← ヨハネス・ピロポノス

アリストテレス『分析論前書』注解

§160.6-161.11

可能命題の換位の難問の解決と非推論性

フィロポノスは、アレクサンドロスによる可能命題の換位に関する難問の解決(事柄と様態の否定の区別、および特称から全称への移し替えが不可能な理由)を詳述し、続いてアリストテレス本文に基づき中項が第一項の外延を超過する場合の非推論性を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.69#2

τῶν ἀποφάσεων, φησίν, αἱ μὲν τὸν τρόπον ἀναιροῦσιν, αἱ δὲ τὸ πρᾶγμα· ἡ μὲν γὰρ λέγουσα ‘οὐκ ἀνάγκη περιπατεῖν’ τὸ μὲν πρᾶγμα οὐκ ἀνεῖλε, λέγω δὴ τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἀνεῖλε, λέγω τὸ ἀνάγκη· ἡ δὲ λέγουσα ‘ἀνάγκη μὴ περιπατεῖν’, ἥτις τῷ μὲν σχήματί ἐστι κατάφασις τῇ δὲ δυνάμει ἀπόφασις, τὸ μὲν πρᾶγμα ἀνεῖλε, τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἐφύλαξε· καὶ ἐπὶ πασῶν τῶν ἄλλων ὁμοίως. αἱ δὲ τοῦ ἐνδεχομένου ἀποφάσεις αἱ ἐνταῦθα παραλαμβανόμεναι, αἵτινες τῷ σχήματί εἰσι καταφάσεις, οὔτε τὸ πρᾶγμα οὔτε τὸν τρόπον ἀναιροῦσιν· ἡ γὰρ λέγουσα ‘ἐνδέχεται μηδένα ἄνθρωπον περιπατεῖν’ οὔτε τὸν τρόπον ἀναιρεῖ (ἀκέραιος γάρ ἐστιν) οὔτε τὸ πρᾶγμα. εἰ τοίνυν μήτε τὸν τρόπον ἀναιροῦσι μήτε τὸ πρᾶγμα, δῆλον ὅτι ταῖς καταφάσεσιν ἰσοδυναμοῦσι. διὰ τοῦτο οὖν τὰς ἀποφατικὰς εἰς καταφατικὰς μεταλαμβάνει ὥσπερ ἀπὸ ἀσαφεστέρων καταφάσεων εἰς σαφεστέρας ποιούμενος τὴν μετάληψιν. ἴσως δ’ ἄν τις κἀκεῖνο ἀπορήσειε, διὰ τί μὴ καὶ τὰς μερικὰς μεταλαμβάνει εἰς τὰς καθόλου καὶ ποιεῖ καὶ τὰς ἐν ταῖς μερικαῖς ἀσυλλογίστους συλλογιστικάς, εἴπερ πᾶσαι πρὸς ἑαυτὰς αἱ τοῦ ἐνδεχομένου προτάσεις ἀντιστρέφουσιν. τούτου δὲ τὴν λύσιν ἔφθημεν εἰπόντες,1 ὅτι τὰς μὲν καθόλου δυνατὸν εἰς τὰς μερικὰς μεταλαβεῖν, διότι τῷ καθόλου τὸ μέρος ἀκολουθεῖ (ὃ γὰρ ἐνδέχεται παντί, τοῦτο καὶ τινὶ ἐνδέχεται, καὶ ὃ μηδενί, τοῦτο καὶ μὴ παντί), οὐκέτι δὲ πάντως καὶ ἀνάπαλιν· οὐ γὰρ ὃ τινὶ ἐνδέχεται, τοῦτο ἀνάγκη καὶ παντὶ ἐνδέχεσθαι· δυνατὸν γὰρ τινὶ μὲν ἐνδέχεσθαι, παντὶ δὲ μηκέτι· οἷον τινὶ μὲν ζῴῳ ἐνδεχομένως τὸ λευκὸν ὑπάρχει, παντὶ δὲ οὐκέτι ἐνδεχομένως· τῷ γὰρ κύκνῳ ἐξ ἀνάγκης. διὰ τοῦτο οὖν οὐ μεταλαμβάνει τὰς μερικὰς εἰς τὰς καθόλου. Ἴδωμεν δὲ καὶ ἐπὶ τῆς λέξεως αὐτῆς τὰ εἰρημένα. οὐδὲν γὰρ κωλύει, φησί, τὸ Β ὑπερτείνειν τὸ Α, τουτέστι δυνατὸν τὸν μέσον ὅρον λαβεῖν ἐφ’ οὗ μὴ παντὸς ὁ πρῶτος κατηγορεῖται καὶ οὐκ ἐξισάζει ὁ πρῶτος πρὸς τὸν μέσον· δυνατὸν γάρ ποτε καὶ ἐξισάζειν, ὡς ὅταν τὸ ἐνύπνιον ὁρᾶν καὶ τὸ καθεύδειν λάβωμεν (τὸ γὰρ ὁρᾶν ἐνύπνιον καὶ τινὶ καθεύδοντι ἐνδέχεται ὑπάρχειν καὶ παντί, καὶ ἀνάπαλιν πάντα καθεύδοντα ἐνδέχεται ἐνύπνιον ὁρᾶν) ἢ τὸ ἐσθίειν καὶ περιπατεῖν καὶ ὅσα τοιαῦτα. ἐφ’ ὅσων οὖν, φησί, μὴ ἐξισάζει ὁ πρῶτος ὅρος πρὸς τὸν μέσον, ἀλλ’ ὑπερτείνει καὶ πλεονάζει ὁ μέσος τὴν κατηγορίαν τοῦ πρώτου,2 ἐπὶ τούτων δυνατὸν καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ συναγαγεῖν, εἴτε ἀμφότεραι καταφατικαὶ ὦσιν αἱ προτάσεις εἴτε ἀμφότεραι ἀποφατικαί, εἴτε ἀμφότεραι ἀδιόριστοι ἢ κατὰ μέρος. οἱ δὲ αὐτοὶ ὅροι οὓς παρεθέμεθα ἁρμόσουσιν ἐπὶ πάντων καὶ οἱ τούτοις παραπλήσιοι.

否定命題のうち、あるものは様態を否定し、あるものは事柄を否定する、と彼[注解者]は言う。なぜなら、「歩行することは必然ではない」と言う[否定命題]は、事柄、すなわち歩行することを否定しておらず、様態、すなわち必然を否定したのである。しかし、「歩行しないことが必然である」と言う[命題]は、外形においては肯定であるが効力においては否定であり、事柄、すなわち歩行することを否定し、様態を保ったのである。他のすべての場合においても同様である。これに対して、ここで取り上げられている可能の否定命題は、外形においては肯定であるが、事柄も様態も否定しない。なぜなら、「いかなる人間も歩行しないことが可能である」と言う[命題]は、様態を否定せず(損なわれていないからである)、事柄も否定しないからである。それゆえ、もしそれらが様態も事柄も否定しないならば、肯定命題と同値であることは明らかである。したがってそれゆえ、彼は否定命題を肯定命題へと移し替えており、より不明瞭な肯定命題からより明瞭な肯定命題へと移し替えを行っているかのようである。しかしおそらく、もし可能のすべての前提が互いに換位するならば、なぜ特称の前提をも全称の前提へと移し替えて、特称前提における非推論的な組み合わせをも推論的なものにしないのか、と疑念を抱く者もいるかもしれない。このことの解決については、われわれはすでに先立って述べた。すなわち、全称前提を特称前提に移し替えることは可能であるが、それは全称に部分(特称)が伴うからであり(すべてに可能であるものは、あるものにも可能であり、何ものにも〔属さないことが〕[可能]であるものは、すべてには〔属さないことも〕[可能]である)、しかし決して必然的にその逆にも成り立つわけではない。なぜなら、あるものに可能であるものが、すべてにも可能であることは必然ではないからである。あるものには可能であるが、すべてにはもはや可能でないことはありうるからである。例えば白はある動物には可能として属するが、すべての動物にはもはや可能として属さない。白鳥には必然的に属するからである。それゆえ、この理由によって特称を全称へと移し替えることはしないのである。テキストそのものの上でも言われていることを見てみよう。なぜなら、ΒがΑを越え出ていることは何ら妨げない、と彼は言う。すなわち、そのすべてについて第一項が述語づけられず、第一項が中項と外延を等しくしないような中項を取ることが可能である。なぜなら、時には外延を等しくすることも可能だからである。例えば、「夢を見ること」と「眠ること」を取る場合のように(なぜなら夢を見ることは、ある眠る者にもすべての[眠る者]にも属することが可能であり、逆にすべての眠る者が夢を見ることが可能であるから)、あるいは「食べること」と「歩くこと」、およびそのようないっさいのものである。それゆえ、第一項が中項に対して外延を等しくせず、むしろ中項が第一項の述語づけ[の範囲]を超過し広範であるようなものにおいては、前提が両方とも肯定であろうと両方とも否定であろうと、あるいは両方とも不定か特称であろうと、「すべてに」も「何ものにもない」も導くことが可能である、と彼は言う。そして、われわれが提示したのと同じ諸項、およびこれらに類似した諸項が、すべての場合に適合するであろう。

構文注2 件
  1. 2.69ἔφθημεν εἰπόντες

    動詞 φθάνω と分詞 εἰπόντες の結合による慣用表現で、「先んじて/すでに述べた」の意。先行する議論で提示済みの論点を引き戻す定型構文である。

  2. 2.69ὑπερτείνει καὶ πλεονάζει ὁ μέσος τὴν κατηγορίαν τοῦ πρώτου

    自動詞的にも用いられる πλεονάζει が、ὑπερτείνει と並列されて対格句 τὴν κατηγορίαν を共有している構造。述語付けの適用範囲(外延)を中項が超過することを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:160.6-161.11