← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§858.6-860.2

運動の三範疇への限定と関係範疇をめぐる難問

アリストテレスが運動を性質・量・場所の三範疇に限定したことに対し、シンプリキオスは関係や他の範疇にも反対や基底体の持続が存在しうるという難問を提起した上で、アリストテレスが運動を基底体の本質的態勢をもたらす変化と見なしたために希薄な関係的諸範疇を排除したのだと解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.20#1

" Ἐπεὶ δὲ οὔτε οὐσίας οὔτε τοῦ πρός τι ἕως τοῦ ἐν ἑκάστῳ γάρ ἐστι τούτων ἐναντίωσις." Προθέμενος δεῖξαι ὅτι οὐκ ἐν πάσαις ἐστὶ ταῖς κατηγορίαις κίνησις, ἀλλ’ ἐν τρισὶ μόναις, τῷ τε ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποῦ, καὶ δείξας ὅτι οὔτε ἐν οὐσίᾳ, οὔτε ἐν τῷ πρός τι οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, ἐπειδὴ κινήσεις μὲν αὗταί τινές εἰσι, κινήσεως δὲ κίνησις οὐκ ἔστι καθ’ αὑτό, ὅπερ διὰ πλειόνων ἀπέδειξε, συμπεραίνεται λοιπὸν ὅτι μὴ οὔσης κινήσεως ἐν ταῖς ἄλλαις κατηγορίαις, λείπεται κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸ ποῦ κίνησιν εἶναι μόνον,1 καὶ τὴν αἰτίαν τοῦ ἐν τούτοις εἶναι κίνησιν προστίθησιν εἰπὼν ἐν ἑκάστῳ γάρ ἐστι τούτων ἐναντίωσις· ἡ γὰρ κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἦν μεταβολή. εἰ οὖν ἔστιν ἐναντίωσις καὶ ἐν τῇ τῶν πρός τι κατηγορίᾳ, ὡς αὐτὸς ἐν Κατηγορίαις ἐδήλωσεν εἰπὼν “ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι”, οὐδὲν κωλύει καὶ κατὰ ταύτην εἶναι κίνησιν. τὸ μὲν γὰρ κινούμενον καὶ ἐνταῦθα ἡ οὐσία ἐστίν, κινεῖται δὲ κατὰ τὴν σχέσιν ὥσπερ κατὰ ποιότητα καὶ ποσότητα καὶ τὴν τοῦ ποῦ κατηγορίαν. καὶ γὰρ ἐκεῖ ἡ οὐσία ἐστὶν ἡ κατ’ ἐκείνας κινουμένη ὑπομένουσα. αἱ δὲ ποιότητες αὗται καὶ ποσότητες καὶ αἱ κατὰ τόπον φοραὶ γίνονται καὶ φθείρονται μᾶλλον ἤπερ κινοῦνται· οὐ γὰρ ὑπομένουσιν, ὅπερ προσεῖναι χρὴ τοῖς κινουμένοις, ἀλλ’ ἡ ὑποκειμένη οὐσία ἐν τῇ κατ’ ἐκείνην μεταβολῇ ὑπομένουσα κινεῖσθαι λέγεται. καὶ κατὰ τὸ ποιεῖν δὲ καὶ τὸ πάσχειν κινοῖτο ἂν τὸ ὑποκείμενον, κἂν αὐτὴ ἡ ποίησις καὶ ἡ πεῖσις οὐ κινῶνται, ἀλλὰ γίνονται καὶ φθείρονται καὶ ταύτῃ μεταβάλλουσιν. ἀντίκεινται δὲ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὡς τὰ πρός τι· διὸ καὶ συνυπάρχει ἀλλήλοις καὶ μεταβάλλει εἰς ἄλληλα πολλάκις. ὑγρανθεὶς γὰρ ὁ ἀὴρ ὑπὸ τοῦ ὕδατος ὑγραίνει τὴν γῆν καὶ θερμανθεὶς ὑπὸ τοῦ πυρὸς θερμαίνει, καὶ κατὰ τὰς λοιπὰς δὲ κατηγορίας ἡ ὑποκειμένη οἶμαι οὐσία λέγοιτο ἂν κινεῖσθαι. κατὰ χρόνον μὲν ἐκ τοῦ παρεληλυθότος εἰς τὸ μέλλον, κἂν μὴ κυρίως ᾖ ἐναντία ταῦτα, εἴπερ τὸ μὲν παρεληλυθὸς εἰς τὸ μέλλον μεταβάλλει, τὸ δὲ μέλλον οὐκέτι εἰς τὸ παρεληλυθός. κατὰ δὲ τὸ κεῖσθαι καὶ ἐναντιότης φαίνεται τῆς στάσεως πρὸς τὴν καθέδραν καὶ τοῦ πρηνοῦς πρὸς τὸ ὕπτιον. καὶ οὐδὲν ἄτοπον τὴν ὑποκειμένην οὐσίαν κινεῖσθαι καὶ κατὰ ταύτας τὰς ἀντιθέσεις αὐτὴν ὑπομένουσαν. καὶ ἐν τῷ ἔχειν δὲ μεταβολή τίς ἐστι τοῦ ὑποκειμένου ἀπὸ στερήσεως τῆς καταφάσει δηλουμένης εἰς τὴν ἕξιν, οἷον ἐκ τοῦ γυμνοῦ εἰς τὸ ἔχειν ἱμάτιον. καὶ τοῦτο καὶ αὐτὸς Ἀριστοτέλης στερήσεως καταφατικῆς τέθεικε παράδειγμα δηλῶν τὰς κατὰ κίνησιν μεταβολάς, ὅτε ἔλεγε “καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον”· καὶ δηλοῦται καταφάσει τὸ γυμνὸν καὶ λευκὸν καὶ μέλαν. Ἀλλὰ μήποτε ὁ Ἀριστοτέλης τὴν κίνησιν ὡς μεταβολὴν τοῦ ὑποκειμένου κατὰ διάθεσιν θεασάμενος πασῶν αὐτὴν ἀπέφησε τῶν κατηγοριῶν2 τῶν σχετικῶν καὶ ἀμενηνῶν καὶ οὐδὲν ἐκφανῶς τὸ ὑποκείμενον διατιθεισῶν· τὸ γὰρ κεῖσθαι καὶ τὸ ἔχειν οὐδεμίαν δοκεῖ τῷ ὑποκειμένῳ δευσοποιὸν διάθεσιν ἐμποιεῖν. τί γὰρ διαφέρει τῷ σώματι πρηνεῖ κεῖσθαι ἢ ὑπτίῳ καὶ περικεῖσθαι δακτύλιον ἢ μή; καὶ τὸν χρόνον δὲ ὡς ἀδρανῆ δοκεῖ τεθεᾶσθαι. διὸ γενέσεως μὲν οὐδαμῶς αἴτιόν φησιν εἶναι, φθορᾶς δὲ μόνης δοκεῖν καὶ ταύτης διὰ τὸ μηδὲν ἄλλο ὁρᾶν αἴτιον·3 τοιαύτη δὲ καὶ ἡ κατὰ τὸ πρός τι σχέσις, δι’ ἧς οἶμαι καὶ τὸ αἴτιον ἐνεδείξατο τοῦ μὴ εἶναι κίνησιν ἐν ταῖς σχετικαῖς κατηγορίαις τὸ μὴ διατιθέναι τὸ ὑποκείμενον, ὅταν λέγῃ “ἐνδέχεται γὰρ θατέρου μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον”, τουτέστι μὴ τρεπόμενον μηδὲ ἀποβάλλον τινὰ διάθεσιν ἢ προσλαμβάνον, ὅπερ ἐπὶ τῶν σχετικῶν κατηγοριῶν πασῶν ὑπάρχον διὰ μιᾶς τῆς τῶν πρός τι κατηγορίας ἐνεδείξατο. τὸ γὰρ ποιὸν καὶ τὸ ποσὸν καὶ ἡ κατὰ ταῦτα μεταβολὴ τρέπει καὶ διατίθησιν ἄλλοτε ἄλλως τὰς ὑποκειμένας οὐσίας. ὁμοίως δὲ καὶ ὁ τόπος δύναμιν οὐ τὴν τυχοῦσαν ἔχει κατ’ αὐτόν, εἴπερ γένεσιν νομίζει τῶν στοιχείων τὴν ἐπὶ τοὺς οἰκείους τόπους φοράν.

「実体にも関係にも[運動は]ないから」から「これらの各々には反対があるからである」まで。 運動はすべての範疇にあるのではなく、性質、量、場所という三つだけに存在することを示そうと提起し、また実体にも、関係にも、作用することと受動することにも[運動が]ないことを示した後――それら自体は何らかの運動であるが、彼が複数の議論を通じて論証したように、運動の運動はそれ自体としては存在しないゆえに――、他の範疇には運動が存在しない以上、運動が存在するのは性質、量、場所に従うものだけでしかありえないと、彼は残りの結論を導き、これらの中に運動が存在する原因を、「これらの各々には反対があるからである」と述べて付け加えている。運動とは反対から反対への変化であったからである。それゆえ、もし彼自身が『範疇論』で「関係するものの中にも反対性は属する」と述べて明言したように、関係の範疇にも反対が存在するならば、この[範疇]に従っても運動が存在することを妨げるものは何もない。なぜなら、ここでも運動するものは実体であり、性質や量や「どこ」の範疇に従って[運動する]のと同様に、関係に従って運動するからである。というのも、あちらでもそれらに従って運動しつつ持続しているのは実体だからである。他方、これらの性質や量や場所的移動は、運動するというよりはむしろ生起し消滅するのである。なぜなら、それらは運動するものに備わっていなければならない持続をしないが、基底する実体は、それに応じた変化において持続しつつ、運動すると言われるからである。そして、作用することや受動すること自体は運動せず、むしろ生起し消滅し、そのようにして変化するとしても、基底するものは作用することや受動することに従って運動するであろう。そして作用することと受動することは関係するものとして対立している。それゆえ互いに共存しもするし、しばしば互いへと変化もする。なぜなら空気は水によって湿らされると土を湿らせ、火によって温められると温めるからである。そして残りの範疇に従っても、基底する実体は運動すると言われうるのではないかと私は考える。時間に従っては過去から未来へと[運動すると言われうる]、たとえこれらが厳密な意味では反対でなくても、過去は未来へと変化するが、未来はもはや過去へと変化しないとするならば。また「横たわっていること」に従っては、立つことの座ることに対する反対性や、うつ伏せであることの仰向けであることに対する[反対性]が現れる。そして基底する実体がそれ自身持続しながら、これらの対立に従っても運動するとしても何ら不条理ではない。また「持つこと」においても、肯定によって示される欠如から所有への基底するものの何らかの変化がある、例えば裸であることから上着を持っていることへの[変化]である。そしてこのことを、アリストテレス自身も運動に応じた変化を明らかにしつつ、「欠如も反対として置かれよ」と述べていたときに、肯定的な欠如の例として挙げている。そして「裸」「白」「黒」は肯定によって示される。 しかしあるいは、アリストテレスは運動を態勢に応じた基底体の変化として見なし、関係的で希薄であり基底体を明瞭には態勢づけないすべての範疇から運動を否定したのではないだろうか。なぜなら「横たわっていること」や「持つこと」は、基底するものにいかなる深く染み入る態勢をも生じさせないと思われるからである。体にうつ伏せに横たわることと仰向けに横たわること、指輪をはめていることとはめていないこととで、何の違いがあろうか。そして彼は時間をも無力なものと見なしたと思われる。それゆえ[時間は]生成の原因では決してなく、消滅の[原因]であるとだけ思われるとし、それも他に原因が見当たらないからだ、と彼は言う。そして関係に応じた連関もそのようなものであり、それによって彼は、関係的な諸範疇において運動が存在しない原因は基底するものを態勢づけないことであると示したのだと私は考える、彼が「なぜなら一方が変化しているとき、他方は何ら変化することなく真でありうることが可能だからである」、すなわち転じられもせず、何らかの態勢を失いも付け加えることもない、と述べるとき。すべての関係的な範疇に属するこのことを、彼は関係という一つの範疇を通じて示したのである。なぜなら質や量、およびこれらに従う変化は、基底する諸実体を時に応じて様々に転じ、態勢づけるからである。同様に、場所も彼に従えばありふれた力をもつのではない、元素がそれ固有の場所へ移動することをそれらの生成であると〔彼が〕見なしているとするならば。

構文注3 件
  1. 5.20συμπεραίνεται λοιπὸν ὅτι μὴ οὔσης κινήσεως ἐν ταῖς ἄλλαις κατηγορίαις, λείπεται κατὰ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸ ποῦ κίνησιν εἶναι μόνον

    συμπεραίνεται は「彼(アリストテレス)は結論づける」という能動的意味の非人称/中動態的用例。ὅτι 節の中で、絶対属格句 μὴ οὔσης κινήσεως ἐν ταῖς ἄλλαις κατηγορίαις が条件・理由をなし、主節として非人称動詞 λείπεται+対格不定詞句(κίνησιν εἶναι μόνον)が続く重層的な結論構造をなしている。

  2. 5.20Ἀλλὰ μήποτε ὁ Ἀριστοτέλης τὴν κίνησιν ὡς μεταβολὴν τοῦ ὑποκειμένου κατὰ διάθεσιν θεασάμενος πασῶν αὐτὴν ἀπέφησε τῶν κατηγοριῶν

    Ἀλλὰ μήποτε は古代注解者が自らの解決案・解釈を控えめに提示する際の定型表現(「しかしおそらく〜ではないか」)。否定小辞 μήποτε に直説法過去 ἀπέφησε が呼応し、アリストテレスが運動を態勢変化として捉えた結果として諸範疇から運動を排除したという主眼を述べている。

  3. 5.20διὸ γενέσεως μὲν οὐδαμῶς αἴτιόν φησιν εἶναι, φθορᾶς δὲ μόνης δοκεῖν καὶ ταύτης διὰ τὸ μηδὲν ἄλλο ὁρᾶν αἴτιον

    φησιν が第一の不定詞 εἶναι を支配し、続く δοκεῖν も並列で φησιν に依存する不定詞構文(間接話法)。καὶ ταύτης は限定的・添加的に「それも(消滅の[原因]とみなされるのも)」と先行する φθορᾶς を受け、後続の διὰ τὸ ... αἴτιον(原因を示す前置詞句)へと接続している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:858.6-860.2