- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:120.7-122.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが円積問題を引いて知られうるものが時間において先であることを例示した点、および動物の消滅によって知識が消えても知られうるものが残ることで自然における先後関係を示した点を解釈する。さらに感覚と感覚されうるものの関係にも同様の共除と共導入の非対称性が成り立つことを論証連鎖を用いて敷衍する。
" Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴ γε ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστι πω, τὸ δὲ ἐπιστητὸν ἔστιν." Οἱ γεωμέτραι τετράγωνον εἶναι χωρίον λέγουσιν οὐ τὸ ἁπλῶς τέσσαρας πλευρὰς καὶ τέσσαρας γωνίας ἔχον, ἀλλὰ τὸ ἴσας ἔχον τὰς τέσσαρας πλευρὰς καὶ ὀρθὰς τὰς γωνίας. οὕτω δὲ καὶ τὴν ὀρθὴν γωνίαν γίνεσθαί φασιν· ὅταν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν γωνιῶν ἐστι, καὶ ἡ ἐφεστηκυῖα εὐθεῖα κάθετος λέγεται ἐφ’ ἣν ἐφέστηκεν. ὀρθὴ μὲν οὖν γωνία αὕτη. ὀξεῖα δὲ γωνία ἐστὶν ἡ ἐλάττων τῆς ὀρθῆς, ἀμβλεῖα δὲ ἡ μείζων τῆς ὀρθῆς· τῆς γὰρ ἐφεστηκυίας εὐθείας ἐγκεκλιμένης ἡ μὲν τῶν γωνιῶν μείζων γίνεται ἡ δὲ ἐλάττων· τὴν μὲν οὖν ἐλάττονα, ὡς εἴρηται, ὀξεῖαν καλοῦσιν, ἐπειδὴ κατὰ ταύτην γίνονται καὶ οἱ ὀξεῖς τῶν ὄγκων πρὸς τὸ κόπτειν ὄντες ἐπιτήδειοι, οἷον τὸ μαχαίριον, τὴν δὲ μείζονα ἀμβλεῖαν· κατὰ γὰρ ταύτην οἱ ἀμβλεῖς τῶν ὄγκων γίνονται, οἷον τὸ ὕπερον πρὸς τὸ ὠθεῖν ἐπιτήδειον. τῶν δὲ σχημάτων τὰ μέν φασιν εἶναι εὐθύγραμμα τὰ δὲ περιφερόγραμμα, καὶ τῶν εὐθυγράμμων τὰ μὲν τρίγωνα ἢ τετράγωνα ἢ ἑξάγωνα ἢ ὅσας ἂν ἄλλας ἐπινοεῖν δυνατὸν γωνίας, περιφερόγραμμα δέ φασι τοὺς κύκλους. οἱ γεωμέτραι οὖν ζητοῦσι τῷ δοθέντι εὐθυγράμμῳ, πενταγώνῳ εἰ τύχοι ὄντι, πῶς δυνατὸν ἴσον τετράγωνον συστήσασθαι· καὶ γοῦν μεθόδῳ τοῦτο ἐδίδαξαν. ὥσπερ οὖν ἐπὶ τῶν εὐθυγράμμων ἐζήτησαν, ζητοῦσι καὶ ἐπὶ τοῦ κύκλου πῶς δυνατὸν τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον εὑρεῖν. τοῦτο δὲ πολλοὶ καὶ θεῖοι ἄνδρες ζητήσαντες οὐχ εὗρον. μόνος δὲ Ἀρχιμήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς οὐχ εὗρε. φησὶ τοίνυν ὁ Ἀριστοτέλης ‘εἴπερ ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμός, τῆς ἐπιστήμης αὐτοῦ μήπω μέχρι τοῦ νῦν οὔσης, δῆλον ὅτι πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης ἐστί.’ τοῦτο δὲ τὸ ὑπόδειγμα οὐ μᾶλλον τοῦ φύσει πρότερα εἶναι τὰ ἐπιστητὰ τῆς ἐπιστήμης κατασκευαστικόν ἐστιν, ἀλλ’ ἢ τοῦ χρόνῳ·1 ἐπιστητοῦ γὰρ ὄντος τοῦ τετραγωνισμοῦ τοῦ κύκλου οὔπω ἡ περὶ αὐτοῦ ἐπιστήμη εὕρηται. τὸ δὲ ἐπιφερόμενον τοῦ ὅτι καὶ φύσει πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης δεικτικόν ἐστιν·
「たとえば円の正方形化も、もし確かにそれが知られうるものであるなら、それについての知識はまだ存在しないが、知られうるものは存在している。」 幾何学者たちは正方形の領域とは、単に四つの辺と四つの角を持つものではなく、四つの辺が等しく、角が直角であるもののことだと言う。そして彼らは直角も次のようにして生じると言う。すなわち、直線の上に立てられた直線が、内側の、かつ同じ側の角を互いに等しくするとき、それらの角の各々は直角であり、上に立った直線は、それが上に立った直線に対して垂線と呼ばれる。したがって、直角とはこれである。そして鋭角とは直角より小さいものであり、鈍角とは直角より大きいものである。なぜなら、上に立った直線が傾くとき、角の一方はより大きくなり、他方はより小さくなるからである。そこで、より小さい角を彼らは語られたように鋭角と呼ぶが、それはこの角に従って、小刀のように切るのに適している塊の鋭い部分も生じるからであり、より大きい角を鈍角と呼ぶ。なぜならこの角に従って、押すのに適している杵のように、塊の鈍い部分が生じるからである。そして図形のうち、あるものは直線的であり、他のものは曲線的であると彼らは言い、直線的なもののうち、あるものは三角形、あるいは四角形、あるいは六角形、あるいは考え出すことが可能な限りの他の角を持つものであり、曲線的なものとは円のことだと彼らは言う。そこで幾何学者たちは、与えられた直線図形に、それが仮に五角形であるとして、いかにして等しい正方形を構成することが可能であるかを探求する。そして現に、彼らは規則的な方法によってこれを教えた。したがって彼らが直線図形において探求したのと同様に、円においても、与えられた円に等しい正方形をいかにして見出すことが可能であるかを探求している。そして多くの神的な人々がこれを探求したが、見出さなかった。ただアルキメデスだけが万人に近似的なものを見出したが、しかし厳密なものは見出さなかった。そこでアリストテレスは、「もし確かに円の正方形化が知られうるものであるなら、それについての知識が今に至るまでまだ存在しない以上、知られうるものが知識よりも先であることは明白である」と言う。しかしこの実例は、知られうるものが知識よりも自然において先であることの論証というよりは、むしろ時間において先であることの論証である。なぜなら、円の正方形化が知られうるものでありながら、それについての知識はまだ発見されていないからである。そして後に続く言葉は、知られうるものが知識よりも自然においても先であることを示すものである。
"Ἔτι ζῴου μὲν ἀναιρεθέντος οὐκ ἔσται ἐπιστήμη, τῶν δὲ ἐπιστητῶν πολλὰ ἐνδέχεται εἶναι." Πρότερον ἐπὶ ἑνὸς ὑποδείγματος τῶν πρός τι, λέγω δὴ τοῦ ἐπιστητοῦ, σκάζον δείξας τὸ παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέντος, φησίν, ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι (ἐν ψυχῇ γάρ εἰσιν αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐδὲν ἧττόν ἐστι καθ’ αὐτά. ὥστε πρῶτον τῇ φύσει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης.
「さらに、動物が除かれれば知識は存在しないだろうが、知られうるものの多くは存在しうる。」 以前には関係概念の一つの実例、すなわち知られうるものにおいて、伴随する性質が破綻していることを示した後に、今度は普遍的にすべてのものについて示している。なぜなら、彼は言う、動物が除かれれば知識も共に除かれるが(なぜなら知識は魂のうちにあるからである)、しかし知られうるものはそれ自体として存在することに何ら変わりはないからである。したがって、知られうるものは知識よりも自然において第一である。
"Ὁμοίως δὲ τούτοις καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως 〈ἔχει· τὸ γὰρ αἰσθητὸν πρότερον τῆς αἰσθήσεως〉 δοκεῖ εἶναι." Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ, νῦν ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ γυμνάζει καὶ δείκνυσι τοῖς αὐτοῖς λόγοις ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως· τὸ μὲν γὰρ αἰσθητὸν συναναιρεῖ τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· εἰ γὰρ ἡ αἴσθησις ἐν ζῴῳ, τὸ δὲ ζῷον ἔμψυχον σῶμα, πᾶν δὲ σῶμα αἰσθητόν, ἀνάγκη αἰσθητοῦ ἀναιρουμένου συναναιρεῖσθαι καὶ τὸ σῶμα, σώματος δὲ ἀναιρεθέντος μηδὲ ἔμψυχον εἶναι, ἐμψύχου δὲ μὴ ὄντος μηδὲ ζῷον εἶναι, ζῴου δὲ ἀναιρεθέντος μηδὲ αἴσθησιν εἶναι· ἐν γὰρ τοῖς ζῴοις ἡ αἴσθησις τὸ εἶναι ἔχει. αἰσθητοῦ μὲν οὖν ἀναιρεθέντος οὐδὲ αἴσθησις ἔσται, ὡς ἐδείξαμεν, διότι πᾶσα αἴσθησις ἐν σώματι ἔχει τὸ εἶναι καὶ περὶ μόνον αὐτὸ θεωρεῖται· τὰ γὰρ ἀσώματα ἐκπέφευγε πᾶσαν αἴσθησιν μήτε αὐτὰ αἰσθήσει ὑποπίπτοντα μήτε δεκτικὰ ὄντα αἰσθήσεως. οὐ μήν γε καὶ ἀντιστρέφει· οὐ γὰρ ἀναιρεθείσης αἰσθήσεως ἀνῄρηται καὶ τὸ αἰσθητόν· τί δή ποτε; ἐπειδὴ πᾶν ζῷον ἔμψυχον, πᾶν δὲ ἔμψυχον σῶμα, οὐ πᾶν δὲ σῶμα ἤδη καὶ ἔμψυχον ζῷον, πᾶν δὲ σῶμα αἰσθητόν, ὥστε καὶ ζῴου ἀναιρεθέντος οὐδὲν κωλύει πλείονα ἄλλα εἶναι, οἷον πῦρ γῆν ὕδωρ ἀέρα γλυκὺ πικρὸν καὶ τὰ τοιαῦτα. ἐκ τούτων ἄρα κατεσκεύασται ὅτι φύσει πρότερα τὰ αἰσθητὰ τῶν αἰσθήσεων, ὅτι συναναιροῦσι μὲν ἑαυτοῖς τὰς αἰσθήσεις οὐ συναναιροῦνται δὲ ἐκεῖνα, καὶ συνάγονται μὲν ταῖς αἰσθήσεσιν οὐ συνεισάγουσι δὲ αὐτάς.2
「これらと同様に感覚についてのことも[成り立つ。なぜなら感覚されうるものは感覚よりも先であると]思われるからである。」 知識と知られうるものにおいて議論を訓練した後に、今度は感覚と感覚されうるものにおいて訓練し、同じ議論によって感覚されうるものが感覚よりも先であることを示す。なぜなら感覚されうるものは感覚を共に除くが、感覚は感覚されうるものを共に除かないからである。というのも、感覚が動物のうちにあり、動物が有霊の物体であり、すべての物体が感覚されうるものであるなら、感覚されうるものが除かれるとき物体も共に除かれ、物体が除かれれば有霊のものも存在せず、有霊のものが存在しなければ動物も存在せず、動物が除かれれば感覚も存在しないことが必然だからである。なぜなら動物のうちにこそ感覚は存在を持つからである。したがって、感覚されうるものが除かれれば、我々が示したように感覚も存在しないだろう。なぜならあらゆる感覚は物体のうちに存在を持ち、ただそれ〔物体〕についてのみ考察されるからである。実際、非物体的なものは、それら自体が感覚の対象となることもなく、感覚を受け入れることもないため、あらゆる感覚を免れている。しかし決して逆も成り立つわけではない。なぜなら感覚が除かれても、感覚されうるものが共に除かれることはないからである。なぜなのか。あらゆる動物は有霊であり、すべての有霊のものは物体であるが、すべての物体が直ちに有霊の動物であるわけではなく、すべての物体は感覚されうるものである以上、動物が除かれたとしても、火、土、水、空気、甘いもの、苦いもの、およびその類のもののように、他のより多くのものが存在することを何ら妨げないからである。それゆえこれらから、感覚されうるものは感覚よりも自然において先であることが確証された。なぜならそれらは自身と共に感覚を除きはするが、それら自体が共に除かれることはなく、また感覚に伴って帰結しはするが、感覚を共導入することはないからである。
- 4.20οὐ μᾶλλον τοῦ φύσει πρότερα εἶναι τὰ ἐπιστητὰ τῆς ἐπιστήμης κατασκευαστικόν ἐστιν, ἀλλ’ ἢ τοῦ χρόνῳ
否定辞 οὐ と比較級 μᾶλλον に ἀλλ’ ἤ が後続する相関構文で、「Aを確証するものではなく、むしろBを確証するものである」(AというよりはむしろB)を表す。κατασκευαστικόν は目的格的属格(τοῦ ... εἶναι)を支配しており、ἀλλ’ ἤ の後にも省略された κατασκευαστικόν と属格 τοῦ χρόνῳ [πρότερα εἶναι] が補われて対称構造を成している。
- 4.22συνάγονται μὲν ταῖς αἰσθήσεσιν οὐ συνεισάγουσι δὲ αὐτάς
動詞 συνάγονται(中受動相)と能動の συνεισάγουσι の機能的対比。συνάγομαι はここでは「帰結する」「(論理的に)伴随する」の意味であり、与格 ταῖς αἰσθήσεσιν を取って「感覚が存在すれば[感覚されうるものも]導き出される(共導入される)」ことを表す。これに対し後肢の οὐ συνεισάγουσι δὲ αὐτάς(能動+対格)は、「感覚されうるものが感覚を共に導き入れることはない」という非対称的な因果・共存関係を明示している。
