- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:30.4-31.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが実体を「基底」ではなく否定表現「基底のうちにない」によって定義した理由を、矛盾による区分の網羅性と基底の多義性(存在に関する基底と述語づけに関する基底)から説明し、四つの組み合わせの提示順序の根拠を論じる。
ἀλλ’ οὐδὲ αἱ εἰς τὰ λοιπὰ τῶν ἀντικειμένων εἴδη διαιρέσεις τὸ ἄφυκτον ἔχουσι, πλὴν τῶν κατὰ ἀντίφασιν μόνων γινομένων, οἷον εἴ τις λέγοι τῶν ὄντων τὰ μὲν εἶναι δεξιὰ τὰ δὲ ἀριστερά, ἢ τὰ μὲν δεσπότας τὰ δὲ δούλους, τὰ μὲν πατέρας τὰ δὲ υἱούς· ἔστι γὰρ ἃ καὶ τούτων οὐδέν ἐστιν. ἀλλὰ μὴν οὐδὲ εἰ κατὰ στέρησιν καὶ ἕξιν ἡ διαίρεσις γίνοιτο, οἷον εἴ τις λέγοι τῶν ὄντων τὰ μὲν τυφλὰ εἶναι τὰ δὲ βλέποντα, ἢ τὰ μὲν σοφὰ τὰ δὲ ἄσοφα· ἕξις γὰρ καὶ στέρησις ἐπὶ τῶν δεκτικῶν μόνων λέγεται, τὸ δὲ τὴν ἕξιν μὴ πεφυκὸς δέχεσθαι οὐδὲ ἐστερῆσθαι λέγεται ταύτης. ὥστε οὐ πάντα τὰ ὄντα διαιρεῖ ἡ ἕξις καὶ ἡ στέρησις, χωρὶς εἰ μὴ ἰσοδυναμοίη ἐπί τινων τῇ ἀντιφάσει,1 ὡς ἔχει τὸ σῶμα καὶ ἀσώματον· οὐδὲν γάρ ἐστι τούτων μεταξύ· ταὐτὸν γὰρ δύναται τῇ ἀποφάσει τῇ οὐ σῶμα τὸ ἀσώματον. μόνως οὖν ἡ κατὰ ἀντίφασιν διαίρεσις (οἷον εἴ τις λέγοι τῶν ὄντων τὰ μὲν εἶναι λευκὰ τὰ δὲ οὐ λευκά) πάντα τὰ ὄντα περιλαμβάνει· καὶ γὰρ τὸ φαιὸν οὐ λευκόν, καὶ τὸ ξανθὸν καὶ τὸ ἐρυθρὸν ὁμοίως, ἀλλὰ καὶ ψυχὴ οὐ λευκὴ καὶ ἄγγελος οὐ λευκός· οὐδὲ γὰρ ὅλως χρῶμα πέφυκεν ὑποδέχεσθαι. καὶ ὁ Πλάτων δὲ τὴν διαιρετικὴν ἐξυμνεῖ μέθοδον τὴν κατὰ ἀντίφασιν γινομένην· οὐδὲν γάρ, φησί, τῶν ὄντων καυχήσεται αὐτὴν ἐκφυγεῖν. διὰ τοῦτο τοίνυν καὶ ὁ Ἀριστοτέλης εἰρηκὼς τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ διὰ τῆς τούτου ἀποφάσεως ἐσήμανε τὴν οὐσίαν, εἰρηκὼς αὐτὴν οὐκ ἐν ὑποκειμένῳ, ἵνα πᾶσαν οὐσίαν περιλάβῃ. Πρὸς τούτοις ἐροῦμεν ὅτι τὸ ὑποκείμενον διττόν, τὸ μὲν πρὸς ὕπαρξιν ὑποκείμενον τὸ δὲ πρὸς κατηγορίαν· πρὸς ὕπαρξιν μὲν ἡ οὐσία (αὕτη γὰρ ὑπόκειται πρὸς ὕπαρξιν τοῖς συμβεβηκόσι), πρὸς κατηγορίαν δὲ τὰ μερικά· ταῦτα γὰρ ὑπόκειται πρὸς κατηγορίαν τοῖς καθόλου, οὐ πρὸς ὕπαρξιν· οὐ γὰρ δέονται τὰ καθόλου τῶν μερικῶν, ἵνα ὑποστῶσιν, ἀλλ’ ἵνα ἔχωσι καθ’ ὧν κατηγορηθήσονται. τοὐναντίον δὲ τὰ μερικὰ δέονται τῶν καθόλου, οὐ πρὸς κατηγορίαν, ἀλλὰ πρὸς ὕπαρξιν· οὐκ ἂν γὰρ εἴη Σωκράτης καὶ Πλάτων μὴ ὄντος τοῦ ἁπλῶς ἀνθρώπου. τῶν δὲ πρὸς κατηγορίαν ὑποκειμένων τὸ μέν ἐστιν οὐσία τὸ δὲ συμβεβηκός· ὑπόκειται γὰρ καὶ ἡ μερικὴ οὐσία τῇ καθόλου πρὸς κατηγορίαν, ὡς εἴρηται, ὡς Σωκράτης τῷ ἁπλῶς ἀνθρώπῳ καὶ τῷ ἁπλῶς ζῴῳ, καὶ τὸ μερικὸν συμβεβηκὸς τῷ καθόλου, ὡς τὸ ἐν τῷδε τῷ λίθῳ λευκὸν τῷ ἁπλῶς λευκῷ καὶ τῷ χρώματι· λέγομεν γὰρ καὶ τόνδε τὸν λίθον λευκὸν εἶναι καὶ τὸ ἁπλῶς λευκὸν χρῶμα εἶναι. ἐπειδὴ οὖν ὡσαύτως ἑκάτερον λέγεται ὑποκείμενον, εἰ εἶπε ‘τῶν ὄντων τὰ μὲν ἐν ὑποκειμένῳ τὰ δὲ ὑποκείμενα’, περιέλαβεν ἂν καὶ τὰ μερικὰ συμβεβηκότα, ἅτινα καὶ αὐτὰ ὑποκείμενά ἐστιν, εἰ καὶ μὴ πρὸς ὕπαρξιν, ἀλλὰ πρὸς κατηγορίαν· βούλεται δὲ διὰ τοῦ εἰπεῖν οὐκ ἐν ὑποκειμένῳ τὴν πρὸς ὕπαρξιν ὑποκειμένην οὐσίαν εἰπεῖν καὶ ἀντιδιαστεῖλαι αὐτὴν τοῖς συμβεβηκόσι. τῶν δὲ δύο διαιρέσεων τούτων ἡ μέν ἐστιν ἀπὸ τοῦ τρόπου τῆς ὑπάρξεως ἡ δὲ ἀπὸ τοῦ τρόπου τῆς κατηγορίας,2 καὶ ἀπὸ τοῦ τρόπου τῆς ὑπάρξεως ἡ λέγουσα τῶν ὄντων τὰ μὲν εἶναι ἐν ὑποκειμένῳ τὰ δὲ οὐκ ἐν ὑποκειμένῳ, ἀπὸ τοῦ τρόπου δὲ τῆς κατηγορίας ἡ λέγουσα τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τὰ δὲ οὐ καθ’ ὑποκειμένου λέγεται’· τὰ μὲν γὰρ εἶναί φησι κατηγορούμενα τὰ δὲ ὑποκείμενα πρὸς κατηγορίαν. καὶ σκόπει τὴν ἀκρίβειαν τοῦ Ἀριστοτέλους, πῶς ἐπὶ μὲν τῆς σημαινούσης τὸν τρόπον τῆς ὑπάρξεως εἶπε τὸ ἐστίν, ἐπὶ δὲ τῆς σημαινούσης τὸν τρόπον τῆς κατηγορίας εἶπε τὸ λέγεται· * * * ἀντὶ τοῦ κατηγορεῖται,3 ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν ἀντὶ τοῦ ‘οὐκ ἐν ἑτέρῳ ὑπάρχει’. τῶν δὲ τεσσάρων συζυγιῶν προτάττει τὴν καθόλου οὐσίαν ὡς τιμιωτέραν καὶ ὅτι κατὰ τὰ καθόλου ἐπιστήμονες γινόμεθα· ἐν γὰρ τοῖς κατὰ μέρος οὐδὲν διαφέρομεν τῶν ἀλόγων ζῴων, ἔνια δὲ αὐτῶν καὶ ὀξυτέρας ἡμῶν ἔχουσι τὰς αἰσθήσεις, αἷς τῶν κατὰ μέρος ἀντιλαμβανόμεθα. ἔπειτα δευτέραν τίθησι τὴν ἀντικειμένην ταύτῃ, ἔστι δὲ τὸ μερικὸν συμβεβηκός· ἀντίκειται γὰρ τῇ μὲν οὐσίᾳ τὸ συμβεβηκὸς τῷ δὲ καθόλου τὸ μερικόν. εἶτα προετίμησε τὸ καθόλου συμβεβηκὸς τῆς μερικῆς οὐσίας, διότι περὶ τῶν καθόλου τοῖς φιλοσόφοις ὁ λόγος.
しかし、対立するものの残りの種へと向かう区分も、矛盾によってなされるものだけを除いては、漏れのない性質を持ちません。たとえば、誰かが存在するもののうち或るものは右であり他のものは左であるとか、あるいは或るものは主人であり他のものは奴隷であるとか、或るものは父であり他のものは子である、と言うような場合です。これらのいずれでもないものも存在するからです。さらにまた、欠如と所有による区分がなされる場合も同様です。たとえば、誰かが存在するもののうち或るものは盲目であり他のものは見えているとか、或るものは知恵があり他のものは知恵がない、と言うような場合です。所有と欠如はそれを受け入れる能力のあるものについてのみ言われるのであり、所有を受け入れる本性を持たないものは、その所有を欠いているとも言われないからです。したがって、所有と欠如はある特定のものにおいて矛盾と同等な力を持たない限り、すべての存在するものを区分することはありません。それは物体と非物体の場合と同様です。これらの中間には何ものも存在しないからです。非物体ということは、「物体でない」という否定と同じ力を持つからです。それゆえ、矛盾による区分(たとえば誰かが存在するもののうち或るものは白であり他のものは白でないと言うようなもの)のみが、すべての存在するものを包括するのです。灰色も白ではないし、黄色や赤も同様であり、さらには魂も白ではないし天使も白ではないからです。それらはそもそも色を受け入れる本性を有していないからです。そしてプラトンもまた、矛盾によってなされる区分法を称賛しています。彼が言うには、存在するもののいかなるものもそれを逃れたと誇ることはできないからです。それゆえにこそ、アリストテレスもまた付帯性を「基底のうちにある」と述べた後、この否定を通じて実体を意味し、すべての実体を包括するために実体を「基底のうちにない」と述べたのです。 これらに加えて、私たちは「基底」には二重の意味があり、一方は存在に関する基底であり、他方は述語づけに関する基底であると述べることにします。存在に関する[基底]は実体であり(これこそが付帯性の存在のために下敷きとなっているからです)、述語づけに関する[基底]は個別です。これらは普遍の述語づけのために下敷きとなっているのであって、存在のためにではないからです。普遍は存立するために個別のものを必要としているのではなく、それらについて述語づけられることになる対象を持つために[必要としている]からです。それとは反対に、個別のものは述語づけのためではなく存在のために普遍を必要としています。端的な人間が存在しなければ、ソクラテスやプラトンも存在しないでしょうから。述語づけに関する基底のうち、或るものは実体であり、他のものは付帯性です。言われたように、個別的実体もまた端的な人間や端的な動物に対するソクラテスのように、述語づけのために普遍に下敷きとなっていますし、個別的付帯性も端的な白や色に対するこの石における白のように、普遍に下敷きとなっているからです。私たちはこの石も白であると言いますし、端的な白も色であると言うからです。したがって、双方が等しく「基底」と言われる以上、もし彼が「存在するもののうち、或るものは基底のうちにあり、他のものは基底である」と言ったとすれば、個別的付帯性をも含めてしまったことでしょう。それらは存在のためにではなく述語づけのためにであるとしても、それら自身もまた基底だからです。しかし彼は「基底のうちにない」と言うことによって、存在に関して基底である実体を述べ、それを付帯性と区別することを意図しているのです。 ところでこれら二つの区分のうち、一方は存在の様態に基づくものであり、他方は述語づけの様態に基づくものです。存在の様態に基づくものは「存在するもののうち或るものは基底のうちにあり、他のものは基底のうちにない」と言うものであり、述語づけの様態に基づくものは「存在するもののうち或るものは基底について言われ、他のものは基底について言われない」と言うものです。或るものは述語づけられるものであり、他のものは述語づけに関する基底であると彼が言っているからです。そしてアリストテレスの厳密さを見て取りなさい。いかに存在の様態を意味するものにおいては「ある」と言い、述語づけの様態を意味するものにおいては「言われる」と言ったかということです。[「基底について言われる」とは]「述語づけられる」の代わりであり、「いかなる基底のうちにもない」とは「他のもののうちに存在しない」の代わりです。四つの結合のうち、彼は普遍的実体をより尊いものとして、また私たちは普遍によって知見をもつ者となるゆえに第一に置きます。個別のものに関しては私たちは理性のない動物と何ら異ならず、それらの動物のうちの幾つかは、さらには私たちがそれによって個別のものを知覚する感覚を、私たちよりも鋭敏なものとして持っているからです。次いで彼はこれに対立するものを第二に置きますが、それは個別的付帯性です。実体には付帯性が、普遍には個別が対立するからです。そののち、彼は普遍的付帯性を個別的実体よりも優先させました。哲学者たちの論議は普遍に関するものだからです。
- 1.14χωρὶς εἰ μὴ ἰσοδυναμοίη ἐπί τινων τῇ ἀντιφάσει
χωρὶς εἰ μή は「〜の場合を除いて(unless)」という例外を表す慣用句であり、希求法 ἰσοδυναμοίη を伴って一般的・仮定的な例外事象を導入している。
- 1.14τῶν δὲ δύο διαιρέσεων τούτων ἡ μέν ἐστιν ἀπὸ τοῦ τρόπου τῆς ὑπάρξεως ἡ δὲ ἀπὸ τοῦ τρόπου τῆς κατηγορίας
文頭の属格句 τῶν δὲ δύο διαιρέσεων τούτων は全体を表す部分属格であり、後続する主語 ἡ μέν ... ἡ δέ によって二分されている。
- 1.14* * * ἀντὶ τοῦ κατηγορεῖται
校訂本で記号 * * * が付されているように、テキストに脱落(lacuna)が存在する。直前の「述語づけの様態を意味するものにおいては『言われる』と言った」という文脈および後続の「『いかなる基底のうちにもない』とは『他のもののうちに存在しない』の代わりである」との対比から、脱落箇所には καθ’ ὑποκειμένου δὲ λέγεται(「基底について言われる」)に相当する主語句が含まれていたと補って読まれる。
