← ヨハネス・ピロポノス

アリストテレス『カテゴリー論』注解

§64.7-65.21

種差の身分と基底にあるものの中にないこと

アリストテレスが「基底にあるものの中にないこと」を種差にも属するとして実体の固有性から除外したこと(3a21)を取り上げ、種差の実体性と付帯性に関する三重の分類(実体に近いもの、付帯性に近いもの、元素の質のような中間的なもの)を提示したうえで、第一質量と性質なき物体に関する議論を導入する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.18#1

" Οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί." Τὸ ἀποδεδομένον τῆς οὐσίας ἴδιον ἐκβάλλει ὡς μὴ μόνῃ ταύτῃ ὑπάρχον ἀλλὰ καὶ ταῖς διαφοραῖς. δοκεῖ δὲ ἐκ τούτων καὶ διακρίνειν τὰς διαφορὰς τῶν οὐσιῶν καὶ συνάπτειν αὐτὰς ταῖς οὐσίαις· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅτι οὐκ ἴδιον τοῦτο τῆς οὐσίας ἀλλὰ καὶ τῶν διαφορῶν δοκεῖ διακρίνειν αὐτὰς τῶν οὐσιῶν, πάλιν δὲ διὰ τοῦ εἰπεῖν ὅτι καὶ αἱ διαφοραὶ καθ’ ὑποκειμένου μὲν λέγονται ἐν ὑποκειμένῳ δὲ οὔκ εἰσι συνάπτει αὐτὰς ταῖς οὐσίαις· τὰ γὰρ οὐκ ἐν ὑποκειμένῳ, φησί, καὶ τοῦ ὀνόματος μεταδιδόασι καὶ τοῦ ὁρισμοῦ τούτοις ὧν καθ’ ὑποκειμένου λέγεται· τοιαῦται δέ, φησι, καὶ αἱ διαφοραί· τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ λογικὸν οὐ μόνον τοῦ ὀνόματος μεταδιδόασι τῷ ἀνθρώπῳ (πεζὸν γὰρ ζῷον ὁ ἄνθρωπος λέγεται καὶ λογικὸν καὶ δίπουν), ἀλλὰ καὶ τοῦ ὁρισμοῦ, ὅπως ἄν τις ἀποδῷ τούτων ἑκάστου τὸν λόγον.1 τοῦτο δὲ ἴδιον τῶν οὐσιωδῶς κατὰ τῆς πρώτης οὐσίας κατηγορουμένων. ὥστε οὐσίας εἶναι τὰς διαφορὰς πάλιν ἐκ τούτων τῶν λόγων βούλεται. τινὲς οὖν πρὸς τοῦτό φασιν ὅτι τριττά εἰσι τῶν διαφορῶν τὰ εἴδη, καὶ αἱ μὲν αὐτῶν εἰσι μᾶλλον οὐσίαι ἤπερ συμβεβηκότα, αἱ δὲ μᾶλλον συμβεβηκότα ἤπερ οὐσίαι, αἱ δὲ μέσως πως ἔχουσιν ὡς ἄδηλον εἶναι πότερον συμβεβηκότα μᾶλλον αὐτὰς εἴπωμεν ἢ οὐσίας· οἷον μᾶλλον μὲν οὐσίαι εἰσὶν ἤπερ συμβεβηκότα τὸ λογικὸν τὸ ἄλογον καὶ τὰ τοιαῦτα (μᾶλλον μὲν οὐσίαι ὅτι συμπληρωτικαί εἰσι τῶν ὑποκειμένων εἰδῶν, συμβεβηκότα δὲ ὅτι ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται, ὥσπερ καὶ τὰ συμβεβηκότα), μᾶλλον δὲ συμβεβηκότα ἢ οὐσίαι τὸ ἐν κύκνῳ λευκὸν καὶ τὸ ἐν Σκύθῃ καὶ ἔτι τὸ ἐν τῷ κόρακι μέλαν καὶ τὸ ἐν τῷ Αἰθίοπι (ταύτῃ γὰρ διαφέρει ὁ Σκύθης τοῦ Αἰθίοπος, τῷ λευκῷ καὶ τῷ μέλανι)· συμβεβηκὸς μέν, ὅτι γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τῶν γὰρ πτερῶν ἀφαιρεθέντων τοῦ κόρακος οὐδὲν ἧττον κόραξ ἔσται, κἂν τὸν Σκύθην μελανθέντα ἐπινοήσῃς, οὐδὲν ἧττόν ἐστι καὶ ἄνθρωπος καὶ Σκύθης. πάλιν δὲ οὐσίαι δοκοῦσί πως εἶναι τὰ τοιαῦτα, διότι παντὶ τῷ εἴδει τῶν κοράκων καὶ τῶν Αἰθιόπων ὑπάρχει τὸ μέλαν, ὁμοίως καὶ τὸ λευκὸν κύκνοις τε καὶ Σκύθαις. αἱ δὲ ἐν τοῖς στοιχείοις ποιότητες μέσως πως ἔχουσιν, οἷον τὸ ἐν τῷ πυρὶ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὸ ἐν τῷ ὕδατι ψυχρὸν καὶ ὑγρόν. Ἵνα δὲ σαφέστερα ἡμῖν γένηται τὰ περὶ τούτων, λέγω δὴ τῶν ἐν τοῖς στοιχείοις διαφορῶν, λεγόμενα, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. τὴν πρώτην ὕλην φασὶν οἱ φιλόσοφοι ἀσώματον εἶναι τῷ οἰκείῳ λόγῳ ἀσχημάτιστόν τε καὶ ἀμεγέθη καὶ πάσης ποιότητος κεχωρισμένην· ὅτι γὰρ ἀνείδεός ἐστι, δείκνυται σαφῶς τῷ πάντων τῶν φυσικῶν εἰδῶν αὐτὴν εἶναι δεκτικήν·2 ὥσπερ γὰρ τὰ ξύλα ὕλης λόγον ἐπέχοντα τοῖς σκεύεσιν ἐστέρηνται παντὸς εἴδους τοῦ κατὰ τὰ σκεύη θεωρουμένου (οὔτε γὰρ θρόνου εἶδος ἔχει οὔτε ἀβακίου οὔτε οὐδενὸς ἄλλου τοιούτου), οὕτω καὶ ἡ ὕλη ὑποβάθρα τις οὖσα καὶ δεκτικὴ πάντων τῶν εἰδῶν τῶν ἐν τοῖς σώμασι θεωρουμένων, οὐδὲ ἓν ἕξει οἰκεῖον εἶδος. αὕτη οὖν ἐξογκωθεῖσα κατὰ τὰς τρεῖς διαστάσεις ποιεῖ τὸ δεύτερον ὑποκείμενον κατὰ Ἀριστοτέλην, τοῦτ’ ἐστι τὸ ἄποιον σῶμα· ἐπειδὴ γὰρ αἱ ποιότητες καθ’ ἑαυτὰς ὑποστῆναι οὐχ οἷαί τε ἦσαν (πᾶσα γὰρ ποιότης ἐν σώματι ἔχει τὸ εἶναι), ἐδεήθησαν τοῦ σώματος τῷ οἰκείῳ λόγῳ ἀποίου ὄντος, ἵνα ἐν τούτῳ ὑποστῶσι.

「しかしこれは実体の固有性ではなく、種差もまた基底にあるものの中にないものに属している。」 実体に与えられた固有性を、彼[アリストテレス]はこれが実体のみに属するのではなく種差にも属するがゆえに退ける。そしてこれらのことから、彼は種差を実体から区別すると同時に実体に結び付けてもいるように思われる。というのも、「これは実体の固有性ではなく種差のものでもある」と言ったことによって種差を実体から区別するように思われる一方で、さらに「種差もまた基底にあるものについて言われ、基底にあるものの中にはない」と言ったことによって種差を実体に結び付けているからである。なぜなら基底にあるものの中にないものは、それが基底にあるものについて言われる当のものたちに名前も定義も分け与える、と彼は言うからである。そして種差もまたそのようなものである、と彼は言う。実際、有足・二足・理性的なものは人間に名前を分け与える(人間は有足の動物、また理性的な動物、二足の動物と言われるからである)だけでなく、定義をも分け与え、それはこれら各々の説明をどのように与えようとも同様である。そしてこれは、第一実体について本質的に述語づけられるものたちの固有性である。したがって、これらの言明から彼はふたたび種差が実体であることを望んでいるのである。そこでこれに対してある人々は、種差の種には三種類あり、それらのあるものは付帯性であるよりはむしろ実体であり、あるものは実体であるよりはむしろ付帯性であり、あるものは中間のあり方をしていて、私たちがそれらをむしろ付帯性と呼ぶべきか実体と呼ぶべきか判然としないほどである、と言う。たとえば、理性的なものや非理性的なもの、およびそのようなものは付帯性であるよりはむしろ実体である(基底にある種を構成する[補完する]ものであるゆえにむしろ実体であるが、付帯性と同様にいかなる性質のものかにおいて述語づけられるゆえに付帯性である)。他方で、白鳥における白さやスキタイ人における白さ、さらにカラスにおける黒さやエチオピア人における黒さは、実体であるよりはむしろ付帯性である(スキタイ人はまさにこの点、白さと黒さにおいてエチオピア人と異なるからである)。付帯性であるのは、基底にあるものの消滅を伴わずに生じたり失われたりするからである。実際、カラスから羽毛が取り去られたとしても何ら減ずることなくカラスであるだろうし、スキタイ人が黒くなったと心に思い描いたとしても、何ら減ずることなく人間でありスキタイ人である。しかし他方で、黒さがカラスおよびエチオピア人の種の全体に属し、同様に白さも白鳥とスキタイ人に属しているゆえに、このようなものはある意味で実体であるようにも思われる。そして元素における諸性質、たとえば火における熱と乾、水における冷と湿は、中間のあり方をしている。これらのこと、すなわち元素における種差について言われることが私たちにとってより明確になるように、議論を少し高いところから導き出そう。哲学者たちは、第一質量はそれ自体の説明において非物体的なものであり、形をもたず、大きさをもたず、あらゆる性質から切り離されていると言う。実際、形相をもたないということは、それがすべての自然の形相を受容しうるということによって明確に示される。道具に対して質量の役割を担う木材が、道具に即して観察されるあらゆる形相を欠いている(椅子の形相も、盤の形相も、他のいかなるそのような形相ももたない)のと同様に、質量もまた一種の基盤であり物体において観察されるすべての形相を受容するものである以上、何ら固有の形相をもたないであろう。したがってこの[質量]が三つの次元にしたがって膨らまされたものが、アリストテレスによれば第二の基底にあるもの、すなわち性質なき物体を作り出すのである。なぜなら諸性質はそれら自身によって存立することができなかったので(あらゆる性質は物体の中にその存在をもつからである)、それ自体の説明において性質なきものである物体を、その中に存立するために必要としたからである。

構文注2 件
  1. 2.18ὅπως ἄν τις ἀποδῷ τούτων ἑκάστου τὸν λόγον

    関係副詞 ὅπως に ἄν とアオリスト接続法 ἀποδῷ が結びついた譲歩的・不定の関係節。「人がこれらの各々の説明をどのように与えようとも」という不定の条件・譲歩を表し、主節の οὐ μόνον... ἀλλὰ καὶ... の成立が定義の与え方の差異に左右されないことを示している。

  2. 2.18τῷ πάντων τῶν φυσικῶν εἰδῶν αὐτὴν εἶναι δεκτικήν

    冠詞付き不定詞の与格(τῷ ... εἶναι)が主動詞 δείκνυται に対する手段・根拠(原因)を表す構文。不定詞 εἶναι の意味上の主語は対格 αὐτήν(第一質量)であり、δεκτικήν はその述語補語(対格)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:64.7-65.21