- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:242.5-243.21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ピロポノスは、仮言推論における前提が定言推論を通じて証明されることで三つの格へと還元される仕組みをプラトンの論証を例に完結させ、次いで逍遙学派とストア派における仮言推論の構成要素の術語対比と、「全体を通じて仮言的な推論」の定義および例を提示する。
πόθεν ὅτι τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων;1 λοιπὸν εἰς ὡμολογημένον καταντᾷ καὶ οὕτω κατηγορικῶς τὴν ὑπόθεσιν εἰσάγει. τὸ γὰρ ζῶν καὶ τὸ τεθνηκὸς ἐναντία, τὰ ἐναντία ἐξ ἀλλήλων· καὶ τὸ ζῶν ἄρα καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων. ὅτι γὰρ τὰ ἐναντία ἐξ ἀλλήλων, πρόδηλον· ἐκ γὰρ λευκοῦ μέλαν γίνεται καὶ ἐκ θερμοῦ ψυχρόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐπειδὴ οὖν ἀνάγκη τὴν λαμβανομένην ὑπόθεσιν ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς διὰ κατηγορικοῦ συλλογισμοῦ δείκνυσθαι, πᾶς δὲ κατηγορικὸς συλλογισμὸς ὑφ’ ἓν πίπτει τῶν τριῶν σχημάτων, εἰκότως ἄρα, φησί, καὶ τοὺς ὑποθετικοὺς συλλογισμοὺς ὑπὸ τὰ αὐτὰ ἀνάγεσθαι σχήματα. Ἐπειδὴ δὲ ὁ μὲν Ἀριστοτέλης τοσοῦτον εἰπὼν περὶ τῶν ὑποθετικῶν ἐπαύσατο καὶ οὐδὲν ἡμᾶς περὶ αὐτῶν ἐδίδαξεν, ἀλλὰ τὴν πᾶσαν σπουδὴν περὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ ἐποιήσατο, ἅτε δὴ τούτων μὲν τελείων ὄντων καὶ μηδενὸς ἔξωθεν δεομένων, τῶν δὲ ὑποθετικῶν δεομένων τῶν κατηγορικῶν, εἴπωμεν ἡμεῖς βραχέα περὶ αὐτῶν. ἰστέον γὰρ ὅτι πολυστίχους πραγματείας περὶ τούτων κατεβάλλοντο οἵ τε μαθηταὶ τοῦ Ἀριστοτέλους, οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ τοὺς ἄλλους, καὶ ἔτι οἱ Στωικοί. εἴπωμεν οὖν τίσιν ὀνόμασιν ἐχρήσαντο ἔν τε τοῖς μέρεσιν αὐτῶν καὶ τοῖς ὅλοις οἱ Περιπατητικοὶ καὶ οἱ Στωικοί, καὶ ἔτι τὴν διαίρεσιν αὐτῶν, καὶ πόσοι τρόποι ἐκ ταύτης ἡμῖν ὑποθετικῶν συλλογισμῶν ἀναφαίνονται. Ἰστέον οὖν ὅτι ἐφεξῆς τούτων ὄντων ἀλλήλοις, πραγμάτων, νοημάτων, φωνῶν, πάλιν δ’ αὖ καὶ τούτων ἐφεξῆς ὄντων ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, ὡς γνωσόμεθα, τοῦ ἡγουμένου, τοῦ ἑπομένου, τοῦ συνημμένου, τῆς προσλήψεως, τοῦ συμπεράσματος, οἱ μὲν Περιπατητικοὶ2 τῇ κοινῇ συνηθείᾳ κεχρημένοι τὰ μὲν πράγματα αὐτὸ τοῦτο πράγματα ὠνόμασαν, καὶ τὰ νοήματα ὡσαύτως, ὁμοίως δὲ καὶ τὰς φωνάς, ἔτι τε τὸ ἡγούμενον ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς αὐτὸ τοῦτο ἡγούμενον, καὶ τὸ ἑπόμενον ὡσαύτως. οἷον τὸ ‘εἰ ἡμέρα ἐστί’, τοῦτο ἡγούμενον· τὸ δὲ ‘ἥλιος ὑπὲρ γῆν’, τοῦτο ἑπόμενον· ἕπεται γὰρ τῷ πρώτῳ τὸ δεύτερον. τὸ δὲ ὅλον τοῦτο τὸ ‘εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστι’, τοῦτο συνημμένον διὰ τὸ συνῆφθαι ταῦτα ἀλλήλοις. τὸ δὲ ‘ἀλλὰ μὴν ἡμέρα ἐστί’, τοῦτο οἱ Περιπατητικοὶ μετάληψιν καλοῦσι διὰ τὸ μεταλαμβάνεσθαι ἐκ δευτέρου· ἤδη γὰρ ἐλήφθη ἐν τῷ ἡγουμένῳ. τὸ δὲ ‘ἥλιος ἄρα ὑπὲρ γῆν’, τοῦτο συμπέρασμα. οὕτω μὲν οἱ Περιπατητικοί. οἱ δὲ Στωικοὶ καινοτέραν βαδίζοντες τὰ μὲν πράγματα τυγχάνοντα ὠνόμασαν, διότι τῶν πραγμάτων τυχεῖν βουλόμεθα, τὰ δὲ νοήματα ἐκφορικά, διότι ἅπερ ἐν αὑτοῖς νοοῦμεν, ταῦτα εἰς τὸ ἔξω προφέρομεν, τὰς δὲ φωνὰς λεκτά. τὸ δὲ ἡγούμενον καὶ αὐτοὶ ἡγούμενον ἐκάλεσαν (κατὰ γὰρ τοῦτο μόνον συμφωνοῦσι τοῖς Περιπατητικοῖς), τὸ δὲ ἑπόμενον λῆγον, τὸ δὲ συνημμένον τροπικόν, διότι τρεπόμεθα ἐκ τοῦ ἡγουμένου εἰς τὸ ἑπόμενον, 〈οἷον〉 εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστι. τὴν μετάληψιν πρόσληψιν (καὶ ἔμεινε τοῦτο ἐν τῇ συνηθείᾳ), τὸ δὲ συμπέρασμα ἐπιφοράν, διότι τοῖς ἄλλοις πᾶσιν ἐπιφέρεται. ταῦτα μὲν οὖν τὰ ὀνόματα οἷς κέχρηνται οἱ Περιπατητικοὶ καὶ οἱ Στωικοί. Λάβωμεν δὲ λοιπὸν ἐκ διαιρέσεως τὰ εἴδη τῶν ὑποθετικῶν συλλογισμῶν. καθόλου πᾶς συλλογισμὸς ἢ τὸ ἔστιν3 ἢ τὸ οὐκ ἔστι δείκνυσιν, ἢ τίνος ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν, ἢ τίνος μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν. οἱ μὲν οὖν τίνος ὄντος ἢ μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστι δεικνύντες, οὗτοι καλοῦνται διὰ τριῶν καὶ δι’ ὅλων ὑποθετικοί, δι’ ὅλων μέν, ὅτι πᾶσαι αἱ παραλαμβανόμεναι προτάσεις ὑποθετικαί, διὰ τριῶν δέ, ὅτι τοὐλάχιστον οὗτοι οἱ συλλογισμοὶ διὰ τριῶν ὑποθέσεων περαίνονται. οἷον βούλομαι δεῖξαι ὅτι τῇ ὑποθέσει τῇ λεγούσῃ ἀγαθὸν εἶναι τὸν θεὸν ἀκολουθεῖ τὸ ἀίδιον εἶναι τὸ πᾶν. ἐπειδὴ οὖν δύο ταύτας ὑποθέσεις βούλομαι δεῖξαι ἑπομένας ἀλλήλαις, πᾶσα ἀνάγκη δι’ ἑτέρου τοῦτο κατασκευάσαι· ἐπεὶ εἰ αὐτόθεν τοῦτο λάβωμεν, τὸ ἐν ἀρχῇ πάλιν αἰτησόμεθα.
生きているものと死んでいるものが互いから生じるということは、どこから[言えるのか]。最後に彼は合意された事柄へと到達し、このようにして定言的にその仮定を導入する。なぜなら、生きているものと死んでいるものは反対のものであり、反対のものは互いから生じるからである。ゆえに、生きているものと死んでいるものもまた互いから生じる。なぜなら、反対のものが互いから生じるということは極めて明白だからである。すなわち、白から黒が生じ、温から冷が生じ、他のものについても同様である。それゆえ、仮言推論において取られる仮定が定言推論を通じて証明されることが必然であり、すべての定言推論は三つの格の一つに帰着する以上、彼[アリストテレス]が言うように、仮言推論もまた同一の諸格へと還元されることはもっともである。 しかしアリストテレスは仮言推論についてこれだけを述べて筆を措き、それらについて私たちに何ら教えず、すべての熱意を定言推論に向けたのであり――これらは完全であって外部の何ものも必要としないのに対し、仮言推論は定言推論を必要とするからである――、私たちはそれらについて短く述べることにしよう。というのも、アリストテレスの弟子たち、すなわちテオプラストスやエウデモスとその仲間たち、そしてさらにストア派の人びとも、これらに関して多くの行を費やした著作を著したことを知るべきだからである。そこで、逍遙学派とストア派がそれらの部分においても全体においてもいかなる名称を用いたのか、さらにそれらの分割を、そしてこの分割から私たちにとって仮言推論のいかに多くの様式が現れ出るかを述べることにしよう。 そこで知るべきであるのは、事柄、思惟、音声が互いに順序をなしており、さらにまた仮言推論においても、これから知ることになるように、前件、後件、結合命題、追加前提、結論が同様に順序をなしているなかで、逍遙学派は日常の習慣を用いて、事柄をまさにこれそのものの「事柄」と名づけ、思惟を同様に、また同じく音声をも[「音声」と名づけ]、さらに仮言推論における前件をまさにこれそのものの「前件」と、また後件を同様に名づけたということである。たとえば「もし昼であるならば」というこれ[の命題]は前件であり、「太陽は地の上にある」というこれ[の命題]は後件である。なぜなら、第一のものに第二のものが後続するからである。そしてこの全体、すなわち「もし昼であるならば、太陽は地の上にある」というこれ[の命題]は、これらが互いに結合されているがゆえに結合命題である。そして「しかるに昼である」というこれを、逍遙学派は第二のものとして引き継がれるがゆえに「転換」と呼ぶ。なぜなら、それは前件においてすでに取られていたからである。そして「ゆえに太陽は地の上にある」というこれ[の命題]は結論である。逍遙学派はこのように[呼ぶ]。 しかしストア派はより新しい道を歩み、事柄を「当たるもの」と名づけた。なぜなら私たちは事柄に当たる[遭遇する]ことを欲するからである。また思惟を「表出的なもの」と名づけた。なぜなら私たちが自らの内に思考するまさにそのものを、私たちは外部へと表明するからである。そして音声を「言表可能体」と名づけた。そして前件を彼ら自身も「前件」と呼んだ(なぜならこの点においてのみ彼らは逍遙学派と合意しているからである)。後件を「終端」、結合命題を「転換命題」と呼んだ。なぜなら私たちは前件から後件へと転じるからである。〈たとえば〉「もし昼であるならば、太陽は地の上にある」。転換を「追加前提」と呼び(そしてこれが日常の習慣において定着した)、結論を「帰結提示」と呼んだ。なぜなら他のすべてのものの上に付け加えられるからである。これらが、逍遙学派とストア派が用いた諸名称である。 そこで次に、分割から仮言推論の諸種を取ることにしよう。全般的にすべての推論は、「ある」ということ、あるいは「ない」ということを示すか、あるいは何が存在するときに何が存在するかもしくは存在しないか、何が存在しないときに何が存在するかもしくは存在しないかを示すかのいずれかである。そこで、何が存在するとき、あるいは存在しないときに何が存在するか、あるいは存在しないかを示す諸推論、これらは「三つを通じる推論」かつ「全体を通じて仮言的な推論」と呼ばれる。一方では「全体を通じて」と呼ばれるのは、引き入れられるすべての前提が仮言的であるからであり、他方では「三つを通じる」と呼ばれるのは、少なくともこれらの推論が三つの仮定を通じて終結するからである。たとえば私は、「神は善である」と語る仮定に「万有は永遠である」ということが従う、ということを示そうと欲するとする。そこで、これら二つの仮定が互いに従い合っていることを示そうと欲する以上、他のものを通じてこれを確立することがまったく必然である。さもなければ、もし私たちが端からこれを取るとすれば、私たちは初めの[論点]を再び要求することになるからである。
- 2.197πόθεν ὅτι τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων;
πόθεν の後に δῆλόν ἐστιν または γινώσκεται などの述語動詞が省略された簡潔な疑問文構文である。ὅτι 節はその内容を示している。
- 2.197ἐφεξῆς τούτων ὄντων ἀλλήλοις, πραγμάτων, νοημάτων, φωνῶν, πάλιν δ’ αὖ καὶ τούτων ἐφεξῆς ὄντων ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, ὡς γνωσόμεθα, τοῦ ἡγουμένου, τοῦ ἑπομένου, τοῦ συνημμένου, τῆς προσλήψεως, τοῦ συμπεράσματος, οἱ μὲν Περιπατητικοὶ
二つの独立属格句(τούτων ὄντων... および πάλιν δ’ αὖ καὶ τούτων ἐφεξῆς ὄντων...)が並列され、それぞれの代名詞 τούτων の同格として三つ組(事柄・思惟・音声)および五つ組(前件・後件・結合命題・追加前提・結論)の属格名詞が列挙されている。文全体の主節は οἱ μὲν Περιπατητικοὶ から始まる。
- 2.197καθόλου πᾶς συλλογισμὸς ἢ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστι δείκνυσιν, ἢ τίνος ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν, ἢ τίνος μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν.
主動詞 δείκνυσιν の目的語として、定言的結論を表す中性定冠詞付きの直接言明(τὸ ἔστιν ἢ τὸ οὐκ ἔστι)と、二つの間接疑問節構造(τίνος ὄντος τί ἔστιν... / τίνος μὴ ὄντος...)が ἤ... ἤ... ἤ... によって対立的に配置されている。間接疑問節内の τίνος ὄντος は独立属格条件句を形成している。
