- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:14.1-15.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの『範疇論』冒頭「同名義的と言われるのは」を取り上げ、言語表現が肉体に結びついた魂にとって不可欠である理由を述べた後、名と定義の共通・相違に基づく四つの区分(同名義・多名・同義・異名)と、なぜ本文では二つのみが直接論じられるかを説明する。
" Ὁμώνυμα λέγεται." Αἱ ψυχαὶ αἱ ἡμέτεραι γυμναὶ μὲν οὖσαι τῶν σωμάτων ἠδύναντο διὰ τῶν νοημάτων σημαίνειν ἀλλήλαις τὰ πράγματα· ἐπειδὴ δὲ σώμασι συνδέδενται δίκην νέφους περικαλύπτουσιν αὐτῶν τὸ νοερόν,1 ἐδεήθησαν τῶν ὀνομάτων, δι’ ὧν σημαίνουσιν ἀλλήλαις τὰ πράγματα. ἰστέον τοίνυν ὅτι σημαίνομεν ἀλλήλοις τὰ πράγματα ἢ διὰ τῶν ὀνομάτων ἢ διὰ τῶν ὁρισμῶν, οἷον τὸν ἄνθρωπον σημαίνομεν καὶ διὰ τῆς ἄνθρωπος φωνῆς καὶ διὰ τοῦ ὁρισμοῦ τοῦ λέγοντος ‘ζῷον λογικὸν θνητόν’. ἀλλ’ ὅταν μὲν διὰ τῆς ἄνθρωπος φωνῆς σημαίνωμεν τὸν ἄνθρωπον, ἀθρόαν αὐτοῦ τὴν φύσιν ἐδηλώσαμεν, ὅταν δὲ διὰ τοῦ ὁρισμοῦ, τὰ κατὰ μέρος προσόντα τῷ ἀνθρώπῳ θεωροῦμεν. τῶν οὖν πραγμάτων τὰ μὲν κοινωνεῖ ἀλλήλοις κατὰ τὸ ὄνομα διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν καὶ καλεῖται ὁμώνυμα, τὰ δὲ κοινωνεῖ μὲν κατὰ τὸν ὁρισμὸν διαφέρει δὲ κατὰ τὸ ὄνομα καὶ καλεῖται πολυώνυμα, τὰ δὲ κατά τε τὸ ὄνομα καὶ τὸν ὁρισμὸν κοινωνεῖ καὶ καλεῖται συνώνυμα, τὰ δὲ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν ὁρισμὸν διαφέρει, ἃ καλεῖται ἑτερώνυμα. Εἰδέναι δὲ χρὴ ὅτι ἄλλο ἐστὶν ἕτερον καὶ ἄλλο ἑτερώνυμον· ἑτερώνυμα μέν εἰσι τὰ περὶ ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον θεωρούμενα πράγματα διαφόρου δὲ μετέχοντα ὀνόματος· οἷον ἐπὶ τῆς κλίμακος καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις, καὶ ἄλλως μὲν ὁρίζεται ἡ ἀνάβασις ἄλλως δὲ ἡ κατάβασις, καὶ τὰ ὀνόματα δὲ διάφορα· ἀνάβασις γὰρ καὶ κατάβασις. ταῦτα οὖν ἰδίως ἑτερώνυμα καλοῦσιν. ἕτερα δὲ τὰ κατὰ πάντα ἄλλα, καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὸ ὄνομα, οἷον ἄνθρωπος καὶ ἵππος. Περὶ τῶν ὁμωνύμων δὲ μόνων καὶ συνωνύμων ποιεῖται τὴν διδασκαλίαν, διότι αὐτῶν μόνων ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ χρῄζει, ζηλῶν κἀν τούτῳ τὴν γεωμετρικὴν διδασκαλίαν· εἰώθασι γὰρ κἀκεῖνοι περὶ μόνων προλαμβάνειν τῶν συμβαλλομένων αὐτοῖς ἐν τῷ προκειμένῳ βιβλίῳ ἢ θεωρήματι. ἢ καὶ ἄλλως συντομίας ἀεὶ ἐρῶν διὰ τούτων καὶ περὶ τῶν λοιπῶν ἡμᾶς δυνάμει διδάσκει· τούτων γὰρ γνωσθέντων γνώριμα ἔσται καὶ τὰ λοιπὰ ὡς ἀντικείμενα· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπιστήμη· ὁ γὰρ εἰδὼς τί ἐστιν ὁμώνυμον εἴσεται καὶ τὸ τούτῳ ἀντικείμενον, λέγω δὴ τὸ πολυώνυμον· εἰ γὰρ ὁμώνυμόν ἐστι τὸ κοινωνοῦν μὲν τῷ ὀνόματι τῷ δὲ πράγματι διαφέρον, ὡς μῦς ὅ τε θαλάσσιος καὶ ὁ γηγενής, πολυώνυμον ἄρα ἐστὶ τὸ τούτῳ ἀντικείμενον, τὸ τῷ πράγματι μὲν ταὐτὸν διαφέρον δὲ τῷ ὀνόματι, ὡς ἄορ ξίφος σπάθη. ὁμοίως δὲ καὶ ὁ εἰδὼς τί ἐστι συνώνυμον, ὅτι τὸ καὶ τῷ ὁρισμῷ καὶ τῷ ὀνόματι κοινωνοῦν, ὡς ἄνθρωπος Σωκράτης τε καὶ Πλάτων, οὗτος καὶ τί ἐστιν ἑτερώνυμον εἴσεται, ὅτι τὸ καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι διαφέρον, ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις· καὶ γὰρ καὶ ὀνόματι καὶ πράγματι διαφέρουσιν, εἰ καὶ τὸ ὑποκείμενον ἀμφοτέροις τοῖς πράγμασι τὸ αὐτό ἐστιν· ὡς γὰρ ἄλλο τί ἐστι τὸ εἶναι σίτῳ καὶ ἄλλο τὸ εἶναι σπέρματι ἢ καρπῷ,2 οὕτως ἄλλο τί ἐστι τὸ εἶναι κλίμακι καὶ ἄλλο τὸ ἀναβάσει εἶναι ἢ καταβάσει· ποιᾶς γὰρ σχέσεως τῆς περὶ τὴν κλίμακα ἐνεργείας ταῦτά ἐστιν ὀνόματα δηλωτικά.3
「同名義的と言われるのは」我々の魂は、肉体を脱ぎ捨てていれば概念によって互いに事物を意味することができたのであるが、雲のように自らの知性的部分を覆い隠す肉体に結び合わされているため、それらによって互いに事物を意味するところの名を必要とした。したがって知られるべきこととして、我々は名によって、あるいは定義によって互いに事物を意味するのであり、例えば人間を「人間」という言葉によっても、「理性的な死すべき動物」と言う定義によっても意味する。しかし、「人間」という言葉によって人間を意味するときには、その本性を一括して示したのであり、定義による場合には、人間に部分ごとに備わる諸規定を考察するのである。したがって、事物のうち、あるものは名において互いに共通し、定義において異なっていて、同名義的なものと呼ばれ、他のものは定義において共通し、名において異なっていて、多名的なものと呼ばれ、あるものは名においても定義においても共通して、同義的なものと呼ばれ、他のものは名においても定義においても異なっていて、これらは異名的なものと呼ばれる。しかし、異なるものと異名的なものとは別であると知るべきである。すなわち、異名的なものとは、一つにして同一の基体について考察されながら、異なる名にあずかっている事物である。例えば梯子における上りと下りのようなものであり、上りは一方の仕方で定義され、下りは他方の仕方で定義され、名もまた異なっており、実に「上り」と「下り」である。したがってこれらを固有の意味で異名的なものと呼ぶ。これに対して異なるものとは、基体においても名においても、あらゆる点において他なるものであり、例えば人間と馬である。そして彼は同名義的なものと同義的なものについてのみ教示を行うが、それは範疇の教示においてこれらのみを必要とするからであり、この点でも幾何学的な教示に見倣っているのである。なぜなら彼らもまた、考察中の書あるいは定理において自分たちに資する事柄についてのみ前もって取り上げるのを常としているからである。あるいは別様にも、常に簡潔さを愛するがゆえに、これらを通じて残りの事柄についても我々に潜在的に教えているのである。なぜならこれらが知られれば、対立するものとして残りの事柄も知られることになるからである。対立するものの学知は同一であるからだ。すなわち、何が同名義的なものであるかを知っている者は、これに対立するもの、すなわち多名的なものをも知るであろう。というのも、もし名においては共通し、事物においては異なるもの(例えば海生のネズミと土生息のネズミ)が同名義的なものであるならば、したがってこれに対立するもの、すなわち事物においては同一でありながら名において異なるもの(例えばアオル、クシポス、スパテー)は多名的なものだからである。同様に、何が同義的なものであるか、すなわち定義においても名においても共通するもの(例えば人間としてのソクラテスとプラトン)であることを知っている者は、何が異名的なものであるか、すなわち名においても事物においても異なるもの(例えば上りと下り)であることも知るであろう。なぜなら、基体が両方の事物にとって同一であるとしても、それらは名においても事物においても異なっているからである。なぜなら、小麦にとっての存在と、種子あるいは果実にとっての存在とが異なる何かであるのと同様に、梯子にとっての存在と、上りであることや下りであることとは異なる何かだからである。実にこれらは、梯子にまつわる活動のある種の関係[態]を表示する名なのである。
- 1.2ἐπειδὴ δὲ σώμασι συνδέδενται δίκην νέφους περικαλύπτουσιν αὐτῶν τὸ νοερόν
δίκην νέφους は「雲のように」を意味する副詞的対格。現在分詞 περικαλύπτουσιν は与格 σώμασι に一致し、肉体が知性的能力を覆い隠す様を表している。
- 1.2ὡς γὰρ ἄλλο τί ἐστι τὸ εἶναι σίτῳ καὶ ἄλλο τὸ εἶναι σπέρματι ἢ καρπῷ
与格(σίτῳ, σπέρματι, καρπῷ)を伴う冠詞付き不定詞(τὸ εἶναι σίτῳ)は、アリストテレス特有の「〜にとっての存在/本質(本質存在)」を表す構文である。冠詞付き不定詞が主語、ἄλλο τί が述語であり、後続の τὸ εἶναι κλίμακι も同一の構文。
- 1.2ποιᾶς γὰρ σχέσεως τῆς περὶ τὴν κλίμακα ἐνεργείας ταῦτά ἐστιν ὀνόματα δηλωτικά
語順の倒置(hyperbaton)が見られる骨格。述語形容詞 δηλωτικά が属格補語 ποιᾶς σχέσεως τῆς περὶ τὴν κλίμακα ἐνεργείας を支配しており、「これら[の名]は、梯子にまつわる活動のある種の関係[態]を表示する名である」という構造。
