← キリキアのシンプリキオス

アリストテレス『魂について』注解

§216.19-217.21

表象の諸特徴の要約と定義および原因

シンプリキオスは、感覚現前時の表象の真理性とアリストテレスによる表象の諸特徴の要約(運動性、身体性、感覚への依存、行動への関与、真偽可能性、光に由来する語源)を整理し、動物と人間における表象の実践的役割を論じ、最後に429a8の結びの句を受けて表象の定義と原因(作因および目的因)をまとめている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.92

" Καὶ ἡ μὲν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής." Ἐγείρεται γὰρ καὶ παρούσης εὐθὺς ἡ φαντασία, κἂν ἐνίοτε λανθάνῃ διὰ τὸ πληκτικὸν τῆς αἰσθήσεως ἐπισπωμένης τὴν ἐπίστασιν, καὶ μάλιστα ὅταν πόρρω τὸ αἰσθητικόν, ὅτε συμβαίνει καὶ τῶν ἰδίων αἰσθητῶν διαψεύδεσθαι οὐ τὴν φαντασίαν μόνην, ἀλλὰ καὶ τὴν αἴσθησιν. ἐφ’ οἷς συνάγει μηδενὶ ἄλλῳ τὰ λεχθέντα προσήκειν ἢ τῇ φαντασίᾳ· ἦν δὲ τὰ λεχθέντα τὸ κίνησιν ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγγινομένην εἶναι1 (σωμάτων δὲ ἡ κίνησις), καὶ διὰ τὸ τυποῦσθαι καὶ μορφοῦσθαι τὸ πνεῦμα ἐγειρομένης τῆς φαντασίας, τῆς κινήσεως αὐτῆς κατηγορουμένης· τὸ ὁμοίαν εἶναι αὐτὴν τῇ αἰσθήσει διὰ τὸ ἀχώριστον τῶν σωμάτων, συντυπουμένου ἀεὶ τῇ φανταστικῇ ἐνεργείᾳ τοῦ πνεύματος· καὶ τὸ τοῖς μὴ αἰσθανομένοις μὴ ὑπάρχειν καὶ ἄνευ αἰσθήσεως μὴ ἐγγίνεσθαι, ἐπειδὴ ἡ προβολὴ πᾶσα τῆς ψυχῆς τῆς ὅλης ἔξω γινομένης διὰ τῶν αἰσθητῶν ἐγείρεται, ἡ δὲ φαντασία καὶ ἐμμένει τοῖς αἰσθητοῖς τύποις· καὶ τὸ πολλὰ κατ’ αὐτὴν ποιεῖν καὶ πάσχειν τὸ ἔχον (καὶ γὰρ ὁρμᾷ, ὅπερ ἐστὶ ποιεῖν, καὶ ἐρυθριᾷ καὶ ὠχριᾷ, ὅπερ ὑπὸ τὸ πάσχειν)· καὶ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι, διὰ τὸ τῶν γνωστικῶν ὑπάρχειν δυνάμεων, καὶ τούτων οὐ τῶν ἀεὶ ἀληθευουσῶν. καὶ τὸ ὄνομα δὲ ἐτυμολογεῖ τῆς φαντασίας κατὰ τὴν πρὸς τὰς αἰσθήσεις κοινωνίαν ἀπὸ τῆς ἀρίστης ἐν αὐταῖς τῆς ὄψεως, ἧς ἡ ἐνέργεια μετὰ φωτός, ἀφ’ οὗ ὠνομάσθαι τὴν φαντασίαν. καὶ διὰ τὸ ἐμμένειν καὶ ὁμοίας εἶναι ταῖς αἰσθήσεσι πολλὰ κατ’ αὐτὰς πράττει τὰ ζῷα. πᾶσα γὰρ πρᾶξις περὶ τὰ αἰσθητά, ὡς καὶ ἐν ταῖς πράξεσι τοῖς αἰσθητοῖς χρῆσθαι καὶ ἐν ταῖς πρὸς αὐτὰς ὁρμαῖς τῇ τῶν αἰσθητῶν μνήμῃ, ἥτις μόνιμός ἐστιν ὁμοία ταῖς αἰσθήσεσιν ἐνέργεια. ἀλλ’ ἐν μὲν τοῖς ἄλλοις ζῴοις καὶ τὸ κατάρχον καὶ ἡγεμονοῦν τῶν πράξεων ἡ φαντασία ἐστίν, ἐπειδὴ μὴ ἔχει τι κρεῖττον· ἐν δὲ τοῖς ἀνθρώποις τὸ μὲν ἄρχον τῶν πράξεων ὁ πρακτικός ἐστι νοῦς, ὅταν κατὰ λόγον ἐνεργῶμεν (οὐκ ἄνευ δὲ φαντασίας· καὶ γὰρ αὐτὸς χρῆται ταῖς φαντασίαις, διὰ τὸ περὶ τὰ αἰσθητὰ εἶναι τὰς πράξεις καὶ τὴν ἐπ’ αὐτὰς ὁρμὴν σὺν τῇ τῶν αἰσθητῶν γίνεσθαι μνήμῃ)· διὰ δὲ τὸ ἐνίοτε ἐπικαλύπτεσθαι τὸν πρακτικὸν νοῦν καὶ ἡμεῖς κατὰ φαντασίας ἡγουμένας τότε κινούμεθα,2 ἐναργέστατα ἐν τοῖς ὕπνοις τῆς φαντασίας ἄνευ λόγου τῇδε κακεῖσε ἀορίστως ἀττούσης καὶ τὸ ζῷον ἐνίοτε κινούσης, ἀλλὰ καὶ ἐν τοῖς πάθεσιν ὡς ἐν ταῖς ἀμέτροις ἐπιθυμίαις καὶ ὀργαῖς ἡδοναῖς τε καὶ λύπαις καὶ φόβοις οὐ χρωμένης τῷ λόγῳ τῆς ψυχῆς, καὶ ἐν νόσοις δέ τισιν ὡς ἐν ταῖς παραφροσύναις. αἰτία δὲ τοῦ ἐπικαλύπτεσθαι καὶ ἡ παιδικὴ ἡλικία.

「そして第一のものは感覚が現前しているときには真である」というのも、感覚が現前しているときにも表象は直ちに目覚めるのであり、たとえ時に感覚の衝撃的な強さが注意を引き寄せることによって[表象が]気付かれないとしても、また特に感覚器官が[対象から]遠く離れていて、表象のみならず感覚も固有の感覚対象についてさえ欺かれることが生じる場合であってもそうだからである。これらのことのうえに、彼[アリストテレス]は、これまで述べられた事柄が表象以外の何ものにも当てはまらないと結論づけている。そして述べられた事柄とは、現実活動における感覚によって生じる運動であること(運動とは物体のものである)、およびプネウマが型取られ形作られることによって表象が目覚めることであって、それ〔表象〕に運動という述語が付されること、物体から分離できないことのゆえにそれ自身が感覚に類似していること(プネウマが表象活動とともに常に同時に型取られることによる)、感覚しないものには属さず感覚なしには生じないこと(外的なものとなりつつある魂全体のあらゆる投企は感覚対象を通じて目覚めるのであり、表象は感覚的な型に留まり続けることによる)、そしてそれ[表象]を有するものがそれに即して多くのことを行い、また受動すること(現に、衝動することは行うことに属し、顔を赤らめたり青ざめたりすることは受動することに属する)、さらに認識能力に属し、しかもそれらのうち常に真理を捉えるものには属さないがゆえに真であったり偽であったりすること、であった。そして彼[アリストテレス]はまた、感覚に対する共有関係に即して、感覚のうち最善のものである視覚から表象の名称を語源づけている。視覚の現実活動は光とともにあり、光から表象という名が付けられたのである。そして〔表象が〕留まり続け感覚に類似していることのゆえに、動物たちはそれら[表象]に即して多くのことを行う。なぜならあらゆる行為は感覚対象に関わるのであり、行為において感覚対象を用い、行為への衝動においては感覚対象の記憶(これは持続的で諸感覚に類似した現実活動である)を用いるからである。しかし他の動物たちにおいては、行為を開始し統率するものは表象である。より優れたものを何も持たないからである。一方、人間においては、行為を支配するものは実践知性である。我々が理性に即して活動するときにはそうである(もっとも表象なしにではない。実践知性自身も表象を用いるのであり、それは行為が感覚対象に関わり、それらへの衝動が感覚対象の記憶とともになされるからである)。しかし時に実践知性が覆い隠されることのゆえに、我々もまたそのとき導き手となる表象に即して動かされる。最も明瞭には睡眠中においてであり、表象が理性なしにあちらこちらへと不定に馳せ巡り、時に動物を動かす。だがそれだけでなく、激情のうちにおいて、たとえば過度な欲望や怒り、快楽や苦痛や恐れにおいて魂が理性を用いないときや、ある種の病気、たとえば狂気において[もそうである]。また覆い隠される原因には幼少期もある。

§3.93

"Περὶ μὲν οὖν φαντασίας, τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήσθω ἐπὶ τοσοῦτον." Καὶ γὰρ ὡρίσατο αὐτήν (τοῦ δὲ τί ἐστι δηλωτικὸς ὁ ὅρος) ἄλλα 〈τε〉 καὶ ὅτι γνωστικὴ δύναμις, ποτὲ μὲν ἀληθεύουσα ποτὲ δὲ ψευδομένη, καὶ τὰς αἰτίας δὲ αὐτῆς, ὧν τὸ διὰ τί ἐστι δηλωτικόν,3 παραδέδωκε, τὴν μὲν ὡς ποιητικὴν τὴν κατ’ ἐνέργειαν αἴσθησιν, τὴν δὲ ὡς τελικήν, ἵνα κατ’ αὐτὴν πολλὰ ποιῇ τε καὶ πάσχῃ τὰ ζῷα.

「表象については、それが何であるか、何ゆえにあるのかについて、これくらいにしておこう」というのも、彼[アリストテレス]は表象を定義し(定義とはそれが何であるかを示すものである)、とりわけそれが認識能力であって時に真であり時に偽であると示し、また「何ゆえにあるのか」が示すところのその諸原因、すなわち作因としては現実活動における感覚を、目的因としてはそれに即して動物たちが多くのことを行い、また受動するようにということを伝えたからである。

構文注3 件
  1. 3.92ἦν δὲ τὰ λεχθέντα τὸ κίνησιν ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγγινομένην εἶναι

    主語 τὰ λεχθέντα(「述べられた事柄」)に対する述部として、中性単数定冠詞 τὸ と不定詞 εἶναι、そして後続する一連の不定詞節(τὸ ὁμοίαν εἶναι, καὶ τὸ μὴ ὑπάρχειν, καὶ τὸ ποιεῖν καὶ πάσχειν, καὶ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι)が同格的に並列されている。各項目は先行する章でアリストテレスが挙げた表象の諸規定の再総括をなしている。

  2. 3.92διὰ δὲ τὸ ἐνίοτε ἐπικαλύπτεσθαι τὸν πρακτικὸν νοῦν καὶ ἡμεῖς κατὰ φαντασίας ἡγουμένας τότε κινούμεθα

    前置詞句 διὰ τὸ ἐπικαλύπτεσθαι は原因を表す動名詞的(不定詞)構文で、対格の τὸν πρακτικὸν νοῦν がその意味上の主語である。主節の接続詞 καὶ は副詞的に働いて ἡμεῖς(「我々もまた」)を強調し、動物だけでなく理性をもつ人間も知性が覆われた際には表象に導かれるという対比を完成させている。

  3. 3.93ὧν τὸ διὰ τί ἐστι δηλωτικόν

    関係代名詞 ὧν は先行詞 τὰς αἰτίας を受ける属格で、形容詞 δηλωτικόν(「示す、開示する」)の対象(客体格的属格)となっている。述語名詞 δηλωτικόν の主語は引用句化された τὸ διὰ τί ἐστι(「何ゆえにあるのか」という問い/表現)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:216.19-217.21