← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§815.16-817.3

非存在の三つの意義と運動の不可能性

シンプリキオスはアリストテレスに従い、生成と消滅が運動ではないことを論証する前提として非存在の三つの意味(命題の偽、潜勢態における非存在、特定の性質を欠く非存在)を整理し、命題的偽や実体的な潜勢態の非存在がいずれも運動の主語となりえない理由を解明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.8#1

" Εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς ἕως τοῦ τῇ δὲ φθορᾷ γένεσις ἐναντίον." Τὸ μὲν προκείμενόν ἐστι δεῖξαι ὅτι οὔτε ἡ γένεσις οὔτε ἡ φθορὰ κινήσεις εἰσίν. ἐπειδὴ δὲ ἡ μὲν γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν εἴρηται μεταβολή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, πολλαχῶς δὲ λέγεται τὸ μὴ ὄν, τὰς σημασίας αὐτοῦ πρῶτον ἀπαριθμεῖται. καὶ δείκνυσι λοιπόν, 〈ὅτι〉 τὸ πὼς λεγόμενον μὴ ὂν τὸ τῇ γενέσει καὶ φθορᾷ προσῆκον κινεῖσθαι1 ἀδύνατόν ἐστι. τὸ μὲν οὖν οὕτω μὴ ὂν ὡς μηδαμῇ μηδαμῶς ὂν ὡς πάντῃ ἀδρανὲς παρῆκε, τὸ δὲ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὂν τριχῇ διεῖλεν. λέγεται γὰρ μὴ ὂν τὸ μέν, ὡς ψεῦδος, ὅπερ ἐν συνθέσει καὶ διαιρέσει ἐστίν· ἢ γὰρ συντίθησι τὰ μὴ συγκείμενα ὡς ὁ λέγων ‘Λεύκων κέρατα ἔχει’, ἢ διαιρεῖ τὰ μὴ διῃρημένα, ὡς ὅταν λέγῃ Ἀριστόξενον μὴ εἶναι μουσικόν. τὸ δὲ συγκεῖσθαι καὶ διαιρεῖσθαι κυρίως μὲν ἐπὶ τῶν σωμάτων λέγεται, κατὰ μεταφορὰν δὲ ἐπὶ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρχοντος, τουτέστιν ἐν καταφάσει καὶ ἀποφάσει· σύνθεσις μὲν γὰρ ἡ κατάφασις, διαίρεσις δὲ ἡ ἀπόφασις. ἐν ταύταις δὲ τὸ ψεῦδος καὶ τὸ ἀληθὲς (ὁ γὰρ ἀποφαντικὸς λόγος ταῦτα ἔχει) λέγεται μὴ ὄν, καὶ τὸ δυνάμει μὲν ὂν ἐνεργείᾳ δὲ μὴ ὄν, ὃ ἀντίκειται τῷ ἐνεργείᾳ ὄντι λεγόμενον ἁπλῶς μὴ ὄν διὰ τὴν πρὸς τὸ ἁπλῶς ὂν ἀντίθεσιν· ἀντίκειται γὰρ τὸ δυνάμει τῷ ἐνεργείᾳ, ὡς τὸ μήπω ὂν ὅλως πρὸς τὸ ἤδη ὄν. καὶ ἡ ἐκ τοῦ τοιούτου μὴ ὄντος μεταβολὴ εἰς τὸ ἀντικείμενον αὐτῷ ὂν ἡ ἁπλῆ καὶ ἁπλῶς γένεσις ἦν. λέγεται δὲ μὴ ὂν καὶ τόδε μέν τι μὴ ὄν, ἄλλο δέ τι ἐνεργείᾳ ὄν, οἷον θερμὸν μὲν οὐκ ἔστι, σῶμα δὲ ἔστιν ἐνεργείᾳ· περὶ ὃ ὑπομένον τὸ μὴ ὂν θερμὸν εἰς τὸ θερμὸν μεταβάλλει. διὸ καὶ τινὰ γένεσιν καὶ τινός, ἀλλ’ οὐχ ἁπλῶς γένεσιν ταύτην ἐκάλει τὴν μεταβολήν. καὶ ἦν ἡ μὲν πρώτη γένεσις ἡ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἐπὶ τῶν οὐσιῶν ἁπλῆ γένεσις οὖσα καὶ ἁπλῶς γένεσις, ὅτι ἐκ τοῦ μὴ ὄντος τοῦ τῷ ἐνεργείᾳ ἀντικειμένου ἡ μεταβολὴ ἦν. τῶν γὰρ μὴ ὄντων, ὅσα ἐνδέχεται ὅλως εἶναι μὴ ὄντα, τὸ ἁπλῶς μὴ ὂν τὸ τῷ ἁπλῶς ὄντι ἀντικείμενόν ἐστιν· ἁπλῶς δὲ ὂν τὸ ἐνεργείᾳ ὄν ἐστιν, ὥστε καὶ ἁπλῶς μὴ ὂν τὸ δυνάμει. ἐνδειξάμενος οὖν τὴν εἰς τὰ τρία ταῦτα τοῦ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὄντος διαίρεσιν λέγει μήτε τὸ κατὰ σύνθεσιν καὶ διαίρεσιν μὴ ὄν, τουτέστι τὸ κατὰ κατάφασιν καὶ ἀπόφασιν ψεῦδος, κινεῖσθαι2 (οὔτε γὰρ λόγος ψευδὴς οὔτε δόξα, ὅταν εἰς ἀληθῆ μεταβάλλῃ, κινεῖται, ὡς ἔδειξεν ἐν Κατηγορίαις· οὐ γὰρ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀεὶ μεταπίπτει ταῦτα, ἀλλὰ ἄλλων πολλάκις τινῶν κινουμένων· ὁ γὰρ πρότερον ψευδόμενος τῇ δόξῃ καὶ τῷ λόγῳ, ὅτι κάθηται Σωκράτης, ἐὰν ἑστὼς τυγχάνῃ καθίσαντος αὐτοῦ ἀληθεύσει, οὐ τῆς δόξης ἢ τοῦ λόγου μεταβαλλόντων, ἀλλὰ τοῦ πράγματος)· οὔτε οὖν τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν φησὶν ἐνδέχεται κινεῖσθαι, εἴπερ μηδὲ μεταβάλλει ὅλως τοῦτο καθ’ αὑτό, ἀλλὰ ἄλλου μεταβάλλοντος αὐτὸ μεταβάλλει, οὔτε δὲ τὸ κατὰ δύναμιν μὴ ὄν, τουτέστιν τὸ ὡς δυνάμει μὴ ὄν, ὃ τῷ κατ’ ἐνέργειαν ὄντι ἀντίκειται. οὔτε τοῦτο οὖν φησι δυνατὸν κινεῖσθαι, διότι ἡ κίνησις κἂν ἀτελὴς ἐνέργεια, ἀλλ’ οὖν ἐνέργειά πώς ἐστι. καὶ χρὴ τὸ κινούμενον, ἐνεργείᾳ τι ὂν καὶ τόδε τι ὂν καὶ σῳζόμενον κινεῖσθαι· τὸ δὲ οὕτω λεγόμενον μὴ ὂν οὐδὲν τῶν ὄντων ἐστὶν ἐνεργείᾳ· οὐδὲ γὰρ τὸ σπέρμα μένον σπέρμα μεταβάλλει εἰς φυτὸν ἢ ζῷον, ὥσπερ ὁ ἄνθρωπος μένων ἄνθρωπος κατά τι τῶν ἑαυτῷ συμβεβηκότων κινεῖται ἀπὸ τοῦ μὴ λευκοῦ εἰς λευκὸν καὶ ἀπὸ τοῦ μὴ ἀγαθοῦ εἰς ἀγαθὸν μεταβάλλων.

「それゆえ、もし非存在が多義的に語られるとすれば……他方で消滅には生成が反対であるに至るまで。」 提示されている課題は、生成も消滅も運動ではないと示すことである。ところで生成は非存在から存在への変化であると言われ、消滅は存在から非存在への[変化であると言われ]、他方で非存在は多義的に語られるので、彼はまずその諸意義を枚挙する。そして引き続いて、生成と消滅に固有であるような、ある仕方で語られる非存在が運動することは不可能であると示す。そこで、いかなる点でもいかなる意味でも存在しないものとしての非存在は、まったく無力なものとして差し置き、実存において何らかの仕方である非存在を彼は三つに区分した。なぜなら非存在は、一方では結合と分離における偽として語られるからである。すなわち、結合していないものを結合するか(「レウコンは角をもつ」と言う者のように)、あるいは分離していないものを分離する(アリストクセノスは音楽的でないと言うときのように)のである。ところで結合していることと分離していることとは、本来は物体に関して言われるが、比喩的に、存立していることと存立していないことに関して、すなわち肯定と否定において言われる。なぜなら肯定は結合であり、否定は分離だからである。そしてこれらにおいて偽と真(なぜなら言明文はこれらをもつからである)は非存在と言われ、他方では潜在態において存在するが現実態において存在しないものも[非存在と言われ]、これは無条件的な存在に対する対立ゆえに無条件的な非存在と呼ばれて現実態において存在するものに対立する。なぜなら潜在態にあるものは現実態にあるものに、まだまったく存在していないものがすでに存在しているものに対立するように対立するからである。そしてそのような非存在からそれに対立する存在への変化が、単純な、かつ無条件的な生成であった。他方で、特定の「これ」としては存在しないが、現実態において別の何かとしては存在しているものも非存在と言われ、たとえば熱くはないが現実態において物体ではあるといったものである。存続するこの[物体]に関して、熱くないものが熱いものへと変化する。それゆえ彼はこの変化を、限定された生成であり何かの[生成]であるが、無条件的な生成ではないと呼んだのである。そして実体に関する無条件的な非存在からの第一の生成は、単純な生成であり無条件的な生成であった。なぜなら変化は現実態にあるものに対立する非存在からのものだったからである。実のところ、そもそも非存在であることが可能な非存在のうちで、無条件的な非存在とは無条件的な存在に対立するものである。そして無条件的な存在とは現実態において存在するものであり、したがって無条件的な非存在とは潜在態におけるものである。それゆえ、実存において何らかの仕方である非存在のこれら三つへの区分を示した上で、彼は、結合と分離による非存在、すなわち肯定と否定による偽は運動しないと述べる(なぜなら偽なる言明も思いなしも、真なるものへと変化するとき運動するわけではないからであり、彼が『範疇論』で示した通りである。実のところ、これらは常にそれら自身のうちにある変化に従って移り変わるのではなく、しばしば他の何ものかが運動することによるからである。なぜなら以前に「ソクラテスは座っている」と思いなしと言明において偽っていた者は、ソクラテスが立っている状態にあって座ったならば真を語ることになるが、思いなしや言明が変化したのではなく、事物が[変化したの]である)。それゆえ、彼によれば結合あるいは分離によるものは運動することがありえない。もしそもそもこれがそれ自体として変化するのではなく、他のものが変化することによってそれ自身が変化するのだとすれば。また潜在力による非存在、すなわち潜在態における非存在として、現実態において存在するものに対立するものも[運動しえない]。それゆえ、彼によればこれもまた運動することは不可能である。なぜなら運動は、たとえ不完全な現実活動であるとしても、ともかく何らかの現実活動だからである。そして運動するものは、現実態において何らかのものであり、特定の「これ」であり、保たれながら運動しなければならない。しかしこのように語られる非存在は、現実態において存在するものの何ものでもない。実のところ、種子も種子のままとどまりながら植物や動物へと変化するのではなく、人間が人間のままとどまりながら自分自身に付帯する何らかのものに従って運動し、非白から白へと、非善から善へと変化するのとは異なるからである。

構文注2 件
  1. 5.8καὶ χρὴ τὸ κινούμενον, ἐνεργείᾳ τι ὂν καὶ τόδε τι ὂν καὶ σῳζόμενον κινεῖσθαι

    非人称動詞 χρή に続く対格不定詞構文であり、対格 τὸ κινούμενον が不定詞 κινεῖσθαι の意味上の主語となっている。並列された三つの現在分詞 ἐνεργείᾳ τι ὄν, τόδε τι ὄν, σῳζόμενον は意味上の主語に一致する付帯状況・条件(「現実態において何らかのものであり、特定のこれであり、保持されながら」)を表す述語的分詞である。

  2. 5.8ἐνδειξάμενος οὖν τὴν εἰς τὰ τρία ταῦτα τοῦ ὁπωσοῦν ἐν ὑποστάσει μὴ ὄντος διαίρεσιν λέγει μήτε τὸ κατὰ σύνθεσιν καὶ διαίρεσιν μὴ ὄν... οὔτε οὖν τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν φησὶν ἐνδέχεται κινεῖσθαι... οὔτε δὲ τὸ κατὰ δύναμιν μὴ ὄν... οὔτε τοῦτο οὖν φησι δυνατὸν κινεῖσθαι

    主動詞 λέγει に導かれた不定詞文が長大な挿入節(『範疇論』の言明と意見に関する議論)を挟んで中断するため、再開の小辞 οὖν を伴う φησίν によって主節の骨格が繰り返し立て直されている構文である。構造としては、ἐνδειξάμενος(分詞句)に続き、第1項「結合と分離による非存在」(μήτε τὸ κατὰ σύνθεσιν...)の不運動性が οὔτε οὖν τὸ κατὰ σύνθεσιν... で再確認され、第2項「潜在態における非存在」(οὔτε δὲ τὸ κατὰ δύναμιν μὴ ὄν...)の不運動性が οὔτε τοῦτο οὖν φησι δυνατὸν κινεῖσθαι で結ばれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:815.16-817.3