← キリキアのシンプリキオス

アリストテレス『魂について』注解

§94.26-95.35

身体からの霊魂の分離可能性と不可分性

シンプリキオスはアリストテレスの413a4–6を注解し、霊魂の不可分性と分離可能性について論じる。植物的・感覚的生命が身体の器官の不可分な完全現実態であるのに対し、理性的霊魂の思観的知性は身体の器官を全く用いないため、身体から分離可能であることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.22

" Ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον." Διὰ τοῦδε τοῦ ῥητοῦ ὅτι καὶ πάσῃ1 τῶν θνητῶν ψυχῇ, περὶ ἧς ὁ λόγος, τὸ ἀχώριστον σώματος προσήκει, καὶ ὅτι τῇ λογικῇ καὶ τὸ χωριστόν, καὶ ὅτι πλεοναχῶς τὸ ἀχώριστον ἐνδείκνυται. καὶ πρός γε ὅτι οὐκ εἰ τὸ αὐτὸ καὶ χωριστὸν εἴη καὶ ἀχώριστον, μεριστὸν ἔσται, ἵνα κατὰ διάφορα μέρη ἔχῃ τὰ ἀντικείμενα, ἀλλ’ ἕτερον τρόπον καὶ οὐχ ὡς τὰ σώματα ὂν μεριστόν. διὸ καὶ ἐξ ὑποθέσεως ἔφη εἰ μεριστὴ πέφυκεν· οὐχ ὡς ἀγνοῶν ἢ ὡς μήπω δεδειχὼς ὅτι οὐ μεριστή, ἀλλ’ ὡς τρόπον μέν τινα ἀμέριστον πᾶσαν ψυχὴν καὶ εἰδὼς καὶ δεικνύς, ἐπειδὴ καὶ ἀσώματον (σῶμα γὰρ τὸ ἁπλῶς μεριστόν), τρόπον δὲ ἄλλον μέρη ἔχουσαν, εἰς τὴν ἐνέργειαν ἀπὸ τῆς οὐσίας διισταμένην βλέπων, καὶ εἰ τὸ μόνιμον τῆς λογικῆς καὶ 〈τὸ〉προϊὸν ὡς διάφορα καταριθμοίη μέρη, ὅλης ἅμα ἐν τῇ προβολῇ τῆς γενεσιουργοῦ ζωῆς καὶ προϊούσης καὶ μενούσης.2 οὕτω δὲ καὶ ἡ ὅλη σωμάτων ἀχώριστος λέγεται ἢ μέρη τινά, ἐπειδὴ καὶ τούτων ἑκάτερόν πως ἀληθὲς ἐπὶ τῆς λογικῆς, ὅλης τε ῥεπούσης καὶ προϊούσης εἰς σῶμα καὶ ὡς ὀργάνῳ αὐτῷ ὑπηρετοῦντι χρωμένης, καὶ αὖ μέρους τινὸς ὡς καὶ νῦν ἐχούσης τὸ μόνιμον, καὶ τούτου ὄντος χωριστοῦ· ἀλλὰ τὸ μὲν χωριστὸν ἴδιον τῆς λογικῆς, τὸ δὲ ἀχώριστον πάσης κοινὸν τῆς τῶν θνητῶν ψυχῆς, οὐχὶ ἑκάστης μόνως οὔσης ἀχωρίστου, ἀλλὰ τῆς λογικῆς τῆς καὶ τὸ χωριστὸν ἐχούσης. καὶ τὸ ἀχώριστον δὲ οὐχ ὡσαύτως ὑπάρχει ταῖς τε τῶν ὀργάνων ὡς ὀργάνων ὁριστικαῖς ζωαῖς καὶ ταῖς τούτοις χρωμέναις, οὐδὲ ταῖς φυτικαῖς τε καὶ ταῖς αἰσθητικαῖς· καὶ ἐν ταύταις δὲ πολὺ τὸ πρὸς ἀλλήλας διάφορον, καὶ ἔτι μειζόνως πρὸς πάσας τὸ ἐν ταῖς λογικαῖς ἀχώριστον, ἀρχικὸν ὂν τοῦτο καθαρῶς σωμάτων, ὅπερ οἶμαι καὶ αὐτὸς δηλῶν ἐπιφέρει·

「それゆえ霊魂が身体から分離可能ではないこと、あるいはもしそれが本性上可分であるならその或る諸部分が[身体から分離可能ではないこと]は、不明瞭ではない。」 この言葉を通じて、論じられている死すべきもののすべての霊魂に身体からの不可分性が属すること、理性的霊魂には分離可能性もまた属すること、そして不可分性が多様な仕方で〔属する〕ことが示されている。さらにまた、同じものが分離可能かつ不可分であるとしても、対立する諸規定を異なる部分に応じて持つために[身体のように]可分的になるのではなく、別の仕方で可分的であり、物体のように可分的ではないということである。それゆえ彼は仮定に基づいて「もし本性上可分であるなら」と言ったのである。可分ではないことを無知であるからでも、まだ証明していないからでもなく、霊魂は非物質的でもあるゆえに(なぜなら端的に可分であるのは物体だからである)、ある意味ではすべての霊魂が不可分であることを知っており、かつ示しつつも、他方では活動が実体から区別されるのを見て、また理性的霊魂の留まる側面と流出する側面を相異なる部分として数え上げるならば、別の仕方で部分をもつもの[であると知っているからである]。生成を生み出す生命の表出において、霊魂全体が流出しつつ、同時に留まっているのである。このようにして、[霊魂]全体が身体から不可分であるか、あるいは或る諸部分が[不可分である]と言われる。なぜなら理性的霊魂においてはこれらの各々が何らかの仕方で真であり、全体が身体へと傾いて流出し、自らに奉仕する器官として身体を用い、他方で或る部分に応じて現に今も留まる側面を保っており、そしてこれが分離可能だからである。だが、分離可能性は理性的霊魂に固有であり、不可分性は死すべきもののすべての霊魂に共通であるが、各々が単に不可分であるだけではなく、理性的霊魂は分離可能性をも持っているのである。そして不可分性も、器官を器官として規定する諸生命と器官を用いる諸生命とにおいて同様に存するのではなく、植物的生命と感覚的生命においてもそうではない。これらの間にも相互に大きな差異があり、さらにこれらすべてに対して理性的霊魂における不可分性はなおいっそう異なっており、これは純粋に物体の支配者である。彼自身もこのことを明らかにしながら、私が思うに、次のように続けている。

§2.23

"Ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν." Ἐνίων γὰρ λέγων ψυχῶν οὕτως ἔχειν τὴν ἐντελέχειαν, ὡς αὐτῶν τῶν σωματικῶν οὖσαν μερῶν, ὁποῖαι αἱ τῶν ὀργάνων ὡς ὀργάνων ὁριστικαὶ καὶ αἱ τοῖς φυσικοῖς πλησιάζουσαι εἴδεσιν ἐναργέστερον ἔχουσι τὸ εἶναι σωμάτων ἐντελέχειαι ἀχώριστοι· αἱ γὰρ χρώμεναι τοῖς ζῶσιν ὡς ὀργάνοις ἧττόν εἰσιν ἀχώριστοι καὶ μᾶλλον ἐμφαίνουσαι τὸ κατ’ οὐσίαν ὑπερέχον. δι’ ὧν ἅμα καὶ τὸ διάφορον τοῦ ἀχωρίστου ἐνδειξάμενος, ἐφεξῆς ὅτι καὶ πάντῃ χωριστή ἐστιν ἡ τῆς ψυχῆς οὐσία σαφῶς ὑπέμνησε, καὶ τὴν αἰτίαν προσθείς.

「というのも或るものについては、その完全現実態はまさにそれらの部分[の完全現実態]だからである。」 というのも、或る霊魂の完全現実態は、まさにそれら身体的部分のものであるような仕方で存すると彼が言うのは、器官を器官として規定する諸生命や、自然的形相に近い諸生命が、身体の不可分な完全現実態であるというあり方をより明瞭に持っているからである。というのも、生きているものを器官として用いる諸生命は、より少なく不可分であり、実体において卓越していることをよりいっそう明示する。これらを通じて不可分性の差異を同時に示した上で、次に霊魂の実体が全面的に分離可能でもあることを、原因を付け加えつつ明瞭に思い起こさせた。

§2.24

"Οὐ μὴν ἀλλ’ ἔνιά γε οὐθὲν κωλύει διὰ τὸ μηθενὸς εἶναι σώματος ἐντελεχείας." Ἔνια δηλαδὴ μέρη, ἐπειδὴ ἡ ὅλη ψυχὴ ἅμα τε μένει καὶ προέρχεται, καὶ θεωρεῖ οὐδὲν τοῦ σώματος δεομένη, κἂν πράττουσά τι χρῆται τῷ σώματι. μέρη δὲ τρόπον τινὰ αὐτῆς τὸ μόνιμόν τε καὶ τὸ θεωρητικὸν καλεῖται, καὶ αὖ τὸ προϊόν τε καὶ τὸ πρακτικόν. οὐδὲν δὲ κωλύειν ἔφη διὰ τὸ πᾶσαν ψυχὴν σώματος ἐντελέχειαν εἰρῆσθαι· ἐκώλυε γὰρ ἄν, εἰ καὶ καθ’ ὅλην αὐτὴν καὶ κατὰ πᾶσαν ἐνέργειαν ἑαυτῆς σώματος ἦν ἐντελέχεια. οὐδὲν δὲ κωλύει, εἰ ἔστι μέν, μὴ καθ’ ὅλην δὲ ἑαυτὴν μηδὲ κατὰ πᾶσαν ἐνέργειαν· ἔσται γὰρ ταύτῃ οὐδενὸς σώματος ἐντελέχεια. ὁ γὰρ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν,3 ὡς ἐν τῷ πρώτῳ εἶπε, [καὶ] ἐπειδὴ ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, οὐδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι ὁ θεωρητικός. διὸ οὐδὲ ἀμβλύνεται πρὸς τὴν τῶν ἐλασσόνων γνῶσιν ὑπὸ τῆς τῶν μειζόνων, ὡς ἡ αἴσθησις.

「だがそれどころか、或るものについては、いかなる身体の完全現実態でもないことによって、[分離することを]妨げるものは何もない。」 「或るもの」とは明らかに諸部分のことである。なぜなら霊魂全体は同時に留まり、かつ流出するのであり、たとえ何らかの行為を行う際に身体を用いるとしても、思観するにあたっては身体をまったく必要としないからである。そしてある意味で、留まる側面と思観的な側面、さらに流出する側面と実践的な側面が霊魂の部分と呼ばれる。また彼が「妨げるものは何もない」と言ったのは、すべての霊魂が身体の完全現実態であると言われていたからである。なぜなら、霊魂がその全体において、また自己のあらゆる活動において身体の完全現実態であったならば、[分離は]妨げられたであろうからである。しかし、完全現実態であるとしても、その全体においてでもなく、あらゆる活動においてでもないならば、何ら妨げるものはない。なぜならこの点において、霊魂はいかなる身体の完全現実態でもないからである。実際、第一巻で述べたように、知性が何らかの身体を統括・保持しているかどうか想像することさえ困難であり、というのも第三巻で述べるように、思観的知性は身体を器官としてさえ用いないからである。それゆえ、感覚のように、より大きな対象の認識によってより小さな対象の認識に対して鈍磨することもないのである。

構文注3 件
  1. 2.22Διὰ τοῦδε τοῦ ῥητοῦ ὅτι καὶ πάσῃ

    文頭の前置詞句 Διὰ τοῦδε τοῦ ῥητοῦ は文末の主動詞 ἐνδείκνυται に掛かり、並列の ὅτι 節群(ὅτι καὶ πάσῃ... καὶ ὅτι τῇ λογικῇ... καὶ ὅτι πλεοναχῶς...、さらに次文の καὶ πρός γε ὅτι...)がその目的語となっている(第2・第3の ὅτι 節には προσήκει が補われる)。

  2. 2.22ὅλης ἅμα ἐν τῇ προβολῇ τῆς γενεσιουργοῦ ζωῆς καὶ προϊούσης καὶ μενούσης

    ὅλης(霊魂全体)を意味上の主語とする独立属格構文(genitive absolute)であり、καὶ προϊούσης καὶ μενούσης という二つの分詞が ἅμα(同時に)と結合して「流出しつつ、同時に留まっている」という霊魂の二面的な活動状態を表している。

  3. 2.24ὁ γὰρ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν

    アリストテレス『霊魂論』第1巻(411b18-19)の言及を踏まえた構文。主語に立つ ὁ νοῦς は文頭に提示された後、間接疑問節 εἴ τι συνέχει σῶμα(何らかの身体を統括・保持しているかどうか)が πλάσαι(想像すること)の目的語となり、形容詞 χαλεπόν に掛かる不定詞構文(χαλεπόν ἐστι πλάσαι εἴ τι συνέχει σῶμα)をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:94.26-95.35