← ヨハネス・ピロポノス

アリストテレス『カテゴリー論』注解

§37.1-39.15

個別的付帯性と述語づけの推移性

フィロポノスは第2章末(1b6)の個別的付帯性の規定を解説し、続いて第3章冒頭(1b10)における述語づけの推移性が本質的・事象的述語づけに限定されることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.16

" Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δ’ ἔνια οὐδὲν κωλύει εἶναι· ἡ γὰρ τὶς γραμματικὴ τῶν ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται." Ἐπειδὴ προσεχῶς τῶν μερικῶν οὐσιῶν ἐμνημόνευσεν ὡς μὴ καθ’ ὑποκειμένου λεγομένων, λέγων τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος, οὐ μόναι δὲ αἱ μερικαὶ οὐσίαι λέγονται οὐ καθ’ ὑποκειμένου ἀλλὰ καὶ τὰ μερικὰ συμβεβηκότα, διὰ τοῦτο ἐνταῦθα καθολικὸν ποιεῖται τὸν λόγον καί φησιν ἁπλῶς δὲ (ἀντὶ τοῦ ‘καθολικῷ δέ τινι λόγῳ’) πάντα τὰ ἄτομα, ἃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ, εἴτε οὐσίαι εἶεν εἴτε συμβεβηκότα, κατ’ οὐδενὸς ὑποκειμένου λέγεται. τὸ δὲ ἁπλῶς λέγεται τριχῶς· ἢ τὸ καθόλου, ὡς λέγομεν ‘ἁπλῶς πᾶς ἄνθρωπος’ ἀντὶ τοῦ καθόλου, ἢ τὸ μοναχῶς ὡς τὸ ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ ἀντὶ τοῦ οὐ ποικίλος, ἢ τὸ κυρίως, ὡς ὅταν λέγωμεν ‘ἡ ἁπλῶς ἀρετή’ ἀντὶ τοῦ ‘ἡ κυρίως ἀρετή’. καὶ τὸ ἓν δὲ λέγεται τριχῶς, καὶ ὅλως ἡ ταυτότης καὶ ἡ ἑτερότης· λέγομεν γὰρ ἢ τῷ γένει ἓν ὡς ἄνθρωπον καὶ ἵππον, ἢ τῷ εἴδει ἓν ὡς Σωκράτην καὶ Πλάτωνα, ἢ τῷ ἀριθμῷ ὡς Πλάτωνα· ἓν γάρ τι τῷ ἀριθμῷ ὁ Πλάτων. ἀλλὰ καὶ τὰ ἕτερα ὁμοίως ἢ τῷ γένει φαμὲν ὡς ἵππον καὶ συκῆν, ἢ τῷ εἴδει ὡς ἵππον καὶ ἄνθρωπον, ἢ τῷ ἀριθμῷ ὡς Πλάτωνα καὶ Σωκράτην. ἐνταῦθα οὖν τὸ τῷ ἀριθμῷ ἓν παρέλαβεν. ἰστέον δὲ ὅτι τὰ μὲν τῷ ἀριθμῷ ἕτερα ἐνδέχεται εἶναι τῷ γένει καὶ τῷ εἴδει ἕν, ὡς Σωκράτην καὶ Πλάτωνα, τὰ δὲ τῷ εἴδει ἕτερα πάντως μὲν καὶ τῷ ἀριθμῷ ἕτερα, οὐ πάντως δὲ τῷ γένει, ἀλλ’ ἔστιν ὅτε ταὐτά, ὡς ἵππος καὶ ἄνθρωπος, τὰ δὲ τῷ γένει ἕτερα πάντως καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ,1 ὡς ἵππος καὶ συκῆ ἢ ὡς ἄνθρωπος καὶ λευκόν. Ἐν ὑποκειμένῳ δ’ ἔνια, φησίν, οὐδὲν κωλύει εἶναι· ἐπειδὴ 〈γὰρ〉 καθολικὸν τὸν λόγον ἐποιήσατο εἰπὼν μηδὲν τῶν ἀτόμων, ἃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ, εἶναι καθ’ ὑποκειμένου, οὐ μόναι δὲ αἱ μερικαὶ οὐσίαι ἀλλὰ καὶ τὰ μερικὰ συμβεβηκότα ἄτομά εἰσιν, ὡς ἡ τὶς γραμματική, ὡς αὐτός φησιν, ἐπήγαγε τὸ ἐν ὑποκειμένῳ δέ τινα οὐδὲν κωλύει εἶναι, τὰ μερικὰ συμβεβηκότα δηλῶν οὕτως.

「端的に言って、不可分なもの、すなわち数において一つのものは、いかなる基底についても語られないが、あるものが基底のうちにあることは少しも妨げられない。実際、或る文法知識は基底のうちにあるものの一つであるが、いかなる基底についても語られないからである。」 直前において彼[アリストテレス]は、「あるものは基底のうちにもなく、いかなる基底についても語られない。例えば或る人間や或る馬である」と述べることによって、基底について語られないものとして個別的実体に言及したが、基底について語られないと言われるのは個別的実体だけでなく個別的付帯性もそうであるため、このゆえにここで彼は議論を普遍的なものとし、端的に言って(「普遍的な或る言明によって」の代わりに)、不可分なもの、すなわち数においても一つであるものはすべて、実体であれ付帯性であれ、いかなる基底についても語られない、と言っているのである。ところで「端的に」(ἁπλῶς)とは三通りに言われる。すなわち、普遍的なものとして言われるか(私たちが普遍的なものの代わりに「端的にすべての人間」と言うように)、あるいは単一なものとして言われるか(「真理の言葉は本来単純である」が多様でないことの代わりに言われるように)、あるいは本来的なものとして言われるかである(私たちが「本来的な徳」の代わりに「端的な徳」と言う場合のように)。また「一つ」も三通りに言われ、一般に同一性と差異性も同様である。というのも、私たちは類において一つ(人間と馬のように)、あるいは種において一つ(ソクラテスとプラトンのように)、あるいは数において一つ(プラトンのように)と言うからである。プラトンは数において或る一つのものだからである。しかし異なるものも同様に、類において(馬と無花果の木のように)、あるいは種において(馬と人間のように)、あるいは数において(プラトンとソクラテスのように)異なると私たちは言う。したがってここでは、彼は数において一つであるものを取ったのである。なお、数において異なるものは類および種において一つであることが可能であり(ソクラテスとプラトンのように)、種において異なるものは必ずや数においても異なるが、必ずしも類において異なるわけではなく、時に同じであることもあり(馬と人間のように)、類において異なるものは必ずや種においても数においても[異なる](馬と無花果の木、あるいは人間と白いもののように)ということは知っておかねばならない。「あるものが基底のうちにあることは少しも妨げられない」と彼は言う。というのも、彼が不可分なもの、すなわち数において一つであるものは何一つ基底について語られないと述べて議論を普遍的なものとした後、個別的実体だけでなく個別的付帯性も、彼自身が言うように或る文法知識のように不可分なものであるため、彼は「しかしあるものが基底のうちにあることは少しも妨げられない」と付け加え、このようにして個別的付帯性を明らかにしたのである。

§1.17

"Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται." Διαλεχθεὶς περὶ τοῦ ἐν ὑποκειμένῳ νῦν τρέπεται ἐπὶ τὴν τοῦ καθ’ ὑποκειμένου διδασκαλίαν καὶ τρόπον τινὰ τοῦτό φησιν, ὅτι ἄλλο ἐστὶ τὸ κατηγορεῖσθαι κατά τινος καὶ ἄλλο τὸ ὡς καθ’ ὑποκειμένου κατηγορεῖσθαι, τούτῳ δὲ πάντως παρακολουθεῖ τῷ ὡς καθ’ ὑποκειμένου κατηγορουμένῳ τὸ πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ λέγεσθαι·2 οἷον κατηγορεῖται Σωκράτους ὡς καθ’ ὑποκειμένου ὁ ἁπλῶς ἄνθρωπος, τοῦ δὲ ἁπλῶς ἀνθρώπου κατηγορεῖται τὸ ζῷον, τοῦτο οὖν καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσεται· διαβιβάζει γὰρ διὰ μέσου ἑαυτοῦ ὁ ἁπλῶς ἄνθρωπος ἐπὶ Σωκράτην τὴν τοῦ ζῴου κατηγορίαν. τί δὲ αὐτῷ βούλεται τὸ ὡς καθ’ ὑποκειμένου; τὸ οὐσιωδῶς καὶ πραγματικῶς. εἰ γάρ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι· οἷον τοῦ Ἀγαμέμνονος πραγματικῶς κατηγορεῖται καὶ ὡς καθ’ ὑποκειμένου ὁ ἄνθρωπος, τοῦ δὲ ἀνθρώπου οὐσιωδῶς μὲν κατηγορεῖται τὸ ζῷον, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τὸ μὲν ζῷον κατηγορεῖται κατὰ τοῦ Ἀγαμέμνονος, οὐκέτι δὲ τὸ τρισύλλαβον. πάλιν τοῦ μὲν ζῴου ὡς καθ’ ὑποκειμένου μὲν καὶ ὡς πράγματος κατηγορεῖται τὸ ἔμψυχον τὸ αἰσθητικόν, κατὰ συμβεβηκὸς δὲ καὶ σχετικῶς τὸ γένος ἢ τὸ δισύλλαβον *. ὁμοίως ἔχει καὶ ἐπὶ συμβεβηκότων· τῶν γὰρ τριῶν, εἰ τύχοι, ὡς πράγματος κατηγορεῖται ὁ ἀριθμός, τοῦ δὲ ἀριθμοῦ ὡς μὲν πράγματος τὸ ποσόν, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τῶν τριῶν ὁ μὲν ἀριθμὸς κατηγορεῖται, τὸ δὲ τρισύλλαβον οὐκέτι. ἵνα οὖν σημάνῃ τὰ οὐσιωδῶς καὶ ὡς πραγμάτων κατηγορούμενα, εἶπε τὸ ὡς καθ’ ὑποκειμένου· τοῦ γὰρ ζῴου τὸ δισύλλαβον οὐχ ὡς καθ’ ὑποκειμένου κατηγορεῖται, ἀλλ’ ὡς φωνῆς καὶ τοῦ ποσοῦ τῶν συλλαβῶν, καὶ τὸ γένος ὡς σχέσεως. ὅσα οὖν, φησί, καθ’ ἑτέρου λέγεται ὡς καθ’ ὑποκειμένου (ἀντὶ τοῦ ὡς πράγματος ὑφεστῶτος), ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται (προσυπακουστέον δὲ καὶ ἐνταῦθα τὸ ὡς καθ’ ὑποκειμένου),3 πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.

「一方が他方について基底について語るように述語づけられるとき、述語について語られるすべてのものは、基底についても語られるであろう。」 基底のうちにあるものについて論じた後、今や彼は基底について語られるものについての教示へと転じ、いわば次のように言っている。すなわち、或るものについて述語づけられることと、基底について語るように述語づけられることとは別であり、この基底について語るように述語づけられるものには、述語について語られるすべてのものがこの[述語の]基底についても語られるということが、必ず付き従うのである。例えば、ソクラテスについて端的な人間が基底について語るように述語づけられ、端的な人間について動物が述語づけられるとすれば、したがってこれもまたソクラテスについて述語づけられるであろう。端的な人間が自分自身を媒介として、動物の述語づけをソクラテスへと伝達するからである。では彼にとって「基底について語るように」とは何を意味するのか。本質的かつ事象的に、ということである。なぜなら、もし或るものが述語について付帯的に述語づけられるなら、これが基底についても語られることは必然ではないからである。例えば、アガメムノンについて人間は事象的かつ基底について語るように述語づけられ、人間について動物は本質的に述語づけられるが、「三音節からなる」は付帯的に述語づけられる。このゆえに動物はアガメムノンについて述語づけられるが、「三音節からなる」はもはやそうではない。さらに動物について、生命あるもの、感覚するものは基底について語るように、かつ事象について語るように述語づけられるが、類や「二音節からなる」は付帯的かつ関係的に[述語づけられる]。付帯性においても同様である。例えば「3」について、数というものが事象について語るように述語づけられ、数について量というものが事象について語るように述語づけられるが、「三音節からなる」は付帯的に述語づけられるからである。このゆえに「3」について数は述語づけられるが、「三音節からなる」はもはやそうではない。それゆえ、本質的かつ事象について語るように述語づけられるものを意味表示するために、彼は「基底について語るように」と言ったのである。動物について「二音節からなる」は基底について語るようには述語づけられず、語および音節の量について語るように述語づけられ、また類は関係について語るように述語づけられるからである。したがって、「他方について基底について語るように(存立する事象について語るように、の代わりに)語られるすべてのものについて、述語について語られるすべてのものは(ここでも『基底について語るように』と補って理解すべきであるが)、基底についてもすべて語られるであろう」と彼は言うのである。

構文注3 件
  1. 1.16τὰ δὲ τῷ γένει ἕτερα πάντως καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ

    直前の文脈(τὰ μὲν τῷ ἀριθμῷ ἕτερα… τὰ δὲ τῷ εἴδει ἕτερα…)から述語形容詞 ἕτερα の省略を補って「類において異なるものは必然的に種においても数においても[異なる]」と解する。

  2. 1.17τούτῳ δὲ πάντως παρακολουθεῖ τῷ ὡς καθ’ ὑποκειμένου κατηγορουμένῳ τὸ πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ λέγεσθαι

    文の主語は定冠詞付き不定詞句 τὸ ... λέγεσθαι であり、主動詞 παρακολουθεῖ の間接補語が与格句 τούτῳ ... τῷ ὡς καθ’ ὑποκειμένου κατηγορουμένῳ である。不定詞句内の τούτῳ は ὑποκειμένου にかかり、「この[述語の]基底について」を意味する。

  3. 1.17προσυπακουστέον δὲ καὶ ἐνταῦθα τὸ ὡς καθ’ ὑποκειμένου

    προσυπακουστέον は動形容詞で「補って理解されねばならない」の意。アリストテレス本文の ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται という表現に対し、述語づけの推移が成立するためにはここでも ὡς καθ’ ὑποκειμένου(基底について語るように=本質的に)という限定を補完して読む必要があるという構文・読解上の指示である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:37.1-39.15