- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:167.19-169.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『カテゴリー論』第10章(11b16)の開始部において、書物全体の三分法と前章からの文体的な接続の連続性を確認した上で、対立(アンティケイメナ)の四分類(関係、反対、所有と欠如、肯定と否定)がなぜこの四種に限られるのかを二者択一的な分割によって論証する。
" Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντικεῖσθαι, ῥητέον.1" Πεπλήρωται ὁ τῶν κατηγοριῶν λόγος καὶ ἄρχεται τοῦ μετὰ τὰς κατηγορίας τμήματος· εἰρήκαμεν γὰρ κατ’ ἀρχὰς τοῦ βιβλίου ὅτι εἰς τρία μέρη διῄρηται τοῦτο τὸ βιβλίον, εἴς τε τὸ πρὸ τῶν κατηγοριῶν καὶ τὸ περὶ αὐτῶν τῶν κατηγοριῶν καὶ τὸ μετὰ τὰς κατηγορίας, καὶ ὅτι ἐν μὲν τῷ πρὸ τῶν κατηγοριῶν περὶ φωνῶν διαλέγεται, αἷς μέλλει χρήσασθαι ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν, ἀγνώστων ἡμῖν ἐκ τῆς συνηθείας οὐσῶν, ἐν δὲ τῷ δευτέρῳ τμήματι περὶ αὐτῶν τῶν κατηγοριῶν, ἐν δὲ τῷ τρίτῳ, τοῦτ’ ἔστι τῷ προκειμένῳ, περί τινων φωνῶν ὧν παρέλαβεν ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν, ὧν ἔννοιαν μέν τινα ἔχομεν οὐ μὴν διηρθρωμένην.2 ὅτι δὲ οὐκ ἔστιν ἀπηρτημένον τὸ τμῆμα τοῦτο τοῦ σκοποῦ τῶν κατηγοριῶν, ὥς τινες ἐνόμισαν, δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων, καὶ ἐξ αὐτοῦ δὲ τοῦ συνεχοῦς τῆς φράσεως δῆλον· τὸν γὰρ μὲν σύνδεσμον εἰρηκὼς ἐν τῷ τέλει τοῦ τμήματος τοῦ πρὸ τούτου, ἐν τούτῳ τὸν δὲ ἐπήγαγεν· εἰρηκὼς γὰρ ἐν ἐκείνῳ ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἐν τῇ ἀρχῇ τούτου φησὶ περὶ δὲ τῶν ἀντικειμένων. ὥστε καὶ ἐκ τούτου δήλη ἡ τοῦ σκοποῦ συνέχεια. πρῶτον δὲ διδάσκει περὶ τῶν ἀντικειμένων· καὶ γὰρ ἐν τῷ Περὶ ποσοῦ λόγῳ μνήμην τούτων ἐποιήσατο, ἡνίκα ἔλεγε τὸ μέγα τῷ μικρῷ ἀντικεῖσθαι οὐχ ὡς τὰ ἐναντία ἀλλ’ ὡς τὰ πρός τι. βούλεται τοίνυν ἐνταῦθα διδάξαι ποσαχῶς τὰ ἀντικείμενα λέγεται. τὰ τοίνυν ἀντικείμενα, φησί, τετραχῶς ἀντίκειται, ἢ ὡς πρός τι ἢ ὡς ἐναντία ἢ ὡς στέρησις καὶ ἕξις ἢ ὡς κατάφασις καὶ ἀπόφασις. Ζητητέον δὲ τί δή ποτε τέσσαρα μόνα τὰ εἴδη τῶν ἀντικειμένων καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, καὶ τίς ἡ αἰτία τῆς τοιαύτης αὐτῶν τάξεως. ἵνα οὖν μάθωμεν διὰ τί τέσσαρα μόνα, εἴπωμεν οὕτως· τὰ ἀντικείμενα ἢ ὡς λόγοι ἀντίκεινται ἢ ὡς πράγματα. τὰ δὲ ὡς πράγματα ἀντικείμενα ἢ ἐν σχέσει τινὶ θεωρεῖται ἢ ἄσχετά εἰσι. καὶ εἰ ἄσχετά ἐστιν, ἢ μεταβάλλει εἰς ἄλληλα ἢ οὐ μεταβάλλει. ὡς λόγοι μὲν οὖν ἀντίκεινται κατάφασις καὶ ἀπόφασις, οἷον Σωκράτης περιπατεῖ — Σωκράτης οὐ περιπατεῖ, ὡς πράγματα δὲ καὶ σχέσιν ἔχοντα ἀντίκεινται τὰ πρός τι, οἷον πατὴρ καὶ υἱός, δεξιὸν καὶ ἀριστερόν, ἐπιστήμη καὶ ἐπιστητόν, ὡς πράγματα δὲ καὶ σχέσιν μὴ ἔχοντα καὶ μεταβάλλοντα εἰς ἄλληλα τὰ ἐναντία, οἷον τὸ μέλαν καὶ τὸ λευκόν, τὸ θερμὸν καὶ τὸ ψυχρόν, ὡς πράγματα δὲ ἄσχετα καὶ μὴ μεταβάλλοντα εἰς ἄλληλα ἕξις καὶ στέρησις, οἷον ὄψις καὶ τυφλότης· ἡ μὲν γὰρ ἕξις μεταβάλλει εἰς τὴν στέρησιν, οἷον ἡ ὄψις εἰς τὴν τυφλότητα, ἡ μέντοι γε στέρησις οὐ μεταβάλλει εἰς τὴν ἕξιν, οἷον ἡ τυφλότης εἰς τὴν ὄψιν· στέρησιν γὰρ ἐνταῦθα λαμβάνει τὴν παντελῆ τοῦ εἴδους φθορὰν3 καὶ αὐτῆς τῆς δυνάμεως, ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει στέρησιν λέγει οὐ τὴν παντελῆ τῆς δυνάμεως φθοράν (βούλεται γὰρ ἐν ἐκείνοις καὶ τὴν στέρησιν εἰς τὴν ἕξιν μεταβάλλειν), ἀλλὰ τῆς ἐνεργείας μόνης τὴν ἀπουσίαν. τίνος μὲν οὖν ἕνεκα τέσσαρα μόνα τὰ εἴδη τῶν ἀντικειμένων ἐστίν, ἡ διαίρεσις ἡμῖν ἐδήλωσεν. διὰ τί δὲ πρώτην ἔταξε τὴν τῶν πρός τι ἀντίθεσιν, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, τετάρτην δὲ τὴν τῆς καταφάσεως καὶ ἀποφάσεως, νυνὶ ἐροῦμεν.
「対立するものどもについては、それらが幾つの仕方で対立する慣わしであるか、語られねばならない。」 カテゴリーについての議論は完了し、彼はカテゴリーの後に位置する区分を始める。なぜならわれわれはこの書の初めに、この書が三つの部分へと、すなわちカテゴリーに先立つもの、カテゴリー自体についてのもの、カテゴリーの後に位置するものへと区分されていること、そしてカテゴリーに先立つものにおいては、カテゴリーの教授において用いることになり、かつ日常の慣行からはわれわれにとって未知である表現について論じ、第二の区分においてはカテゴリー自体について論じ、第三の、すなわち目の前にある区分においては、カテゴリーの教授において導入した幾つかの表現で、われわれがそれについて何らかの概念を抱いているものの、はっきりと分節された概念ではないものについて論じているのだと語ったからである。そして、この区分が、何人かの者が考えたようなカテゴリー論の意図から切り離されたものではないことは、語られたことからも明らかであるが、表現そのものの連続性からも明らかである。なぜなら、[アリストテレスは]この区分に先立つ区分の末尾において「一方(メン)」という接続詞を述べておきながら、この区分において「他方(デ)」を導いたからである。実際、かの区分において「それゆえ、一方、提示された類については」と述べておきながら、この区分の初めにおいて「対立するものどもについては、他方」と述べているのである。したがって、このことからしても意図の連続性は明らかである。そして彼は第一に対立するものどもについて教える。実際、「量について」の議論においても、大が小に対立するのは反対のものとしてではなく関係概念としてであると語ったときに、これらについての言及を行っていたのである。それゆえ彼はここで、対立するものは幾つの仕方で語られるかを教えようと望んでいる。そこで、対立するものは四つの仕方で、すなわち関係概念としてか、反対のものとしてか、欠如と所有としてか、肯定と否定として対立する、と彼は言う。他方、なぜ対立するものの種は四つのみであって、それより多くも少なくもないのか、またそれらのそのような順序の原因は何であるかが探求されねばならない。それゆえ、なぜ四つのみであるのかをわれわれが知るために、次のように言おう。対立するものは言明として対立するか、あるいは事象として対立するかのいずれかである。他方、事象として対立するものは、ある関係において考察されるか、あるいは無関係であるかのいずれかである。そしてもし無関係であるならば、互いに変化するか、あるいは変化しないかのいずれかである。したがって、言明として対立するのは肯定と否定であり(例えば「ソクラテスは歩く――ソクラテスは歩かない」)、事象として、かつ関係をもつものとして対立するのは関係概念であり(例えば父と子、右と左、知識と知られるもの)、事象として、かつ関係をもたず、互いに変化するものとして対立するのは反対のものであり(例えば黒と白、温と冷)、事象として、関係をもたず、互いに変化しないものとして対立するのは所有と欠如である(例えば視力と盲目)。なぜなら、所有は欠如へと変化するが(例えば視力が盲目へ)、しかし欠如は所有へと変化しないからである(例えば盲目が視力へ)。というのも、ここで彼は欠如を、形相の、そして潜在能力そのものの完全な滅失として取っているからである(他方『自然学講義』においては、彼は欠如を潜在能力の完全な滅失とは言わず――というのもそれらの箇所では欠如も所有へと変化することを認めているからである――、現実活動のみの不在と呼んでいる)。それゆえ、いかなる原因によって対立するものの種が四つのみであるかは、この分割がわれわれに示した。他方、なぜ彼が関係概念の対立を第一に、反対のものの対立を第二に、所有と欠如の対立を第三に、肯定と否定の対立を第四に配置したのかについては、今から語ることにしよう。
- 7.1Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντικεῖσθαι, ῥητέον
前置詞句 Περὶ δὲ τῶν ἀντικειμένων が間接疑問節 ποσαχῶς εἴωθεν ἀντικεῖσθαι に先行して提示される先取り構文(prolepsis)。動詞 ῥητέον に対する意味上の主題を文頭に予告し、疑問節の内容をその主題についての説明として接続している。
- 7.1ὧν παρέλαβεν ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν, ὧν ἔννοιαν μέν τινα ἔχομεν οὐ μὴν διηρθρωμένην
二つの関係代名詞 ὧν が共に先行詞 περί τινων φωνῶν を修飾する並列関係節構造。第一の ὧν は παρέλαβεν の目的語(παραλαμβάνω τινά の関係代名詞化に伴う目的格から先行詞への牽引、または属格支配)、第二の ὧν は ἔννοιαν に対する目的格的属格として機能している。
- 7.1στέρησιν γὰρ ἐνταῦθα λαμβάνει τὴν παντελῆ τοῦ εἴδους φθορὰν
動詞 λαμβάνει が στέρησιν を直接目的語とし、定冠詞を伴う対格句 τὴν παντελῆ τοῦ εἴδους φθορὰν を述語的対格とする二重対格構文(「欠如を形相の完全な滅失として理解する」)。
