- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:308.1-308.39
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの434a5における感覚的表象と熟慮的表象の区別について、人間と無分別の動物との差異、動物の訓練可能性の限度、および熟慮が関わる可能的な対象の領域と天体における表象・感覚の不在を論じている。
" Ἡ μὲν οὖν αἰσθητικὴ φαντασία, ὥσπερ εἴρηται, καὶ ἐν τοῖς ἄλλοις ζῴοις ὑπάρχει, ἡ δὲ βουλευτικὴ ἐν τοῖς λογιστικοῖς." Εἰπὼν καὶ τοῖς ἀτελέσι ζῴοις φαντασίαν ἐνυπάρχειν, εἰ καὶ ἀόριστον, καὶ πολλῷ δηλονότι μειζόνως ἐνδιδοὺς αὐτὴν ἐνεῖναι ὡς καὶ τελειοτέροις τοῖς κατὰ τόπον κινουμένοις, εἰρηκὼς δὲ πολλάκις καὶ τὸν ἐν ἡμῖν λόγον φαντασίᾳ χρῆσθαι, ὡς καὶ ἐν ἀνθρώποις καὶ οὐκ ἐν μόνοις θηρίοις φαντασίας ἐνούσης, διορίζει φιλοσοφώτατα τὸ διάφορον τῆς τε ἀνθρωπίνης καὶ τῆς τῶν ἀλόγων ζῴων φαντασίας, τῆς μὲν ὡς καὶ δόξῃ καὶ λόγῳ συνούσης καὶ βουλῆς τινος μεταλαμβανούσης καὶ ἐνίοτε μὲν ἰθυνομένης ὑπὸ τῆς λογικῆς βουλήσεως, ἐνίοτε δὲ καὶ ἀνθισταμένης πρὸς αὐτήν, ὡς ποτὲ καὶ κατακρατεῖν ἐν τοῖς ἀκρατέσι (τοσοῦτον ἔχει τὸ πρὸς τὸ λογοειδὲς κατὰ φύσιν συγγενές), τῆς δὲ μὴ πεφυκυίας λόγῳ ἢ βουλῇ συνάπτεσθαι,1 εἰ καὶ ἐν ἐνίοις, ὅσα ἐμφαίνει τι καὶ λογοειδὲς ἐν αὑτοῖς, τὸ συνεθίζεσθαι ὑπὸ τῶν λογικῶν καὶ ῥυθμίζεσθαί πως οὐκ οἴκοθεν ἀλλ’ ἔξωθεν ὑπάρχει, διὰ τὸ τὴν φύσιν μὴ ἀθρόως μετιέναι ἐπὶ τὰ πολὺ διεστῶτα, ἀλλὰ διὰ τῶν ἀεὶ προσεχῶν. κύνες γὰρ καὶ πίθηκοι καὶ ἄρκτοι καὶ ἵπποι, εἰ καὶ μὴ οἰκεῖον ἔχουσι λόγον, ἀλλὰ τῷ ἀνθρωπίνῳ ῥυθμίζονται λόγῳ τινὰ δηλονότι ῥυθμόν, καὶ οὐχ οἷον οὐδὲ ὅσον αὗται αἱ ἡμέτεραι φαντασίαι· οὐκέτι μέντοι μύρμηκες καὶ μέλισσαι ἢ τὰ ἑρπετὰ ἢ νηκτά, οὐδ’ ἔτι μᾶλλον τὰ ἀόριστον ἔχοντα τὴν φαντασίαν. οὗτος μὲν οὖν ὁ σκοπὸς τῆς λέξεως, διακρῖναι τὴν ἀνθρωπίνην φαντασίαν, ἣν νῦν βουλευτικὴν καλεῖ, ἀπὸ τῆς ἐν τοῖς ἀλόγοις. τὸ δὲ κατὰ μέρος τοῦ ῥητοῦ ἐπισκεπτέον. τὴν ἐν τοῖς λογιστικοῖς βουλευτικὴν προσαγορεύει, ὡς πάσῃ φαντασίᾳ τὸ ἀμφίβολόν πως ἀποδιδοὺς καὶ περὶ τὰ ἐνδεχόμενα ἔχον. οὐ γάρ ἐστι περὶ τὰ ἀΐδια καὶ ὡσαύτως ἔχοντα ἀεὶ καὶ ὧν ἀναγκαῖον τὸ τέλος ὁποιαοῦν τις βουλή, ἀλλ’ ἐν τοῖς πρακτοῖς καὶ μερικοῖς καὶ τοιούτοις, οἷα ποτὲ μὲν ἐκβαίνειν ποτὲ δὲ μή, καὶ οἷα μὴ ἀεὶ τὸ αὐτὸ αἱρετὸν εἰσφέρειν. διὸ φαίνεται, ὥσπερ οὐδὲ αἴσθησιν, οὕτως οὐδὲ φαντασίαν τοῖς οὐρανίοις ἀπονέμειν ὡς κατὰ μόνον νοῦν ἐνεργοῦσι. καὶ πῶς γὰρ ἂν εἴη βουλή τις ὁποιαοῦν ἐν ἐκείνοις ἀεὶ ὡσαύτως κινουμένοις καὶ ἀεὶ ἐν τέλει οὖσιν; εἰ δέ τις ἄλλως αἴσθησιν αὐτοῖς ἀπονέμει, ἄλλως φιλοσοφεῖ περὶ αἰσθήσεως καὶ οὐ περὶ ταύτης, καθ’ ἣν ἡμεῖς καὶ τὰ θνητὰ πάντα ζῷα αἰσθανόμεθα, τῆς ὑπὸ τῶν ἔξωθεν πληγῆς προσδεόμενοι καὶ ὀργάνῳ τῷ αἰσθητηρίῳ χρώμενοι, ἀλλὰ τὴν ἔνδοθεν ὅλην ἐγειρομένην τῶν αἰσθητῶν γνῶσιν, 〈οὐ〉 πληγῆς οὐδὲ ὀργάνων δεομένην, οὐδὲ κατὰ πάθος, ἀλλ’ ὅλην κατ’ ἐνέργειαν κρείττονα ἑστῶσαν, καὶ οὐκ ἐκ τοῦ σώματος εἰς τὸν νοῦν ἀνατρέχουσαν, ἀλλ’ ἐκ τοῦ νοῦ εἰς τὸ σῶμα προϊοῦσαν, καὶ διὰ τὸ αἰσθητῶν εἶναι πραγμάτων αἴσθησιν προσαγορεύει.2 εἴ τις οὖν οὕτω καὶ φαντασίαν τιθείη ἐν αὐτοῖς, ὁμοίως ἀποδώσει τῇ αἰσθήσει. τὸ ἀμφίβολον δὴ τῆς βουλῆς καὶ αὐτὸς σαφῶς ἐπιδεικνὺς ἐπήγαγε τό
「感覚的表象は、言われたように他の動物にも具わっているが、熟慮的表象は推論するものたちに具わっている。」 不完全な動物にも、不定であるとはいえ表象が内在すると語り、場所的に運動するものたちにはより完全なものとして表象が内在することを遥かに強く明らかに認め、またしばしばわれわれのうちにあるロゴスも表象を用いると述べて、ただ野獣のみならず人間にも表象が内在することを示したのちに、[アリストテレスは]人間の表象と無分別の動物の表象との相違をきわめて哲学的に規定している。すなわち前者は、思いなしやロゴスを伴い、何らかの熟慮に参与し、時には理性的意志によって方向づけられ、時にはそれに対抗して自制できない人々において打ち勝つことさえあるものとして(ロゴス的なものに対する本性的な親縁性をそれほど強く有しているのである)、後者は、ロゴスや熟慮に結びつく本性を持たないものとして規定される。たとえ、そのうちで何かしらロゴス的なものを自らの内に現し示している幾つかの動物において、理性的な者たちによって習慣づけられ、自己自身からではなく外から何らかの形で調律されることが具わっているとしてもである。それは、自然が遠く隔たったものへと一挙に移るのではなく、常に隣接するものを通じて移るからである。実際、犬や猿や熊や馬は、固有のロゴスを持ってはいないにせよ、人間のロゴスによって、言うまでもなくある種の調律を施されるのであり、これらわれわれの表象のようでも、そのほどの規模でもない。しかし蟻や蜜蜂、あるいは爬虫類や遊泳動物はもはやそうではなく、表象が不定であるものたちは尚更そうではない。それゆえ、この言葉の目指すところは、今彼が熟慮的と呼んでいる人間の表象を、無分別の動物のうちにある表象から区別することである。しかし、この言葉の各部分を考察しなければならない。推論するものたちにおける表象を彼が熟慮的と呼ぶのは、およそ表象全般に対して何らかの形で両義的であり、可能的なものに関わるという性格を割り振っているかのようである。なぜなら、いかなる熟慮であれ、永遠のものや常に同様にあり帰結が必然であるものに関わるのではなく、行為可能で個別的であり、時には起こり時には起こらないようなもの、また常に同一の選択対象をもたらすとは限らないようなものに関わるからである。それゆえ彼は、天体に対しては感覚を割り振らないのと同様に、単なる知性に従って活動するものとして表象をも割り振らないように思われる。というのも、常に同様に運動し、常に目的にあるそれらのものにおいて、いかにしていかなる熟慮であれ存しえようか。もし誰かが彼らに別の仕方で感覚を割り振るならば、その人は感覚について別の仕方で哲学しているのであり、われわれやすべての可死的な動物が知覚するような感覚、すなわち外部からの打撃を必要とし、感覚器官を用い、受動に即した感覚について論じているのではなく、外からの打撃も器官も必要とせず、受動に即してもおらず、全体としてより優れた現実活動に即して成立し、身体から知性へと遡るのではなく知性から身体へと進み出るような、感覚対象の内に向かって全体として目覚めさせられた認識を論じているのであり、それが感覚対象に属する事物の認識であるという理由から感覚と呼んでいるのである。したがって、もし誰かがそのように彼らのうちにも表象を措定するならば、感覚と同様のあり方を割り振ることになるであろう。それゆえ彼自身も、熟慮の不確定性を明瞭に示しつつ、次の言葉を続けたのである。
- 3.184διορίζει φιλοσοφώτατα τὸ διάφορον τῆς τε ἀνθρωπίνης καὶ τῆς τῶν ἀλόγων ζῴων φαντασίας, τῆς μὲν ὡς καὶ δόξῃ καὶ λόγῳ συνούσης ... τῆς δὲ μὴ πεφυκυίας λόγῳ ἢ βουλῇ συνάπτεσθαι
主動詞 διορίζει(主語はアリストテレス)の目的語 τὸ διάφορον に、二つの属格 τῆς τε ἀνθρωπίνης [φαντασίας]と τῆς τῶν ἀλόγων ζῴων φαντασίας が係る。続く τῆς μὲν ὡς ... τῆς δὲ μὴ πεφυκυίας ... は、先行する二つの属格をそれぞれ受けて言い換える同格(分属格)の構造であり、分詞構文によって各表象の規定根拠を展開している。
- 3.184ἀλλὰ τὴν ἔνδοθεν ὅλην ἐγειρομένην τῶν αἰσθητῶν γνῶσιν ... αἴσθησιν προσαγορεύει
οὐ περὶ ταύτης [αἰσθήσεως]... ἀλλὰ ... αἴσθησιν προσαγορεύει という二重対格の文脈。長い対格句 τὴν ἔνδοθεν ὅλην ἐγειρομένην ... γνῶσιν(「全体として内から目覚めさせられた認識」)が προσαγορεύει の直接目的語であり、述語対格として αἴσθησιν(「感覚と呼ぶ」)が置かれている。途中の δεομένην や ἑστῶσαν 等の一連の対格分詞はすべて γνῶσιν を修飾する。
