← ヨハネス・ピロポノス

アリストテレス『分析論前書』注解

§15.13-16.35

言明の種としての肯定否定と対立の性質

肯定と否定が言明の種である根拠として、矛盾対立するものが同一の事物に同一の点において両立し得ないことを区分対立する種との類比から論じ、言葉の複合と意味の複合を区別して否定が肯定より複合的であるとする前提を退けるとともに、定義部分の外延に関する難問への応答を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.5#3

ὅπερ ὁρῶμεν ὑπάρχον καὶ τοῖς ἀντιδιῃρημένοις εἴδεσιν· οἷον τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ ἀνάγκη ἐφ’ οὗ ἂν τὸ σῶμα κατηγορῆται, ἐπὶ τοῦ αὐτοῦ τὸ ἀσώματον μὴ κατηγορεῖσθαι· πάλιν τοῦ σώματος τὸ μέν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ ταῦτα ἀσυνύπαρκτα κατὰ τοῦ αὐτοῦ· ὁμοίως τοῦ ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον, καὶ ταῦτα ἀσυνύπαρκτα ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον. ὥστε εἰ καὶ ἡ ἀντίφασις οὕτως ἔχει, καλῶς ἄρα εἴδη φαμὲν τῆς ἀποφάνσεως τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. ἀλλὰ γὰρ ἐλάθομεν ἑαυτοὺς παραχρῆμα τἀναντία περὶ τῶν αὐτῶν ἀποφηνάμενοι·1 ἐλέγομεν γὰρ ὡς2 ἐν τῷ ἀνθρώπῳ αἱ ἀντιδιῃρημέναι τῶν διαφορῶν ὁρῶνται· πάλιν δὲ εὐθὺς εἴπομεν μὴ δύνασθαι ἐν τῷ αὐτῷ ὑποστῆναι τὰ ἀντιδιαιρούμενα. φημὶ οὖν, ὡς εἴ τις ἀκριβῶς προσέχει τῷ λόγῳ, οὐκ εἰς ἀντίφασιν περιπεπτώκαμεν. ἐν τῷ αὐτῷ μὲν γὰρ ἐνδέχεται τὰ ἐναντία εἶναι, ἀλλ’ οὐ κατὰ τὸ αὐτό· ἐν γοῦν τῷ ὀφθαλμῷ καὶ τὸ λευκόν ἐστι καὶ τὸ μέλαν, ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ μόριον, καὶ ἐν τῇ χειρὶ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, ἀλλ’ ἐν μὲν δακτύλοις τὸ διωρισμένον, ἐν δὲ τῷ λοιπῷ ἡ συνέχεια. οὕτως οὖν καὶ ἐν τῷ ἀνθρώπῳ ἐν ἄλλῳ μὲν θεωρεῖται ἡ λογικότης, ἐν ἄλλῳ δὲ ἡ ἀλογία. καὶ δῆλον τὸ λεγόμενον· διὸ τὴν ἐπὶ πλέον ἐξέτασιν τούτου παρίημι. οὕτως οὖν καὶ ἡ ἀντίφασις ἐν τῷ αὐτῷ ὑπάρξειεν, ἀλλ’ οὐ κατὰ τὸ αὐτό, ὡς εἰ τὸν αὐτὸν λέγοις ὀφθαλμὸν καὶ λευκὸν καὶ μὴ λευκόν. καὶ ἄλλως πρότερον μὲν ἐλέγομεν ὅτι ἐνδέχεται τὰς ἀντιδιῃρημένας τῶν διαφορῶν ἐν τῷ αὐτῷ θεωρεῖσθαι, εἰ καὶ μὴ κατὰ τὸ αὐτό, καὶ τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον ἐν τοῖς ζῴοις ἔστιν ἰδεῖν, οἷον ἐν μὲν σαρξὶ τὸ αἰσθητικόν, ἐν δὲ ὀστέοις τὸ ἀναίσθητον, καὶ τὸ σῶμα καὶ τὸ ἀσώματον, εἴγε αἱ ποιότητες ἀσώματοι. ὕστερον δὲ ἔφαμεν τὰ ἀντιδιῃρημένα τῶν εἰδῶν μὴ ἐνδέχεσθαι τῷ αὐτῷ ὑπάρχειν· τῶν γὰρ εἰδῶν τοῦ ἐμψύχου ὄντων τοῦ τε ζῴου καὶ ζῳοφύτου καὶ φυτοῦ οὐχ οἷόν τε τὸ αὐτὸ καὶ ζῷον εἶναι καὶ ζωόφυτον, ἢ τὸ ζωόφυτον ἅμα καὶ φυτὸν εἶναι, εἰ καὶ τῶν ὑποκάτω διαφοραὶ ἅμα καὶ τῶν ἐπάνω ὑπάρχουσιν· ὁμοίως καὶ τὸν αὐτὸν ἄνθρωπον εἶναι καὶ ἵππον ἀδύνατον. εἰ τοίνυν οὕτως ἔχει καὶ ἡ κατάφασις πρὸς τὴν ἀπόφασιν καὶ μάλιστα αἱ ἀντιφατικῶς ἀντικείμεναι, ὡς ἤδη εἴπομεν, καὶ κατὰ τοῦτο εἴδη ἂν εἶεν τῆς ἀποφάνσεως. μήποτε δὲ οὐδὲ καλῶς συγκεχωρήκαμεν3 τὴν κατάφασιν ἁπλουστέραν εἶναι τῆς ἀποφάσεως, συνθετωτέραν δὲ τὴν ἀπόφασιν· τὰ γὰρ σύνθετα ἔχει ἐν ἑαυτοῖς τὴν τῶν ἁπλῶν σημασίαν· ἡ δὲ ἀπόφασις τὸ σημαινόμενον τῆς καταφάσεως οὐκ ἔχει. ἡ μὲν γὰρ φωνὴ συνθετωτέρα ἐστί, τὸ δὲ σημαινόμενον οὐκέτι· ἐν γὰρ τῷ ‘Σωκράτης οὐ περιπατεῖ’ οὐκ ἔστιν ἡ τοῦ ‘Σωκράτης περιπατεῖ’ κατάφασις, ἀλλ’ ὥσπερ ἡ τοῦ ‘Σωκράτης περιπατεῖ’ κατάφασις ὑπάρχειν λέγει τῷ Σωκράτῃ τὸ περιπατεῖν, οὕτω τὸ ‘Σωκράτης οὐ περιπατεῖ’ μὴ ὑπάρχειν. οὐ δεῖ δὲ μόνῃ τῇ τῶν φωνῶν προσέχειν συνθέσει, ἀλλὰ πολλῷ πρότερον εἰ τὸ σημαινόμενον σύνθετόν ἐστιν· ἐνδέχεται γὰρ καὶ ἁπλῆν φωνὴν σύνθετον ἔχειν τὸ σημαινόμενον καὶ σύνθετον ἁπλοῦν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν. τάχα δέ, εἴ τις ἀκριβῶς κατανοήσειε, μᾶλλον ἁπλουστέρα ἐστὶ κατὰ τὸ σημαινόμενον ἡ ἀπόφασις τῆς καταφάσεως· ἡ μὲν γὰρ ἄλλο ἄλλῳ συμπλέκει, ἡ δὲ ἀπόφασις οὐχ ὑπάρχειν φησὶ τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον· ὅθεν, ὡς εἶπον, οὐ συναναιρεῖ οὐδετέρα τὴν ἑτέραν οὐδὲ συνεισφέρει. ἐνδέχεται γὰρ τὴν μὲν κατάφασιν ἀεὶ ψεύδεσθαι, ὡς ἐπὶ τῆς ἀδυνάτου ὕλης, τὴν δὲ ἀπόφασιν ἐπὶ τῆς αὐτῆς ἀληθεύειν· καὶ ἔμπαλιν τῆς καταφάσεως ἐπὶ τῆς ἀναγκαίας ὕλης ἀεὶ ἀληθευούσης ἡ ἀπόφασις ἐπὶ τῆς αὐτῆς ἀεὶ ψεύδεται. ἀδύνατον δέ ἐστιν ἢ τοῦ συνθέτου ὄντος μὴ καὶ τὰ ἁπλᾶ εἶναι ἢ τῶν ἁπλῶν μὴ ὄντων τὰ σύνθετα εἶναι· οὐκ ἄρα ἁπλουστέρα ἡ ἀπόφασις τῆς καταφάσεως. Περὶ μὲν οὖν τῆς ἑτέρας τῶν ἀποριῶν τοσαῦτα. περὶ δὲ τῆς ἑτέρας, φημὶ δὴ τῆς λεγούσης ὅτι τὰ μέρη τῶν ὁρισμῶν ἐπὶ πλέον ἐστὶ τῶν ὁριστῶν, ἐνταῦθα δὲ τοὐναντίον καὶ ἐπ’ ἔλαττον (ἡ γὰρ κατάφασις ἐπ’ ἔλαττον τῆς προτάσεως, ὁμοίως δὲ καὶ ἡ ἀπόφασις), ἔστιν εἰπεῖν πρῶτον μὲν ὡς οὐ πάντως ἀληθὲς τὸ μὴ ἐπὶ πλέον εἶναι τοῦ ὁριστοῦ κἀνταῦθα τὰ τοῦ ὁρισμοῦ μέρη· ἡ γὰρ κατάφασις καὶ ἡ ἀπόφασις καὶ ὅλως τὸ κατά τινος οὐ μόνον ἐπὶ προτάσεως φέρεται ἀλλὰ καὶ προβλήματος καὶ ἐνστάσεως καὶ συμπεράσματος.

そしてこのことは、区分対立する種にも属しているのが見られる。例えば、実体のうち一方は物体であり他方は非物体であって、物体が述語づけられるものについて、同一のものについて非物体が述語づけられないことが必然である。さらに物体のうち一方は有魂であり他方は無魂であって、これらは同一のものについて共存不可能である。同様に量のうち一方は連続的であり他方は分離的であって、これらは同一のものにおいて同一の時間に共存不可能である。したがって、もし矛盾もこのようであるならば、われわれが肯定と否定を言明の種であると言うのは正しいのである。しかし、われわれは同一のものについてたちまち正反対のことを表明してしまっていたことに気づかなかった。というのも、人間において区分対立する種差が見られると言っていたからである。だが直後に、区分対立するものが同一のものの中に存立することはできないとわれわれは再び述べた。そこで私は言う、もし誰かが議論に正確に注意を向けるならば、われわれは矛盾に陥ったのではない、と。なぜなら、反対のものが同一のものの中にあることは可能であるが、同一の点においてではないからである。現に眼において白も黒もあるが、同一の部分においてではなく、手において連続的なものと分離的なものがあるが、指においては分離的なものが、残りの部分においては連続性がある。したがってこのように人間においても、あるものにおいて理性が観取され、別のものにおいて非理性が観取される。そして言われていることは明白である。それゆえこれのさらなる検討は差し控える。したがってこのように矛盾も同一のものに属しうるであろうが、同一の点においてではなく、あたかも同一の眼を白くもあり白くもないと言うような場合である。また別様に[見れば]、以前われわれは、たとえ同一の点においてでないとしても区分対立する種差が同一のものにおいて観取されることは可能であると言っていたのであり、感覚するものと感覚しないものを動物において見ることができ、例えば肉においては感覚するものが、骨においては感覚しないものがあり、またもし性質が非物体であるならば、物体と非物体[も見ることができる]。しかし後には、区分対立する種が同一のものに属することは不可能であると言ったのである。なぜなら有魂の種が動物、植動物、植物であるとき、たとえ下の[種]の種差と上の[種]の種差が同時に属しているとしても、同一のものが動物でもあり植動物でもあること、あるいは植動物であり同時に植物でもあることは不可能であるからである。同様に同一のものが人間でもあり馬でもあることも不可能である。したがって、もし肯定の否定に対する関係、とりわけすでに述べたように矛盾対立するものの関係もこのようであるならば、この点においてもそれらは言明の種であろう。だが、肯定が否定よりもより単純であり、否定がより複合的であるとわれわれが認めたこと自体、おそらく正しくなかったのではないか。なぜなら、複合的なものはそれら自身の中に単純なものの意味表示をもっているが、否定は肯定の意味されるものを持っていないからである。なぜなら、言葉はより複合的であるが、意味されるものはもはやそうではないからである。「ソクラテスは歩かない」の中には「ソクラテスは歩く」という肯定は存在せず、むしろ「ソクラテスは歩く」という肯定がソクラテスに歩くことが属すると言うのと同様に、「ソクラテスは歩かない」は属さない[と言う]からである。そして、言葉の複合だけに注意を向けるべきではなく、はるかに優先して意味されるものが複合的であるかどうかに[注意を向けるべきである]。なぜなら、『命題論』でわれわれが学んだように、単純な言葉が複合的な意味されるものを持つことも、複合的な[言葉]が単純な[意味されるもの]を持つことも可能だからである。そしておそらく、もし誰かが正確に考察するならば、意味されるものに関しては否定のほうが肯定よりもいっそう単純である。なぜなら、肯定は一方を他方と結合するが、否定は主語に述語が属さないと言うからである。それゆえ、私が言ったように、いずれも他方をともに否定することもともに導入することもしない。なぜなら、不可能な質料におけるように、肯定が常に偽であり、否定が同一の〔質料〕において真であることも可能であり、また逆に、必然的な質料において肯定が常に真であるとき、否定は同一の〔質料〕において常に偽であるからである。しかし、複合的なものが存在するときに単純なものもまた存在しないこと、あるいは単純なものが存在しないときに複合的なものが存在することは不可能である。したがって、否定は肯定よりもより単純ではない。二つの難問の一方については、これくらいにしておこう。他方の[難問]、すなわち定義の部分は定義されるものよりも外延が広いのに対して、ここでは反対により狭い(なぜなら肯定は命題よりも狭く、同様に否定もそうであるから)と述べる難問について言えば、第一に、ここでも定義の部分が定義されるものより外延が広くないということは決して真ではない、と言うことができる。なぜなら、肯定と否定、そして一般に「何かについての何か」は、命題だけでなく、探究課題、異議、結論にも適用されるからである。

構文注3 件
  1. 1.5ἐλάθομεν ἑαυτοὺς παραχρῆμα τἀναντία περὶ τῶν αὐτῶν ἀποφηνάμενοι

    動詞 λανθάνω に再帰代名詞 ἑαυτούς と分詞 ἀποφηνάμενοι が結合した構文。「われわれ自身に知られずに(気づかぬうちに)…してしまっていた」を表す慣用表現である。

  2. 1.5περὶ δὲ τῆς ἑτέρας ... ἔστιν εἰπεῖν πρῶτον μὲν ὡς

    文頭の前置詞句 περὶ δὲ τῆς ἑτέρας は、先行する議論を受けた主題提示であり、中間に挟まる修飾辞(φημὶ δὴ ... καὶ ἡ ἀπόφασις)を越えて、主節の非人称動詞 ἔστιν εἰπεῖν(「…と言うことができる」)に係っている。

  3. 1.5μήποτε δὲ οὐδὲ καλῶς συγκεχωρήκαμεν

    μήποτε は直説法完了 συγκεχωρήκαμεν を伴い、「ひょっとすると…ではなかったのではないか」という控えめな疑念あるいは主張の修正を提起する用法。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:15.13-16.35