← ヨハネス・ピロポノス

アリストテレス『カテゴリー論』注解

§137.18-139.29

図形と形態の定義および性質の四つの種の順序

フィロポノスは第4の種である図形と形態の定義と用例を論じ、性質の4つの種の限定理由および配置順序(習性・状態、能力・無能力、受動的性質・受動、図形・形態)の根拠を説明した上で、同一の性質(熱さなど)が文脈により4通りの受動的性質や受動として分類されうることを示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1#4

Εἰ δὲ κατ’ ἐνέργειαν ἡ ποιότης οὖσα μήτε τελειωτικὴ εἴη μήτε κακωτικὴ καὶ ἐπιπολῆς ὑπάρχει, εἰ μὲν ἐπὶ ἀψύχων εἴη καὶ φανταστῶν, λέγεται σχῆμα, εἰ δὲ ἐπὶ ἐμψύχων, μορφή· φανταστῶν μὲν ὡς ἐπὶ πάντων τῶν μαθηματικῶν, τριγώνων λέγω καὶ κύκλου καὶ τῶν λοιπῶν σχημάτων (ταῦτα γὰρ ἐν μόνῃ τῇ φαντασίᾳ τὸ εἶναι ἔχει), ἀψύχων δὲ ξύλων καὶ λίθων καὶ τῶν τοιούτων (τὰ γὰρ φανταστά, λέγω δὴ τὰ σχήματα, ἐν ἀψύχοις γινόμενα ποιεῖ καὶ αὐτὰ τοιῶσδε ἢ τοιῶσδε διακεῖσθαι κατὰ τὰς τῶν σχημάτων διαφοράς), ἐπὶ ἐμψύχων δὲ ὡς ἐπὶ πάντων τῶν ζῴων· ἡ γὰρ μορφὴ περὶ μόνην τὴν ἐπιφάνειαν θεωρεῖται. τί οὖν; οὐ λέγομεν καὶ τὸν ἀνδριάντα μορφὴν ἔχειν; ἀλλ’ οὐχὶ κατὰ πρῶτον λόγον· προηγουμένως μὲν γὰρ σχῆμα λέγεται ἔχειν, κατὰ δεύτερον δὲ λόγον καὶ μορφήν· διότι γὰρ μίμημά ἐστιν ἐμψύχου, ἐφ’ οὗ ἡ μορφή,1 καὶ ἐπ’ αὐτοῦ καταχρηστικώτερον ἡ μορφὴ φέρεται. ἔχεις καὶ τὸ τέταρτον εἶδος τῆς ποιότητος, τὸ σχῆμα φημὶ καὶ τὴν μορφήν. καὶ ἡ καταγραφὴ δὲ τῆς διαιρέσεως εὐληπτοτέραν αὐτῆς ἡμῖν ποιήσει τὴν μέθοδον· Τίνος μὲν οὖν ἕνεκεν τέσσαρα μόνα εἴδη ἐστὶ ποιότητος καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἡ διαίρεσις ἡμῖν ἐσαφήνισε. περὶ δὲ τῆς τάξεως αὐτῶν ταῦτα λέγομεν· πρῶτον μὲν οὖν ἔταξε τὸ τῆς ἕξεως καὶ τῆς διαθέσεως εἶδος εἰκότως· ἐπειδὴ γὰρ αὗται περὶ τὰ ἔμψυχα καταγίνονται, τιμιώτερα δὲ πάντων τῶν ἀψύχων τὰ ἔμψυχα, εἰκότως καὶ ἡ ποιότης ἡ κατὰ ταῦτα θεωρουμένη πρώτην εἴληχε τάξιν. εἰκότως δὲ δεύτερον εἶδός ἐστι τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν· ἐπειδὴ γὰρ ἡ δύναμις καὶ ἡ ἀδυναμία φυσική τίς ἐστιν ἐπιτηδειότης (τό τε γὰρ παιδίον φυσικήν τινα ἔχει δύναμιν τοῦ δέξασθαι γραμματικὴν ἢ ῥητορικὴν καὶ ὁ ἵππος φυσικὴν ἀδυναμίαν τοῦ μὴ ἐπιδέχεσθαι τὰ τοιαῦτα, καὶ τὸ πῦρ κατὰ φύσιν ἔχει τὴν τοῦ θερμαίνειν δύναμιν, καὶ τὰ τοιαῦτα ὁμοίως), τὰ δὲ φυσικὰ δευτέραν τάξιν ἔχει μετὰ τὰ ἔμψυχα, εἰκότως καὶ τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν εἶδος τῆς ποιότητος ἐπὶ τῶν φυσικῶν πραγμάτων θεωρούμενον δευτέραν ἔχει τάξιν. ἐπειδὴ δὲ πρότερον δεῖ ἔχειν φυσικήν τινα ἐπιτηδειότητα, ἔπειτα κατὰ ταύτην ἢ ποιεῖν τι ἢ πάσχειν (εἰ γὰρ μὴ προυπάρχοι ἡ ἐπιτηδειότης, οὐκ ἂν οὐδὲ πάθοι τις ἢ ποιήσαι, οἷον ἐπειδὴ τὸ ἀμίαντον οὐκ ἔχει ἐπιτηδειότητα τοῦ καίεσθαι, οὐδ’ ἂν εἰ μυριάκις τις πῦρ προσαγάγῃ, καήσεται), τὸ δὲ ξύλον ἔχον δύναμιν τοῦ καίεσθαι πυρὸς προσαχθέντος καήσεται), διὰ τοῦτο οὖν τρίτην τάξιν ἔχουσιν2 ἐν τοῖς εἴδεσι τῆς ποιότητος αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, διότι, ὡς εἴρηται, οὐκ ἂν ποιήσαι τις κατ’ αὐτὰς ἢ πάθοι μὴ προϋπαρχούσης ἐν αὐτῷ δυνάμεώς τινος, ἥτις ἐπιτηδεία ἐστὶ πρὸς τὸ δέχεσθαι τὰ τοιαῦτα. τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ κατὰ μόνην τὴν ἐπιφάνειαν θεωρούμενα τὴν ἐσχάτην εἴληχε χώραν, τῶν παθητικῶν ποιοτήτων καὶ τῶν παθῶν μέχρι τοῦ βάθους διικνουμένων. ταῦτα καὶ περὶ τῆς τῶν εἰδῶν τάξεως. ἰστέον δὲ ὅτι ἡ αὐτὴ ποιότης δύναται πλεοναχῶς λέγεσθαι· οἷον ἡ θερμότης ἐν πυρὶ μὲν οὖσα παθητικὴ ποιότης ἐστὶν ὡς πάθος ἐμποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν, ἐν ἡμῖν δὲ οἷον ὁ πυρετὸς παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη, ἐν δὲ τῷ πεπυρακτωμένῳ σιδήρῳ καί, εἰ τύχοι, κατ’ αὐτὴν διημερεύοντι πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ἡ δὲ θερμότης ἡ γενομένη ἐν ἡμῖν, εἰ τύχοι, ἐκ τοῦ κατὰ πάροδον προσπελάσαι πυρὶ πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον.

他方、もし現勢的な性質でありながら、完成させるものでも損なうものでもなく、かつ表面的に存するならば、もし無魂のものや表象されるものにおいてあるなら図形と呼ばれ、有魂のものにおいてあるなら形態と呼ばれる。表象されるものにおいてとは、あらゆる数学的対象、すなわち三角形や円やその他の図形においてのようなものであり(なぜならこれらは表象の中にのみあることを持つからである)、無魂のものにおいてとは木や石やそのようなものにおいてのようなものである(なぜなら表象されるもの、すなわち図形が無魂のものの中に生じることで、図形の相違に応じてそれら自身をもあれこれの状態にあるものとするからである)。そして有魂のものにおいてとは、あらゆる動物においてのようなものである。形態は表面のみに関して考察されるからである。では何か。私たちは彫像も形態を持つとは言わないのか。いや、第一の定義においてではない。本来的な仕方では図形を持つと言われ、第二の定義において形態をも[持つと]言われるのである。なぜなら、形態が属している有魂のものの模倣であるゆえに、形態[という語]はそれ[彫像]についてもより転義的に適用されるからである。これであなたには性質の第四の種、すなわち図形と形態が得られた。そして区分の図解もまた、私たちにとってその方法をいっそう捉えやすいものとするであろう。 それゆえ、いかなる理由によって性質の種が四つのみであり、それ以上でもそれ以下でもないのかを、区分が私たちに明らかにした。それらの順序については次のように言う。まず彼[アリストテレス]が習性と状態の種を最初に置いたのはもっともである。なぜならこれらは有魂の事物に関わっており、有魂のものはあらゆる無魂のものよりも尊いので、これらにおいて考察される性質も第一の順位を得たのはもっともだからである。また、能力と無能力に応じたものが第二の種であることももっともである。なぜなら能力と無能力は何らかの自然本性的な適合性であり(実際、子供は文法や弁論術を受け入れる何らかの自然本性的な能力を持ち、馬はそれらを受け入れない自然本性的な無能力を持ち、火は本性として温める能力を持ち、他のそのようなものも同様である)、自然本性的なものは有魂のものの次に第二の順位を持つので、自然本性的な事象において考察される能力と無能力に応じた性質の種も第二の順位を持つのはもっともだからである。他方、先に何らかの自然本性的な適合性を持っていなければならず、その後にこれに応じて何かを為すか受動するかするのであり(なぜなら、もし適合性があらかじめ存在しないならば、誰も受動したり為したりしないだろうからである。例えば石綿は燃やされる適合性を持たないため、たとえ誰かが万回火を近づけようとも燃えないだろうが、他方で木は燃やされる能力を持つため火を近づけられたときに燃えるだろう)、このゆえに、受動的性質と受動は性質の種の中で第三の順位を持つ。なぜなら、すでに言われたように、そのようなものを受け入れるのに適した何らかの能力がそれ自身のうちにあらかじめ存在しなければ、人はそれらに応じて為したり受動したりしないだろうからである。他方、図形と形態は表面のみにおいて考察されるため最後の位置を得たのであり、受動的性質と受動は深部にまで達するからである。種の順序については以上である。なお、同じ性質が多面的に言われうることを知るべきである。例えば火の中にある熱さは、私たちの感覚に関して受動を引き起こすものとして受動的性質であり、私たちの中にある熱さ、例えば熱病は、受動に由来して生じるものとして受動的性質であり、熱せられ、また例えばそれ〔熱さ〕に応じて終日持続する鉄の中においては、性質の下に帰される受動であり、他方、仮に通りがかりに火に近づいたことから私たちの中に生じた熱さは、受動することの下に帰される受動である。

構文注2 件
  1. 5.1ἐφ’ οὗ ἡ μορφή

    関係詞 ἐφ’ οὗ の先行詞は直前の ἐμψύχου であり、関係節内では存在動詞 ἐστίν が省略されている。「形態が属している有魂のもの」を意味し、彫像に形態(μορφή)という語が適用されるのは、本来形態が帰属する有魂の動物を模倣しているからであるという転義的(καταχρηστικώτερον)理由を示している。

  2. 5.1ἐπειδὴ δὲ πρότερον δεῖ ἔχειν φυσικήν τινα ἐπιτηδειότητα, ἔπειτα κατὰ ταύτην ἢ ποιεῖν τι ἢ πάσχειν (εἰ γὰρ μὴ προυπάρχοι ἡ ἐπιτηδειότης, οὐκ ἂν οὐδὲ πάθοι τις ἢ ποιήσαι, οἷον ἐπειδὴ τὸ ἀμίαντον οὐκ ἔχει ἐπιτηδειότητα τοῦ καίεσθαι, οὐδ’ ἂν εἰ μυριάκις τις πῦρ προσαγάγῃ, καήσεται), τὸ δὲ ξύλον ἔχον δύναμιν τοῦ καίεσθαι πυρὸς προσαχθέντος καήσεται), διὰ τοῦτο οὖν τρίτην τάξιν ἔχουσιν

    文全体の骨格は、理由節 ἐπειδὴ δὲ πρότερον δεῖ... と主節 διὰ τοῦτο οὖν τρίτην τάξιν ἔχουσιν... の呼応関係にある。中間に挟まれた反実仮想的条件節(εἰ γὰρ μὴ προυπάρχοι... οὐκ ἂν...)とその具体例(石綿と木材の対比)によって理由節と主節が大きく離隔しているが、主節の διὰ τοῦτο が ἐπειδή 節全体の論理的帰結を受けている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:137.18-139.29