示したのを受け、ピロポノスはその証明の骨子と各格における中項・両端項の同定を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.39

" Δῆλον δὲ καὶ ὅτι διὰ τῶν τριῶν ὅρων καὶ τῶν δύο προτάσεων ἡ σκέψις καὶ διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοὶ πάντες." Βούλεται ὁ φιλόσοφος καὶ διὰ τῶν δεδειγμένων ἐν τῷ τμήματι τούτῳ, λέγω δὴ τῷ περὶ τῆς εὐπορίας τῶν προτάσεων, δεῖξαι ὅτι πᾶσα ἀνάγκη πάντα συλλογισμὸν διὰ μόνων τριῶν ὅρων γίνεσθαι καὶ διὰ τῶν προειρημένων τριῶν σχημάτων καὶ ἄλλως ἀδύνατον. εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς ἕπονται ἐκλογή,1 ἔτι τε καὶ τῶν ἀλλοτρίων αὐτῶν, καὶ ἐπὶ ἑκάστου τῶν προβλημάτων ἔδει τούτων τι ταὐτὸν εὑρεθῆναι, οἷον ἐπὶ μὲν τοῦ καθόλου καταφατικοῦ τὰ οἷς ἕπεται ὁ κατηγορούμενος καὶ τὰ τῷ ὑποκειμένῳ ἑπόμενα, καὶ ἐπὶ τῶν ἄλλων ὡς δέδεικται, ἐχόντων ἡμῶν δύο μὲν ὅρους τοὺς περὶ ὧν ὁ λόγος, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, λαμβανόντων δὲ καὶ ἕτερόν τινα, ὃς ἦν τῷ μὲν κατηγορουμένῳ ὑποκείμενος τοῦ δὲ ὑποκειμένου κατηγορούμενος, τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίνεσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων ὁμοίως. οὕτω μὲν οὖν τρεῖς μόνοι οἱ εἰς τὸν συλλογισμὸν παραλαμβανόμενοι ὅροι. ὅτι δὲ καὶ τρία μόνα τὰ σχήματα, καὶ διὰ τῶν ἐνταῦθα πάλιν δεικνυμένων φανερόν· ἐδείκνυτο γὰρ τὸ μὲν καθόλου καταφατικὸν διὰ τοῦ πρώτου σχήματος, τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου καὶ διὰ τοῦ δευτέρου, τὸ δὲ μερικὸν καταφατικὸν διὰ τοῦ τρίτου καὶ διὰ τοῦ πρώτου, τὸ δὲ μερικὸν ἀποφατικὸν διὰ τοῦ τρίτου σχήματος καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ πρώτου. ταῦτα μέν ἐστι τὰ διὰ τούτων τῷ Ἀριστοτέλει δεικνύμενα. σαφῆ δὲ καὶ τὰ τῆς λέξεως.

「探究が三つの項と二つの前提を通じたものであり、すべての推論が前述の格を通じたものであることもまた明らかである。」 哲学者[アリストテレス]は、この区分、すなわち前提の確保について[論じた箇所]で示されたことによっても、あらゆる推論が三つの項のみを通じて、また前述の三つの格を通じて生じることは全く必然であり、それ以外のあり方は不可能であることを示そうと欲している。なぜなら、諸項に追従するものとそれらが追従するもの、さらにはそれらに無縁なものの選定が適切になされており、各問題においてこれらのうちの何らかの同一のものが発見される必要があったとすれば――たとえば全称肯定[問題]においては述語づけられるものが追従するものと主語となるものに追従するものが[同一でなければならず]、他の[問題]においても示された通りであるとすれば――、論述の対象である二つの項、すなわち主語と述語をわれわれが持ち、また一方の述語づけられるものにとっては主語となり、他方の主語となるものにとっては述語づけられるような別の或る[項]をも取り上げる以上、諸項は三つにしかならないことが必然だからである。同じことが他の諸問題についても同様に成り立つ。したがってこのようにして、推論に取り入れられる項は三つだけなのである。また、格が三つだけであることも、ここで示されていることによって再び明白である。実際、全称肯定は第一格を通じて示され、全称否定は第一格と第二格を通じて、特称肯定は第三格と第一格を通じて、特称否定は第三格と第二格と第一格を通じて示されていたからである。これらが、これら[の言述]を通じてアリストテレスによって示されることである。そして語句の表現も明瞭である。

§3.40

"Δείκνυται γὰρ ὑπάρχειν μὲν παντὶ τῷ Ε τὸ Α, ὅταν τῶν Γ καὶ Ζ ταὐτόν τι ληφθῇ. τοῦτο δὲ ἔσται τὸ μέσον." Τοῦτο ποῖον; δῆλον ὅτι τὸ Γ καὶ τὸ Ζ· ταὐτὸν γὰρ ταῦτα. μέσον δέ φησι, τουτέστι μέσος ὅρος. διὸ ἐπάγει ἄκρα δὲ τὸ Α καὶ τὸ Ε,2 τουτέστιν ἄκροι ὅροι, ὅ τε μείζων καὶ ὁ ἔσχατος.

「なぜなら、ΓとΖのうちの何らかの同一のものが取り上げられるとき、ΑがすべてのΕに内在することが示されるからである。そしてこれが中項となるであろう。」 これとはどのようなものか。明らかにΓとΖのことである。これらは同一だからである。そして彼は中間、すなわち中項と言っている。それゆえ彼は「両端項はΑとΕである」、すなわち外極項、大項と小項である、と言い添える。

§3.41

"Τοῦτο δὲ ἔσται τὸ ἔσχατον σχῆμα· μέσον δὲ τὸ Η." Ἐπειδὴ τὸ Γ καὶ τὸ Η ταὐτόν, τοῦτο δέ ἐστι μέσον, δῆλον ὅτι οὐδὲν διαφέρει τὸ Γ εἰπεῖν ἢ τὸ Η μέσον· ταὐτὸν γὰρ ἄμφω.

「そしてこれが最後の格となるであろう。そして中項はΗである。」 ΓとΗは同一であり、これが中項である以上、中項をΓと言うかΗと言うかに何の相違もないことは明らかである。両者は同一だからである。

構文注2 件
  1. 3.39εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς ἕπονται ἐκλογή

    この長大な条件文の骨格は、εἰ γὰρ καλῶς εἴληπται... καὶ ἐπὶ ἑκάστου... ἔδει...(条件節)に対し、絶対属格句 ἐχόντων ἡμῶν δύο μὲν ὅρους... λαμβανόντων δὲ καὶ ἕτερόν τινα...(「われわれが二つの項を持ち、また別の項を取り上げる以上」)が理由・状況を付加し、帰結節 τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίνεσθαι(「項は三つにしかならないことが必然である」)へと連なる構造をなしている。

  2. 3.40διὸ ἐπάγει ἄκρα δὲ τὸ Α καὶ τὸ Ε

    ἐπάγει の目的語としてアリストテレスの原文の句 ἄκρα δὲ τὸ Α καὶ τὸ Ε(44b9–10)がそのまま直接話法的に引用されている。文脈上、注釈者が補足して述べているのではなく、先行文に続いてアリストテレス自身が付け加える語句を引用符なしに導入している構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:290.1-290.31