- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:154.14-156.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ピロポノスは、単一の基底体における自然的希薄化・稠密化が質であるのに対し、複数の物体に関わるものは位置であることを確認した上で、直線性・屈曲性が質であり粗さ・滑らかさが位置にすぎないとされる理由を、幾何学的なエイドスの相違に基づいて論証する。
ὥστε οὐ κατακερματιζόμενον τὸ ὕδωρ ποιεῖ τὸν ἀέρα, ἀλλὰ πάντῃ τρεπόμενον καὶ ἀλλοιούμενον. ὅτι δὲ ποιότητές εἰσι ταῦτα, σαφῶς δείκνυσιν ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ· λέγει γὰρ ὅτι ὥσπερ τὸ σῶμα ποιοτήτων ὂν δεκτικὸν μεταβάλλει κατὰ ταύτας καθ’ ὅλον ἑαυτὸ ἐκ λευκοῦ μέλαν γινόμενον καὶ ἐκ μέλανος λευκόν, οὕτως ἐπειδὴ καὶ ἡ μανότης καὶ ἡ πυκνότης εἰσὶ ποιότητες, εἰκότως καὶ κατὰ ταύτας τὸ σῶμα μεταβάλλει, καὶ δεχόμενον μὲν πυκνότητα γίνεται ὕδωρ, ἔτι δὲ μᾶλλον πυκνούμενον γίνεται γῆ, μεταβάλλον δὲ ἐκ πυκνότητος εἰς μανότητα γίνεται ἀήρ, ἔτι δὲ μᾶλλον μανωθὲν γίνεται πῦρ. ἡ μὲν οὖν φυσικὴ μάνωσις ἢ πύκνωσις ἡ περὶ ἓν καταγινομένη ὑποκείμενον ποιότης ἐστίν, εἰ δὲ μὴ περὶ ἓν ἀλλὰ περὶ πλείονα σώματα καταγίνεται, κἂν φυσικὴ ᾖ, οὐ λέγεται ποιότης, ἀλλὰ θέσις, οἷον ἡ τῶν ὀδόντων πυκνότης ἢ μανότης· εἰ γὰρ καὶ ἐκ φύσεώς ἐστιν, ἀλλὰ τῷ μὴ περὶ ἓν γίνεσθαι ὑποκείμενον ἀλλὰ περὶ πλείονα τοὺς ὀδόντας, οὐ λέγεται ποιότης, θέσις δὲ μᾶλλον. ταῦτα μὲν ἐπὶ τοσοῦτον. Τοῦ δὲ Ἀριστοτέλους τὴν μὲν εὐθύτητα καὶ καμπυλότητα ποιότητας εἶναι λέγοντος, τραχύτητα δὲ καὶ λειότητα μηκέτι ποιότητας, θέσιν δὲ μόνην τῶν μορίων εἶναι τὸ τραχὺ καὶ τὸ λεῖον, ὡς ἔφημεν εἰπόντες, ἀποροῦσί τινες ὅτι μήποτε καὶ τὸ εὐθὺ καὶ καμπύλον θέσιν μόνην τῶν μορίων δηλοῖ, εἴπερ εὐθεῖα γραμμή ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται ἢ πάλιν ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ·1 δῆλον γὰρ ὅτι κἀνταῦθα ἡ τοιάδε θέσις τῶν τῆς γραμμῆς μορίων ποιεῖ τὴν εὐθεῖαν, ὥστε μηδὲν αὐτῆς μόριον ἐκτὸς ἢ ἐντὸς νεύειν ἀλλ’ ἐπιπροσθεῖν διὰ τὴν ἰσότητα τὰ μέσα τοῖς ἄκροις. καὶ τὸ καμπύλον δὲ μόνῃ τῇ τῶν μορίων θέσει τῆς εὐθύτητος διαφέρει· τῶν γὰρ μορίων αὐτῆς ἐπικαμπτομένων καὶ τῶν μὲν ἐκτὸς τῶν δὲ ἐντὸς νευόντων συμβαίνει τὴν καμπυλότητα γενέσθαι. ἢ οὖν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον ποιότητες, ἢ εἰ ταῦτα θέσιν μόνην τῶν μορίων σημαίνει, τὸ αὐτὸ ἂν σημαίνοι καὶ τὸ εὐθὺ καὶ τὸ καμπύλον. ἡ μὲν οὖν ἀπορία τοιαύτη. ἐπιλυόμεθα δὲ αὐτὴν τοῦτον τὸν τρόπον· οὐκ ἔστι ταὐτὸν καμπύλην εἰπεῖν γραμμὴν καὶ κεκλασμένην· ἡ μὲν γὰρ κεκλασμένη γραμμὴ οὐκ ἀμείβει τὸ τῆς εὐθείας εἶδος, ᾗ εὐθεῖα εἴη,2 ἀλλὰ μόνον ἡ μία δύο γίνεται καὶ γωνίαν ποιεῖ, ἡ δὲ καμπύλη ἄλλο τὸ εἶδος ἔχει παρὰ τὴν εὐθεῖαν· τὸ γὰρ καμπύλον τὸ περιφερὲς σημαίνει. ὅτι δὲ κατ’ εἶδος ἐξήλλακται ἡ περιφέρεια τῆς εὐθείας, πολλαχόθεν δῆλον. πρῶτον μὲν ὅτι τῆς περιφερείας πᾶν μόριον παντὶ μορίῳ ἐφαρμόζει, ὥσπερ καὶ τῆς εὐθείας πάλιν τὰ μόρια ἅπαντα ἀλλήλοις ἐφαρμόζουσιν· οὐδὲν δὲ μόριον εὐθείας οὐδενὶ μορίῳ περιφερείας ἐφαρμόζει. δεύτερον εἰ τὰ ἐξ εὐθειῶν συγκείμενα σχήματα κατ’ εἶδος διενήνοχε τῶν ἐκ περιφερείας συγκειμένων, καὶ ἡ εὐθεῖα ἄρα τῆς περιφερείας κατ’ εἶδος ἐξαλλάσσει. ἔτι εὐθεῖα μὲν γραμμὴ οὔτε μία σχῆμα ἀποτελεῖ οὔτε δύο, ἀλλὰ τοὐλάχιστον τρεῖς, ὅθεν πρῶτον τῶν εὐθυγράμμων σχημάτων καὶ ἁπλούστατον τὸ τρίγωνον ἐκ τριῶν εὐθειῶν περιεχόμενον· ἡ δὲ περιφερὴς μία οὖσα ποιεῖ τὸ τοῦ κύκλου σχῆμα· κύκλος γάρ ἐστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον καὶ τὰ ἑξῆς. εἰ τοίνυν ἰδέας διαφόρου ἡ εὐθεῖα τετύχηκε καὶ ἡ περιφέρεια, οὐκ ἄρα τῇ θέσει μόνῃ τῶν μορίων διενηνόχασι. τὸ μέντοι τραχὺ καὶ τὸ λεῖον μόνῃ τῇ θέσει τῶν μορίων διαφέρει. ὅθεν οὐδὲ ἐξαλλάσσεται παρὰ ταῦτα κατ’ εἶδος τὸ ὑποκείμενον, ἀλλὰ τοῦ αὐτοῦ μένοντος εἴδους τῆς ἐπιφανείας ἡ αὐτὴ τραχεῖα καὶ λεῖα γίνεται· οἷον εἰ τετράγωνον εἴη χωρίον, εἶτα τὰ μέν τις ὀρύξας κοιλανεῖ, τὰ δὲ ἐπεγείρει, τραχὺ γίνεται μένον τετράγωνον. καὶ ἐὰν πάλιν τὰ τῶν μορίων ἐξέχοντα περιξέσας τὰς κοιλότητας ἀναπληρώσῃ, λεῖον γίνεται μὴ ἐξαλλάξαν τὸ τοῦ τετραγώνου εἶδος μηδὲ ποιότητά τινα προσλαβόν, ἀλλὰ μόνον τὴν τῶν μορίων ἐξαμεῖψαν θέσιν. ὥστε καλῶς τὴν μὲν εὐθύτητα καὶ καμπυλότητα, τοῦτ’ ἔστι περιφέρειαν, ποιότητας εἶπεν ὁ Ἀριστοτέλης, τὸ δὲ τραχὺ καὶ τὸ λεῖον κατὰ μόνην τὴν τῶν μορίων διαφέρειν θέσιν.
したがって、水は細分されることによって空気を作るのではなく、全体として転化され変質することによって[空気を作るの]である。そしてこれらが質であることは、アリストテレスが『自然学講義』において明白に示している。というのも、物体は質の受容体であるゆえに、これらに応じて全体を通じて自ら白から黒へ、黒から白へと変化するように、同様に希薄さと稠密さもまた質である以上、物体がこれらに応じても変化するのは当然であり、稠密さを受け入れて水となり、さらに稠密化されて土となり、稠密さから希薄さへと変化して空気となり、さらに希薄化されて火となる、と彼が述べているからである。それゆえ、一つ[だけ]の基底体に関わる自然的・本性的な希薄化あるいは稠密化は質であるが、一つではなく複数の物体に関わるなら、たとえ自然的なものであっても質とは言われず、位置と言われるのである。例えば歯の稠密さや希薄さ[隙間]がそうである。というのも、たとえ本性によるとしても、一つ[だけ]の基底体に関わるのではなく、複数のもの、すなわち歯に関わって生じることによって、質とは言われず、むしろ位置と言われるからである。これらのことについてはこれくらいにしておこう。 ところで、アリストテレスが直線性や屈曲性は質であると言う一方で、粗さや滑らかさはもはや質ではなく、私たちが前に述べたように、粗いものや滑らかなものは部分の位置にすぎないと言っていることについて、ある人々は、直線とはその上にある諸点に対して一様に置かれているもの、あるいは中間が両端を覆い隠すものであるとするなら、ひょっとすると直線的なものや屈曲したものもまた部分の位置のみを示しているのではないか、と疑問を提起する。というのも、ここでも線の部分のこのような位置が直線を成しており、その結果、そのいかなる部分も外側や内側に傾くことなく、均等性ゆえに中間が両端を覆い隠すことになるのは明らかだからである。そして屈曲したものも、部分の位置のみにおいて直線性から異なっている。すなわち、その部分が曲げられ、あるものは外側へ、あるものは内側へと傾くことによって、屈曲が生じるからである。したがって、粗いものと滑らかなものも質であるか、あるいはこれらが部分の位置のみを意味するならば、直線的なものと屈曲したものも同一のことを意味するはずである[という疑問である]。提起される疑問はこのようなものである。そして私たちはこれを次のような仕方で解決する。曲がった線と言うことと折れ線と言うことは同一ではない。なぜなら、折れ線はそれが直線である限りにおいて直線の種相を変えることはなく、ただ一本が二本になって角をなすだけであるが、曲がった線は直線とは別の種相を持っているからである。屈曲したものは円周[円弧]を意味するからである。そして円周が直線から種相において異なっていることは、多くの点から明らかである。第一に、直線の諸部分がすべて互いに重なり合うのと同様に、円周のあらゆる部分はあらゆる部分に重なり合うが、直線のいかなる部分も円周のいかなる部分とも重なり合わない。第二に、直線から構成される図形が円周から構成される図形と種相において異なっているなら、直線もまた円周から種相において異なる。さらに、一本の直線も二本の直線も図形を完成させず、少なくとも三本が必要であり、それゆえ直線図形のうち最初のもので最も単純なものは三本の直線に囲まれた三角形であるが、円周は一本でありながら円の図形を成す。というのも、円とは一本の線に囲まれた平面図形であり、云々だからである。それゆえ、もし直線と円周とが異なるエイドスを得ているならば、それらは部分の位置のみによって異なっているのではない。他方、粗いものと滑らかなものは部分の位置のみによって異なる。それゆえ、これらによって基底体が種相において変わることはなく、表面の同一の種相が保たれたまま、同一の〔表面〕が粗くも滑らかにもなるのである。例えば四角い土地があるとして、それから誰かがある部分を掘って窪ませ、ある部分を盛り上げるなら、四角形のままで粗くなる。そしてもし再び部分の突出部を削り取って窪みを埋めるなら、四角形の種相を変えることもなく、何らかの質を新たに獲得することもなく、ただ部分の位置を変えただけで滑らかになる。したがって、アリストテレスが直線性や屈曲性、すなわち円周を質と言い、粗いものと滑らかなものは部分の位置のみによって異なると言ったのは正しいのである。
- 5.23εἴπερ εὐθεῖα γραμμή ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται ἢ πάλιν ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ
直線の二つの定義が並置されている。前者の ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται はユークリッド『原論』第1巻定義4の定式であり、後者の ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ は視覚的遮蔽に基づく伝統的定義(中間が両端を覆い隠す)である。動詞 ἐπιπροσθέω は与格(τοῖς ἄκροις)を支配して「〜の前に立ちはだかる」「〜を覆い隠す」を意味する。
- 5.23ᾗ εὐθεῖα εἴη
関係代名詞の与格女性形 ᾗ が制限的接続詞(「〜である限りにおいて」)として機能し、希求法 εἴη を伴って「それが直線である限りにおいて」という条件的一般規定を表している。直後の ἀλλά 以下の節に対置され、折れ線(κεκλασμένη)になっても直線の本質的エイドス自体は変化しないことを述べている。
