← キリキアのシンプリキオス

アリストテレス『魂について』注解

§141.40-142.34

音の共振的伝達と活動の反射としての反響

シンプリキオスは、音と響き(エネルゲイア)が空気の局所的移動や空気同士の衝突ではなく、撃打の情態を介した無分割の空気の共振的伝達であることを論じ、反響とは硬い面によるその活動の反射であって空気の移動ではないことを明示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.137#2

οἶμαι οὖν ὅτι οὐχ ὥσπερ ἡ τοῦ φωτίζοντος παρουσία ἐν τῷ διαφανεῖ καὶ ἡ τοῦ χρώματος ἐν τῷ ἐνεργείᾳ διαφανεῖ εὐθὺς ἐνήργει τὸ γενησόμενον ὁρατόν, οὕτω καὶ ἡ τοῦ στερεοῦ μόνη παρουσία ἐν τῷ διηχεῖ τὸν ψόφον ἐνεργεῖ, ἀλλὰ πλῆττον ἐνεργεῖ, τουτέστι πάθος ἐμποιοῦν· πάθος γὰρ ἡ πληγή. ὁ δὲ ἦχος οὐ πάθος ἀλλ’ ἐνέργεια τῶν πληξάντων ἀπολύτως τῷ διηχεῖ ἐπὶ τῷ πάθει παροῦσα. διὸ προηγεῖται τὸ πάθος καὶ ὅλος μὲν ὁ ἀὴρ πέπονθεν, ἐφ’ ὅσον καὶ ἡ ἐνέργεια διατείνει, ὁ καὶ μείνας εἷς τε καὶ συνεχὴς καὶ ἄθρυπτος, ἀλλ’ οὐ καθ’ ὅλον ἑαυτὸν προηγουμένως, κατὰ δὲ τὸ πρὸς τῷ στερεῷ ἑαυτοῦ μόριον, τοῖς δὲ λοιποῖς οἷον συμπάσχων, μᾶλλον μὲν καὶ πρότερον τοῖς προσεχέσι τοῦ πρωτοπαθοῦς μορίου, ἧττον δὲ καὶ ὑστερίζουσι τοῖς ἀπωτέρω. διὸ καὶ μᾶλλον καὶ θᾶττον οἱ ἐγγυτέρω ἀκούουσι τῶν ἀπωτέρω· κατὰ γὰρ τὰ μέτρα τῆς πάθης καὶ τὸ σφοδρὸν καὶ ἡ ταχυτὴς καὶ τὰ ἐναντία ὁρίζεται. οὐχὶ οὖν πλήττεται ἢ σχηματίζεται τὰ δεύτερα μόρια ὑπὸ τῶν προτέρων, ἀλλὰ συμπάσχει καὶ συνειδοποιεῖται ὑπὸ τοῦ ἐξ ἀρχῆς πλήξαντός τε καὶ ἐνεργήσαντος, διὰ τὸ μεριστὸν τῶν πασχόντων σωμάτων ὄντων μεριστῶς τῆς πάθης διαδιδομένης, καὶ τῶν προτέρων οὐ πληττόντων τὰ ἐφεξῆς, ἀλλὰ μεταβιβαζόντων τὴν πληγήν. καὶ τῷ παθόντι τὴν πληγὴν ἀέρι ὅλῳ ἀπολύτως ἡ ἠχητικὴ πάρεστιν ἐνέργεια· οὐ γὰρ ἂν ἄλλως ὅλη ἑκασταχοῦ ἡ αὐτὴ ὑπῆρχεν, ἐφ’ ὅσον διικνεῖται ὁ ἦχος. διικνεῖται δὲ ἐφ’ ὅσον ἀέρα καὶ τὸ ἀπὸ τῆς πληγῆς μεταβιβάζεται πάθος, ἄθρυπτον καὶ συνεχῆ καὶ ἕνα διαμένοντα. ὅταν οὖν ὁ εἷς οὗτος ἀὴρ στερεῷ τινι προσπελάζων οὐκέτι κατ’ εὐθεῖαν ὁμοίως τοῖς προτέροις μορίοις τὴν συνέχειαν σώζων διὰ τὴν ὑπὸ τοῦ στερεοῦ ἀντίφραξιν, ἀλλὰ ἢ κατ’ αὐτὸν τὸν παθόντα καὶ τὴν ἐνέργειαν σώζοντα ἢ κατὰ τὸν παρακείμενον αὐτῷ ἐπὶ τάδε τοῦ στερεοῦ [μέρη] φέρηται, ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια,1 ἡ λεγομένη ἀποτελεῖται ἠχώ, οὐ τοῦ στερεοῦ πληττομένου καὶ ποιοῦντος τὸν ἦχον, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος συνεργῷ πρὸς τὴν ἀνάκλασιν χρωμένου τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ, διὰ μὲν τὴν λειότητα ἄθρυπτον τὸν ἀέρα φυλάττοντι ὁμοῦ πλείονα συνηγμένον τὸν τῷ ἤχῳ εἰδοποιούμενον καὶ οὐ διαχεόμενον καὶ διὰ τοῦτο ἐναργέστερον εἰδοποιούμενον, διὰ δὲ τὴν ἀντιτυπίαν κωλύοντι τὴν εἰς τὸ πρόσω τῆς ἐνεργείας διέξοδον καὶ τῆς εἰς τὸ ἐπὶ τὰ αὐτὰ ἀνακλάσεως συναιτίῳ γινομένῳ.2 οὕτως οὖν καὶ τὸ Ἀριστοτελικὸν νοητέον, τὸ πάλιν ὁ ἀὴρ ἀπωσθῇ ὥσπερ σφαῖρα· οὐχ ὡς ἀὴρ κατὰ φορὰν κινούμενος, ἀλλ’ ὡς ἐνεργείᾳ ἠχητικὸς κατ’ αὐτὴν τὴν ἠχήν.

それゆえ私は、光をもたらすものの透明なものにおける臨在、および色の現勢的透明なものにおける臨在が、直ちに可視的となるべきものを現実活動化するように、そのように硬いものの透響的なものにおける単なる臨在が音を現実活動化するのではなく、撃ちつつ、すなわち情態を生ぜしめつつ現実活動化するのであると考える。なぜなら撃打とは情態だからである。しかし響きは情態ではなく、撃ったものたちの活動であって、情態に即して、透響的なものに無条件に臨在しているのである。それゆえ情態が先行し、活動が及ぶ限りの空気全体が情態を被っており、この空気は一つかつ連続的で砕かれずに留まるが、自身全体において一次的に情態を被っているのではなく、硬いものに接する自らの部分において一次的に被っており、残りの部分においては言わば共振しているのであって、最初に情態を被った部分の近隣のものにおいてはより強く・先に、遠く離れたものにおいてはより弱く・遅れて[共振して]いるのである。それゆえ、遠く離れた者たちよりも近くにいる者たちのほうが、より強くより速く聞くのである。なぜなら情態の尺度に従って、強烈さや速さ、またその反対のものも規定されるからである。したがって、第二の部分が第一の部分によって撃たれたり形づくられたりするのではなく、最初に撃ちかつ活動した作用因によって共に情態を被り、共に形相づけられるのである。情態を被る諸物体が部分をもつものであるがゆえに情態が部分的に伝達され、かつ先の部分が引き続く部分を撃つのではなく撃打を仲介するからである。そして撃打という情態を被った空気全体に、無条件に響きの活動が臨在している。さもなければ、響きが到達する限りにおいて、到るところで全体として同一の活動が存在することはないであろうから。そして撃打による情態が、砕かれず連続的で一つにとどまり続ける限りの空気に仲介される限りにおいて、[響きも]到達するのである。それゆえ、この一つの空気が何らかの硬いものに接近し、硬いものによる遮断のゆえに、もはや先の諸部分と同様に直線上に連続性を保つのではなく、情態を被って活動を保っているその空気自身に沿って、あるいは硬いものの手前にあるその空気に隣接する[部分]に沿って、最初に音を立てたものの活動が運ばれるとき、いわゆる反響が完成されるのであり、それは硬いものが撃たれて響きを生み出すのではなく、最初に音を立てたものが、滑らかで中空な硬いものを反射のための協力者として用い、[その硬いものが]滑らかさのゆえには、響きによって形相づけられ散逸せず、それゆえにより明瞭に形相づけられる空気を、砕かれずに一度に多く集められた状態に保ち、また反発力のゆえには、活動の前方への出口を妨げて、同じ[方向]への反射の共同原因となるからである。したがって、アリストテレスの「空気が再び球のように跳ね返される」という言葉もこのように理解されねばならない。空気が移動運動に従って動かされるとしてではなく、現勢的な可響体として響きそのものに即して[跳ね返される]と。

構文注2 件
  1. 2.137ὅταν οὖν ὁ εἷς οὗτος ἀὴρ στερεῷ τινι προσπελάζων οὐκέτι κατ’ εὐθεῖαν ὁμοίως τοῖς προτέροις μορίοις τὴν συνέχειαν σώζων διὰ τὴν ὑπὸ τοῦ στερεοῦ ἀντίφραξιν, ἀλλὰ ἢ κατ’ αὐτὸν τὸν παθόντα καὶ τὴν ἐνέργειαν σώζοντα ἢ κατὰ τὸν παρακείμενον αὐτῷ ἐπὶ τάδε τοῦ στερεοῦ [μέρη] φέρηται, ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια

    従属節の構造における破格(アナコルートン)。文頭の ὁ εἷς οὗτος ἀὴρ は分詞 προσπελάζων および σώζων を伴って主格で提示されるが、実際の従属節の述語動詞 φέρηται の文法上の主語は後続の ἡ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος ἐνέργεια である。主格の空気は意味上の場面設定として先置され、活動の担い手・経路として後続の述語へと吸収されている。

  2. 2.137οὐ τοῦ στερεοῦ πληττομένου καὶ ποιοῦντος τὸν ἦχον, ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος συνεργῷ πρὸς τὴν ἀνάκλασιν χρωμένου τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ, διὰ μὲν τὴν λειότητα ἄθρυπτον τὸν ἀέρα φυλάττοντι ... διὰ δὲ τὴν ἀντιτυπίαν κωλύοντι ... συναιτίῳ γινομένῳ

    対比的な属格絶対構文(οὐ τοῦ στερεοῦ... ἀλλὰ τοῦ ἐξ ἀρχῆς ἠχήσαντος... χρωμένου...)に続く与格分詞群の係り先。与格の φυλάττοντι、κωλύοντι、および συναιτίῳ γινομένῳ は、直前の χρωμένου の補語である τῷ στερεῷ καὶ λείῳ καὶ κοίλῳ に一致し、硬い物体が反射をもたらす二通りの働き(平滑さによる空気の保持と、反発力による前進の阻止)を説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:141.40-142.34