- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:139.1-140.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
第3格における混合必然三段論法を扱い、小前提のみが必然的である全称肯定の組み合わせ(31a31)において二重の換位によって必然的結論が導かれる理由を論じ、次いで大前提が必然的否定命題である組み合わせ(31a34)を検討する。
" Ὁμοίως δὲ δειχθήσεται καὶ εἰ τὸ Β Γ ἐστὶν ἀναγκαῖον· ἀντιστρέφει γὰρ τὸ Γ τῷ Α τινί, ὥστ’ εἰ παντὶ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει, καὶ τῷ Α τινὶ ὑπάρξει ἐξ ἀνάγκης." Τὴν ἑτέραν ἐκ δύο καταφατικῶν τίθησιν ἔχουσαν δὲ πρὸς τῷ ἐλάττονι τὸ ἀναγκαῖον, καὶ φησὶ καὶ αὐτὴν τὸ ἀναγκαῖον συνάγειν. δείκνυσι δὲ τοῦτο διὰ δύο ἀντιστροφῶν, τῆς τε μείζονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὑπαρχέτω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ ὑπαρχόντως· οὐκοῦν καὶ τῷ Α τινὶ τὸ Γ ὑπάρχει· εἰ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Α ὑπάρχει μόνον, δῆλον ὅτι συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρώτῳ σχήματι. ἀλλ’ ἐζητοῦμεν ἡμεῖς εἰ τὸ Α τινὶ τῷ Β. τοῦτο οὖν δείκνυται διὰ τῆς ἀντιστροφῆς τοῦ συμπεράσματος· εἰ γὰρ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. ἐπιστάσεως δὲ ἄξιον τί δήποτε δυνάμενος ὁ φιλόσοφος τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα,1 μιᾶς δεηθεὶς ἀντιστροφῆς, τὴν μείζονα ἀντιστρέφει, καὶ δεῖται δύο ἀντιστροφῶν, ἵνα ποιήσῃ ἀναγκαῖον τὸ συμπέρασμα. ὅτι γὰρ ἠδύνατο ἀντιστρέψαι τὴν ἐλάττονα πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα, πρόδηλον· εἰ γὰρ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· ὥστε εἰ τὸ μὲν Α παντὶ τῷ Γ ὑπάρχει, τὸ δὲ Γ τινὶ τῷ Β ὑπάρχει ἐξ ἀνάγκης, συνάγεται τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὡς δέδεικται ἐν τοῖς ἔμπροσθεν. τί οὖν λέγομεν; ὅτι εἰ καὶ ἠδύνατο τοῦτο ποιῆσαι, ἀλλ’ οὖν τὸ ἀεὶ ἀκολουθοῦν συνήγαγεν· ἀμφοτέρων γὰρ οὐσῶν καθόλου καταφατικῶν, πρὸς ὁποτέρῳ ἂν ᾖ ἄκρῳ τὸ ἀναγκαῖον, ἠδύνατο τὸ ἀναγκαῖον συνάγεσθαι· οὐκέτι δὲ καὶ τὸ ὑπάρχον ἀεί. ὥστε τὸ ἀεὶ ὑπάρχον εἶπεν.
「同様に、Β Γ が必然的である場合にも示されるであろう。というのも、Γ はある Α へと換位するので、もし Β がすべての Γ に必然的に属するならば、ある Α にも必然的に属するであろうからである。」 彼は、両前提が肯定命題からなるもののうちもう一方の、小前提に必然的なものを持つ組み合わせを提示し、それ自身もまた必然的な[結論]を導出すると言う。そして彼は、大前提と結論の二つの換位を通じてこのことを示す。というのも、Β はすべての Γ に必然的に属し、他方で Α はすべてに端的な帰属として属するとせよ。したがって Γ はある Α にも端的な帰属として属する。それゆえ、もし Β がすべての Γ に必然的に属し、他方で Γ がある Α に単に属するのみであるならば、Β がある Α に必然的に属するということが導出されるのは明白である。なぜなら、このことは第1格において示されていたからである。しかし我々が探求していたのは、Α がある Β に[属するかどうか]であった。したがってこのことは、結論の換位を通じて示される。なぜなら、もし Β がある Α に必然的に属するならば、Α もまたある Β に必然的に属するからである。ところで、哲学者[アリストテレス]が小前提を換位して端的な帰属の結論を生ぜしめることができ、その場合には1つの換位を必要とするのみであったのに、なぜ大前提を換位して2つの換位を必要とし、必然的な結論を生ぜしめるのかは、考察に値する。というのも、彼が小前提を換位して端的な帰属の結論を生ぜしめることができたのは明白だからである。なぜなら、もし Β がすべての Γ に必然的に属するならば、Γ もまたある Β に必然的に属する。それゆえ、もし Α がすべての Γ に端的な帰属として属し、他方で Γ がある Β に必然的に属するならば、Α はある Β に属するということが導出されるのであり、このことは先述の諸議論において示された通りである。では我々は何と言うべきか。彼がこのようになすこともできたとしても、しかしながら彼は常に帰結するものを導出したのである、と言うべきである。なぜなら、両前提が全称肯定であるとき、必然的なものがどちらの端項にあろうとも、必然的な[結論]が導出されることが可能であったが、もはや端的な帰属が常に[導出される]わけではないからである。それゆえ、彼は常に成立するものを述べたのである。
"Πάλιν ἔστω τὸ μὲν Α Γ στερητικόν, τὸ δὲ Β Γ καταφατικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν." Εἴπομεν ὅτι ἐπὶ τῶν συζυγιῶν τῶν ἐκ τῆς μιᾶς ἀποφατικῆς τῆς δὲ ἑτέρας καταφατικῆς τοῦ ἀποφατικοῦ καθόλου ὄντος αὐτῷ ἀεὶ ἀκολουθεῖ τὸ συμπέρασμα ἐν πᾶσι τοῖς σχήμασιν, ἐν μὲν τῷ πρώτῳ, διότι ἀποφατικὴ οὖσα μείζων πάντως ἐστίν, ὡς ἂν δὲ εἶχεν ἡ μείζων, οὕτως εἶχε καὶ τὸ συμπέρασμα, ἐν δὲ τοῖς λοιποῖς, διότι ἡ ἀντιστροφὴ εἰς τὸ πρῶτον σχῆμα ἀνῆγε καὶ τὴν ἀποφατικὴν πάντως μείζονα ἐποίει. πρώτην οὖν ἐκτίθεται συζυγίαν τὴν ἔχουσαν τὴν μείζονα ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ὑπάρχουσαν. ἐπειδὴ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρχει· ἐπεὶ οὖν τὸ μὲν Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῷ Β ὑπάρχει, γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν· μέρος γὰρ τοῦ Γ τὸ τὶ Β, ᾧ τὸ Α οὐδενὶ ὑπάρχει ἐξ ἀνάγκης. οἱ δὲ αὐτοὶ ὅροι τοῦ δεῖξαι ὅτι ὑπάρχον συνάγεται καὶ οὐκ ἀναγκαῖον, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡμῖν παρελήφθησαν σχήματι.2
「再び、Α Γ が否定命題であり、Β Γ が肯定命題であるとし、否定命題が必然的であるとせよ。」 我々は、一方が否定命題で他方が肯定命題である諸組み合わせにおいて、否定命題が全称である場合には、すべての格において結論が常にこれに従うと述べた。すなわち、第1格においては、否定命題であるゆえに必ず大前提であり、大前提の状態に応じて結論もまたその状態にあったからであり、他方で残りの諸格においては、換位が第1格へと還元して否定命題を必ず大前提にしたからである。それゆえ、彼は大前提が必然的な否定命題であり、小前提が全称肯定の端的な帰属である組み合わせを第1のものとして提示する。さて、したがって Β がすべての Γ に端的な帰属として属する以上、Γ もまたある Β に端的な帰属として属する。それゆえ、Α はいかなる Γ にも必然的に属さないが、他方で Γ はある Β に端的な帰属として属するので、第1格が生じ、Α はある Β に必然的に属さないということが導出される。なぜなら、ある Β は Γ の部分であり、この〔Γ〕のいかなるものにも Α は必然的に属さないからである。そして、必然的ではなく端的な帰属が導出されることを示すための同じ項は、第1格において我々によって採用された項そのものである。
- 2.27ἐπιστάσεως δὲ ἄξιον τί δήποτε δυνάμενος ὁ φιλόσοφος τὴν ἐλάττονα ἀντιστρέψαι πρότασιν καὶ ποιῆσαι ὑπάρχον τὸ συμπέρασμα, μιᾶς δεηθεὶς ἀντιστροφῆς, τὴν μείζονα ἀντιστρέφει, καὶ δεῖται δύο ἀντιστροφῶν, ἵνα ποιήσῃ ἀναγκαῖον τὸ συμπέρασμα.
文の骨格は「ἐπιστάσεως ἄξιον[ἐστί]+間接疑問節 τί δήποτε ...」。疑問節内では分詞句 δυνάμενος ... καὶ ποιῆσαι ...(譲歩的「〜できたにもかかわらず」)が主語 ὁ φιλόσοφος に一致し、分詞 δεηθείς(「〜を必要とするのみで」)が挿入された上で、主動詞 τὴν μείζονα ἀντιστρέφει, καὶ δεῖται ... ἵνα ποιήσῃ ... へと続く長大な倒置構文である。
- 2.28οἱ δὲ αὐτοὶ ὅροι τοῦ δεῖξαι ὅτι ὑπάρχον συνάγεται καὶ οὐκ ἀναγκαῖον, οἵπερ καὶ ἐν τῷ πρώτῳ ἡμῖν παρελήφθησαν σχήματι.
主語 οἱ αὐτοὶ ὅροι に対してコピュラ(εἰσίν)が省略されている。動名詞属格句 τοῦ δεῖξαι は「〜を示すための」という目的または同格的説明を表す。関係代名詞 οἵπερ の先行詞は οἱ αὐτοὶ ὅροι であり、関係節内の動詞 παρελήφθησαν と与格 ἡμῖν(動作主の与格「我々によって」)がこれを受けている。
