← キリキアのシンプリキオス

アリストテレス『魂について』注解

§20.5-21.8

質料を具えたロゴスとしての情態と自然学の探究範囲

シンプリキオスはアリストテレスの「情態は質料を具えたロゴスである」という規定を受け、情態の完全な定義には質料(身体や受動的部分)と形相(生命の現実活動や能力)および動因・目的因が含まれるべきことを論じ、自然探究者が霊魂の全体を扱うのか身体から不可分な部分を扱うのかを霊魂の一性と多性の観点から吟味する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.29

" Εἰ δ’ οὕτως ἔχει, δῆλον ὅτι τὰ πάθη λόγοι ἔνυλοί εἰσιν." Τὴν μὲν ζωτικὴν ἐνέργειαν τοῦ λόγου δηλοῦντος, τὴν δὲ ἀχώριστον αὐτοῦ πρὸς τὴν σωματικὴν κίνησιν μίξιν τοῦ ἐνύλου,1 διὰ τὸ τοῦ συνθέτου εἶναι τὰ πάθη, ἑπόμενος οὖν τοῖς πράγμασι καὶ ὁ ὁριστικὸς τῶν παθῶν λόγος οὐ τὸ ζωτικὸν μόνον ἀλλὰ καὶ τὸ σῶμα παραλήψεται, οἷον τὸ ὀργίζεσθαι κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους· μεταβολὴ γὰρ σωματικὴ καὶ διὰ τοῦτο κίνησις, οὐχ ἁπλῶς δέ, ἀλλὰ τίς, ἐπειδὴ τὸ ὅλον τοῦτο ζωτική ἐστι καὶ ὡς ζῶντος σώματος κίνησις. διὸ καὶ οὐ σώματος ἁπλῶς, ἀλλὰ τοῦ τοιουδὶ σώματος, τουτέστι τοῦ ζῶντος, καὶ κατὰ τὸ τοιόνδε ζωῆς ζῶντος εἶδος, οἷον ὀρεκτικὸν καὶ αἰσθητικὸν καὶ ἀμυντικόν. ἐνίοτε δὲ οὐ τὸ ὅλον παραλαμβάνεται σῶμα, ἀλλὰ μέρος τὸ πρώτως τοῦ πάθους δεκτικόν. οἷον τὸ περὶ καρδίαν αἷμα ἢ τὸ αἰσθητικὸν πνεῦμα. καὶ διὰ τοῦτο ἢ μέρους ἔφη. τὸ δὲ ἢ δυνάμεως πρόσκειται2 διὰ τὸ ἐνίοτε τοὺς ὅρους τὴν κίνησιν τῆς τοιᾶσδε πρώτως λέγειν ζωῆς τῆς τὸ ὄργανον χαρακτηριζούσης. ὁ μὲν γὰρ τὴν ὀργὴν εἰπὼν ζέσιν τοῦ περὶ καρδίαν αἵματος ὀρεκτικὴν ἀντιλυπήσεως, τὴν κίνησιν τοῦ σώματος πρώτως εἰπὼν τὸ ὑλικόν, ὕστερον τὸ εἶδος διὰ τοῦ ὀρεκτικοῦ ἐδήλωσεν· ὁ δὲ ὄρεξιν ἀντιλυπήσεως ἐκ τοῦ περὶ καρδίαν ζέοντος αἵματος τὴν κίνησιν πρώτως ἔφη τῆς δυνάμεως, τουτέστι τῆς τὸ ὄργανον χαρακτηριζούσης ζωῆς.

「そしてもしそうであるなら、情態が質料を具えたロゴスであることは明らかである。」 ロゴスが生命的な現実活動を示し、質料を具えたものがそれ[ロゴス]の身体的運動への分離不可能な混合を示すのは、情態が複合体に属するものだからである。したがって事柄に従って、情態の定義的ロゴスもまた生命的なもののみならず身体をも取り込むであろう。例えば、怒ることはこれこれの身体あるいは部分の或る運動である、というように。身体的変化であり、それゆえ運動であるが、端的な[運動]ではなく或る[運動]である。この全体が生命的であり、生きている身体の運動としての運動であるからである。それゆえ単に身体のではなく、これこれの身体の、すなわち生きている身体の、しかもこれこれの種類の生命に従って生きている身体の[運動]なのであり、例えば欲求的、感覚的、防衛的な種類の[生命]に従ってである。また時には、身体の全体が取り込まれるのではなく、第一にその情態を受け入れる部分が取り込まれる。例えば心臓周囲の血液や感覚的精気(プネウマ)のようなものである。そしてそれゆえ彼は「あるいは部分の」と述べたのである。また「あるいは能力の」が付加されているのは、定義が時には道具を特徴づけるこれこれの生命の運動を第一に語るからである。というのも、怒りを「仕返しを欲求する心臓周囲の血液の沸騰」と言った者は、身体の運動を第一に語って質料的なものを示し、欲求するものによって後から形相を明らかにしたのに対し、他方[怒りを]「心臓周囲の沸騰する血液による仕返しの欲求」と言った者は、まず能力の、すなわち道具を特徴づける生命の運動を第一に語ったからである。

§1.30

"Ὑπὸ τοῦδε ἕνεκα τοῦδε." Ἀπαιτεῖ γὰρ πᾶσα κίνησις τὸ ὑφ’ οὗ. παραληπτέον οὖν ἐν τοῖς τελείοις τῶν παθῶν ὁρισμοῖς οὐ τὸ ζῶν μόνον τοιωσδὶ σῶμα, ἀλλὰ καὶ τὸ κινοῦν αὐτὸ καὶ τὸ ὡς ὀργάνῳ χρώμενον καὶ τὸ τελικὸν αἴτιον, ἢ ἀληθῶς ὂν ἀγαθὸν ἢ φαινόμενον, οἷον ἡ μὲν κατὰ φύσιν σωτηρία ἀγαθόν, ἡ δὲ ἄμυνα φαινόμενον.

「これこれによってこれこれのために[生じる]。」 いかなる運動も動因を要求するからである。したがって情態の完全な定義においては、このように生きている身体のみならず、それを動かすもの、それを道具として用いるもの、そして真の善であるか思われる善であるかのいずれかである目的因をも取り込まねばならない。例えば、自然に従った自己保持は善であり、復讐は思われる善である。

§1.31

"Καὶ διὰ ταῦτα ἤδη φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτης." Τοιαύτην μὲν λέγει οὐ μόνον τὴν τὸ ὄργανον εἰδοποιοῦσαν, ἀλλὰ καὶ τὴν ὡς κινητικὴν αὐτοῦ καὶ ὡς ὀργάνῳ χρωμένην, ᾗ κινεῖ καὶ ᾗ χρῆται, καὶ τὴν ὅλως πρὸς σῶμα ῥέπουσαν, ᾗ ῥέπει· πᾶσαν δὲ πρὸς ταύταις καὶ τὴν θεωρητικὴν τῆς τῶν ὄντων ἀληθείας3 κατά τε προβολὴν καὶ κατὰ τὴν εἰς τὴν οὐσίαν τὴν ἐνέργειαν συναιροῦσαν. ἐπεὶ γὰρ μία καὶ πολλὴ ἡ τῆς ψυχῆς οὐσία, καθὸ μὲν μία καὶ ἡ αὐτὴ τῷ ὑποκειμένῳ ἥ τε μονίμως καὶ ποτὲ κατὰ προβολὴν θεωροῦσα καὶ πρὸς σῶμα ἀπονεύουσα καὶ χρωμένη τῷ σώματι καὶ κινοῦσα αὐτό, περὶ πάσης ἂν δόξειεν ὁ φυσικὸς ποιεῖσθαι λόγον· τῆς γὰρ ὅλης ἐφάπτεται ὁ καθ’ ὁτιοῦν αὐτὴν θεωρῶν· καθὸ δὲ διαφορεῖται ὡς οὐ μία μόνον ἀλλὰ καὶ πολλὴ οὖσα, ὁ κατὰ τὸ ἀχώριστον αὐτὴν θεωρῶν οὐ περὶ πάσης ἂν θεωροίη, ἀλλ’ ἰδίως περὶ τῆς ἀχωρίστου σωμάτων ὁπωσοῦν καθὸ τοιαύτη.

「そしてこれらのゆえに、すでに霊魂の全体について、あるいはこのような[霊魂]について考察することは自然探究者の務めである。」 「このような[霊魂]」と彼が言うのは、道具を形相づけるもののみならず、道具の動因としてのもの、道具として用いるもの(それが動かし用いる限りにおいて)、そして総じて身体へと傾斜するもの(それが傾斜する限りにおいて)のことである。そして「全体」とは、これらに加えて、投企に従って、また本質へと現実活動を集約させることによって、実在の真理を観照する[霊魂]をも含めてのことである。霊魂の本質は一つにして多数であるゆえに、恒常的にも、また時に投企に従っても観照し、身体へと傾斜し、身体を用い、身体を動かすものが、基底において一つにして同一である限りにおいては、自然探究者は全体について論述していると思われるかもしれない。いかなる仕方であれ霊魂を観照する者は、全体の霊魂に触れているからである。しかし、単に一つであるのみならず多数でもあるものとして区別される限りにおいては、分離不可能なものに従って霊魂を観照する者は、全体について観照するのではなく、いかなる仕方であれ身体から分離不可能なものについて、まさにそうしたものとして固有に観照することになるであろう。

構文注3 件
  1. 1.29Τὴν μὲν ζωτικὴν ἐνέργειαν τοῦ λόγου δηλοῦντος, τὴν δὲ ἀχώριστον αὐτοῦ πρὸς τὴν σωματικὴν κίνησιν μίξιν τοῦ ἐνύλου

    二つの属格絶対構文が μέν と δέ によって対比されている。後者において分詞 δηλοῦντος が省略されており、属格名詞 τοῦ ἐνύλου が主語として「質料を具えたものが…を示す」と補われる。これら二つの絶対属格句全体が、後続する主節(ὁ ὁριστικὸς τῶν παθῶν λόγος ... παραλήψεται)に対する理由・前提を述べている。

  2. 1.29τὸ δὲ ἢ δυνάμεως πρόσκειται

    アリストテレス本文 403a26(κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως)にある句「あるいは能力の(ἢ δυνάμεως)」を指す。主語は中性の定冠詞を伴った句 τὸ δὲ ἢ δυνάμεως であり、動詞 πρόσκειται(付加されている)と結びついている。

  3. 1.31πᾶσαν δὲ πρὸς ταύταις καὶ τὴν θεωρητικὴν τῆς τῶν ὄντων ἀληθείας

    前文の「Τοιαύτην μὲν λέγει...」に対応する「πᾶσαν δὲ[λέγει]...」の省略構文である。対格 πᾶσαν は主動詞 λέγει の直接目的語であり、被修飾名詞 ψυχήν が了解されている。また πρὸς ταύταις は「これらに加えて」を意味し、κατά τε προβολὴν と κατὰ τὴν ... συναιροῦσαν はいずれも τὴν θεωρητικὴν を限定し、後者の κατὰ が分詞句 τὴν ... συναιροῦσαν(τὴν ἐνέργειαν を目的語にとる)を支配している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:20.5-21.8