- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:122.25-124.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが必然前提と端的な帰属の前提の混交推論において結論が大前提に従うと論じたのに対し、テオプラストスらは結論が常に端的な帰属となると反対したことを紹介し、アリストテレス自身の証明と擁護者たちによる背理法などの論証を提示する。
" Συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸν συλλογισμόν." Παραδοὺς τὰς προτάσεις τάς τε τοῦ ὑπάρχοντος καὶ τὰς τοῦ ἀναγκαίου ἐντεῦθεν βούλεται μῖξαι ταύτας.1 καὶ βούλεται αὐτὸς ἀεὶ τῇ μείζονι προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα, οἷον εἰ ἡ μὲν μείζων ἐστὶν ἀναγκαία ἡ δὲ ἐλάττων ὑπάρχουσα, ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, εἰ δὲ ἔμπαλιν ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἀναγκαία, ὑπάρχον. παραδίδωσι δέ, ὡς εἴωθε, πρῶτον τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου. πρόδηλον δὲ ὅτι καθόλου οὐσῶν τῶν προτάσεων ὀκτὼ γίνονται συζυγίαι, τέσσαρες μὲν συλλογιστικαί, τέσσαρες δὲ ἀσυλλόγιστοι· εἰ γὰρ τῶν δύο ὑπαρχουσῶν οὐσῶν καθόλου τέσσαρες ἐγίνοντο συζυγίαι, ὁμοίως δὲ καὶ ἀναγκαίων, δῆλον ὅτι μιγνυμένων τούτων ὀκτὼ γενήσονται. εἰ γὰρ ἡ μείζων ὑπάρχει ἀναγκαία ἡ δὲ ἐλάττων ὑπάρχουσα, τέσσαρες γίνονται συζυγίαι κατὰ τὸ ποιὸν ποικιλλόμεναι· ἢ γὰρ ἀμφότεραι εἰσιν καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαί, ἢ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, καὶ τοῦτο διχῶς· ὁμοίως δὲ καὶ εἰ ἀνάπαλιν ὦσιν ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἀναγκαία, πάλιν γίνονται ἄλλαι τέσσαρες κατὰ ποιὸν ποικιλλόμεναι. αἱ πᾶσαι ἄρα εἰσὶν ὀκτώ. πρότερον οὖν ἐκτίθεται τὰς ἐκ δύο καθόλου καταφατικῶν, τῆς μὲν μείζονος ἀναγκαίας τῆς δὲ ἐλάττονος ὑπαρχούσης. καὶ ὁ μὲν φιλόσοφος, ὥσπερ εἴπομεν, βούλεται ἀεὶ τῇ μείζονι ἀκολουθεῖν τὸ συμπέρασμα· διὸ καὶ ἐνταῦθα οὕτως ἐχουσῶν τῶν προτάσεων ἀναγκαῖόν φησι συνάγεσθαι τὸ συμπέρασμα. οἱ δὲ ἑταῖροι αὐτοῦ οἱ περὶ Θεόφραστον καὶ Εὔδημον καὶ ἔτι οἱ ἀπὸ Πλάτωνος οὔ φασιν οὕτως ἔχειν οὐδὲ πάντως τῇ μείζονι ἀκολουθεῖν τὸ συμπέρασμα, ἀλλ’ ὑπάρχον ἀεὶ γίνεσθαι. ἄξιον οὖν ἐκθέσθαι πρότερον τήν τε Ἀριστοτελικὴν δεῖξιν καὶ ὅσα οἱ τῷ φιλοσόφῳ συνηγοροῦντες εἰς ἀπόδειξιν τοῦ τοιούτου προστιθέασιν, εἶτα καὶ ἅπερ οἱ τῇ ἐναντίᾳ παριστάμενοι δόξῃ φασί, καὶ οὕτως τὰ ἱκανὰ διαστῆσαι τῷ λόγῳ. Τῷ τοίνυν Ἀριστοτέλει πρόεισιν ἡ δεῖξις οὕτως. τὸ Α, φησίν, ἐξ ἀνάγκης παντὶ τῷ Β ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω· λέγω, φησίν, ὅτι τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει. ἐπεὶ γὰρ τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ὑπάρξει· ἓν δὲ τῶν μερῶν τοῦ Β τὸ Γ· τὸ ἄρα Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης. ἕτεροι δὲ συνηγοροῦντες ταύτῃ τῇ δόξῃ προστιθέασι καὶ ἄλλας δύο δείξεις, μίαν μὲν τὴν δι’ ἀδυνάτου οὕτως· λέγομεν, φασίν, ὅτι οὕτως ἐχουσῶν τῶν προτάσεων ἐξ ἀνάγκης παντὶ τῷ Γ τὸ Α ὑπάρξει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον τὸ ‘ἐνδέχεται μὴ παντὶ τῷ Γ τὸ Α ὑπάρχειν’, ἵνα πάλιν ἀντιθῶμεν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ.2 ἐπεὶ τοίνυν τὸ μὲν Α ἐνδέχεται μὴ παντὶ τῷ Γ ὑπάρχειν, ὑπέκειτο δὲ καὶ τὸ Β τῷ αὐτῷ Γ ὑπάρχειν παντί, τὸ ἄρα Α ἐνδέχεται μὴ παντὶ τῷ Β ὑπάρχειν· ὑπέκειτο δὲ καὶ ἐξ ἀνάγκης παντί· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται μὴ παντὶ καὶ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον. ἰστέον γὰρ ὅτι καὶ ὁ Ἀριστοτέλης καὶ πάντες οἱ ἄλλοι ὁμολογοῦσι τῆς μείζονος ἐνδεχομένης οὔσης μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης μερικὸν ἐνδεχόμενον ἀποφατικὸν συνάγεσθαι τὸ συμπέρασμα.3 προστιθέασι δὲ καὶ ἑτέραν δεῖξιν τοιαύτην· εἰ τῶν δύο, φασί, προτάσεων κειμένων ὑπαρχουσῶν ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα, δῆλον ὅτι τῆς ἑτέρας ἀναγκαίας οὔσης οὐκέτι τὸ αὐτὸ ὤφειλε συνάγεσθαι συμπέρασμα ἀλλὰ ἀναγκαῖον. ταῦτα οἱ τῇ Ἀριστοτελικῇ συνηγοροῦντες δόξῃ.
「しかし、前提の一方が必然的であるときにも、推論が必然的なものとなることが時としてある。」 端的な帰属の前提と必然性の前提とを教示し終えたので、これ以後、彼はこれらを混交することを意図している。そして彼自身は、結論が常に大前提に従うことを意図している。たとえば、大前提が必然的であり小前提が端的な帰属であるならば、結論は必然的なものとなり、逆に大前提が端的な帰属であり小前提が必然的であるならば、[結論は]端的な帰属となる。そして彼は、いつものように、まず両方の前提が全称であるものどもを教示する。全称の前提のもとでは八組の組み合わせが生じ、そのうち四組は推論的であり、四組は非推論的であることは明白である。というのも、端的な帰属である二つの前提が全称であるときに四組の組み合わせが生じ、同様に必然的な前提についても同様であったとすれば、これらが混交されるときには八組が生じることは明らかだからである。なぜなら、大前提が必然的であり小前提が端的な帰属であるとするなら、質に従って多様化する四組の組み合わせが生じるからである。すなわち、両方が肯定であるか、両方が否定であるか、あるいは一方が肯定で他方が否定であるかであり、この後者は二様である。同様に、逆に大前提が端的な帰属であり小前提が必然的である場合にも、質に従って多様化する別の四組が再び生じる。したがって全体で八組である。そこでまず、彼は二つの全称肯定から成り、大前提が必然的で小前提が端的な帰属である組み合わせを提示する。そして哲学者[アリストテレス]は、われわれが述べたように、結論が常に大前提に従うことを意図している。それゆえ、ここでも前提がこのようにあるときには、必然的な結論が導出されると彼は言う。しかし、彼の仲間であるテオプラストスやエウデモスの一派、さらにプラトンに由来する者たちは、そのようにはなっておらず、結論がどのような場合にも大前提に従うわけではなく、常に端的な帰属になると言う。それゆえ、まずアリストテレスの証明と、この哲学者を擁護する者たちがそのようなことの論証のために付け加える事柄を提示し、次いで反対の意見を支持する者たちが述べる事柄を提示し、そうして議論によって十分に区別することがふさわしい。さて、アリストテレスにとって証明は次のように進む。すなわち、Α はすべての Β に必然的に属し、Β はすべての Γ に[端的に]属する、とせよ、と彼は言う。私は、Α はすべての Γ に必然的に属するであろう、と主張する、と彼は言う。なぜなら、Α はすべての Β に必然的に属するのであるから、したがってそのすべての部分に属するであろう。そして Γ は Β の部分の一つである。したがって Α はすべての Γ に必然的に属するであろう。これが示すべきことであった。アリストテレス[の議論]はこのようである。しかし、この意見を擁護する他の者たちはさらに他の二つの証明をも付け加える。一つは次のような不可能性によるものである。すなわち彼らは言う、前提がこのようにあるとき、Α はすべての Γ に必然的に属するであろう、とわれわれは主張する。なぜなら、もしこれが偽であるならば、反対のもの、すなわち「Α がすべての Γ には属さないことが可能である(偶然的である)」が真となるからであり、それによってわれわれは再び様相を様相に、量を量に、質を質に対立させることになる。それゆえ、Α はすべての Γ には属さないことが可能であり、かつ同じ Γ のすべてに Β が属することが想定されていたのであるから、したがって Α はすべての Β には属さないことが可能である。しかし、[Α はすべての Β に]必然的に属するとも想定されていた。したがって同じものが同じものに、すべてには属さないことが可能であると同時に、必然的にすべてに属することになり、これは不可能である。というのも、大前提が可能的な(偶然的な)特称否定であり、小前提が端的な帰属の全称肯定であるときには、特称の可能な(偶然的な)否定の結論が導出されるということに、アリストテレスも他のすべての者たちも同意していることは知られるべきである。また彼らは次のような別の証明をも付け加える。もし、二つの前提が端的な帰属として置かれているときに、端的な帰属の結論が生じていたのだとすれば、前提の一方が必然的であるときには、もはや同じ結論ではなく必然的な結論が導出されるべきであったことは明らかである、と彼らは言う。以上がアリストテレスの意見を擁護する者たちの主張である。
- 2.7Παραδοὺς τὰς προτάσεις τάς τε τοῦ ὑπάρχοντος καὶ τὰς τοῦ ἀναγκαίου ἐντεῦθεν βούλεται μῖξαι ταύτας.
分詞 Παραδούς は時制的に先行を表す付帯状況/時間的分詞であり、主動詞 βούλεται に係る。τάς τε τοῦ ὑπάρχοντος καὶ τὰς τοῦ ἀναγκαίου は προτάσεις を修飾する二つの属格名詞化句で、それぞれ「端的な帰属(事実・非様相)の前提」と「必然性の前提」を指す。
- 2.7ἵνα πάλιν ἀντιθῶμεν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ.
ἵνα に率いられる接続法節(目的節)。並置された対格・与格の連鎖(τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ)は「様相を様相に、量を量に、質を質に[対立させる]」という直接目的語と間接目的語の対比関係を表しており、矛盾対立(contradictory opposition)を厳密に形成するための規準を説明している。
- 2.7ἰστέον γὰρ ὅτι καὶ ὁ Ἀριστοτέλης καὶ πάντες οἱ ἄλλοι ὁμολογοῦσι τῆς μείζονος ἐνδεχομένης οὔσης μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης μερικὸν ἐνδεχόμενον ἀποφατικὸν συνάγεσθαι τὸ συμπέρασμα.
構文の骨格は非人称表現 ἰστέον ὅτι(…を知るべきである)に続き、主節主語 καὶ ὁ Ἀριστοτέλης καὶ πάντες οἱ ἄλλοι、主動詞 ὁμολογοῦσι、これに不定詞構文 συνάγεσθαι τὸ συμπέρασμα(結論が導出されること)が係り、その間に二組の独立属格(τῆς μείζονος ἐνδεχομένης οὔσης μερικῆς ἀποφατικῆς と τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης)が条件として挿入されている。
