- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:73.10-74.30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスはアレクサンドロスによるアリストテレスの区分の解釈(「有るもの」と「一」の区分の合成)を批判し、ポルピュリオスによる最初の問いの解釈を擁護した上で、エウデモスが実体と量を軸にエレア派の議論を簡潔に論破した記述を引用する。
ἀλλ’ εἰ μὲν τῷ γένει ἢ τῷ εἴδει, πολλὰ τὰ ὄντα (ἑκάτερον γὰρ τούτων κατὰ πολλῶν), εἰ δὲ τῷ ἀριθμῷ, ἐπεὶ τὸ ἓν τῷ ἀριθμῷ τριχῶς, διελεῖ ἢ ὡς τὸ συνεχὲς ἢ ὡς τὸ ἀδιαίρετον ἢ ὡς ὧν ὁ λόγος ὁ αὐτός, καίτοι τοῦ Ἀριστοτέλους μετὰ τὴν τοῦ ὄντος ὅλην διαίρεσιν τὴν τοῦ ἑνὸς ἐπαγαγόντος,1 ἐν οἷς φησιν ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ μηδὲ ἀξιώσαντος τὸ γένει ἢ εἴδει ἓν λαβεῖν ὡς ἐναργῶς τὸ πλῆθος εἰσάγοντα, ἀλλ’ ἐπὶ τοῦ ἀριθμῷ ἑνὸς ποιησαμένου τὴν πρὸς τὸ ὂν ἀπάντησιν. ἔλαθε δὲ τοῦτο τὸν Ἀλέξανδρον οὐκέτι οἰκείως τῇ ἑαυτοῦ διαιρέσει τὰ τοῦ Ἀριστοτέλους ἐκδεξάμενον. ‘πυθέσθαι γὰρ αὐτὸν ἐξ ἀρχῆς οἴεται, πῶς λέγουσιν ἓν τὸ ὄν, πότερον κατὰ τὸ γένος, ὡς λέγειν οὐσίαν πάντα ἢ ποσὰ πάντα ἢ ποιὰ πάντα ἤ τι ἄλλο τῶν δέκα γενῶν· καὶ εἰ οὕτως, πάλιν πῶς ἕκαστον τούτων; οἷον εἰ μίαν λέγοιεν οὐσίαν, πῶς λέγουσιν ὡς ἄνθρωπον ἕνα λέγειν τὴν οὐσίαν ἢ ἵππον ἕνα ἢ ψυχὴν μίαν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποιοῦ καὶ ἐπὶ τῶν ἄλλων, ἐπιδεικνύμενος ἅμα διὰ τῆς τοιαύτης ἐρωτήσεως τὸ καθ’ ἕκαστον γένος πλῆθος καὶ τὴν ἀτοπίαν τοῦ ὑπ’ αὐτῶν εἰρημένου λόγου’. ταῦτα ὁ Ἀλέξανδρος εἰπών, εἰ μὲν ἐπ’ αὐτῶν ἔμεινε, τάχα ἂν παρέσχεν ὑπονοεῖν ὡς τὸ ‘πότερον κατὰ τὸ γένος ὡς λέγειν οὐσίαν πάντα’ οὐχὶ περὶ τῆς γένει ἓν λεγούσης ὑποθέσεως ἐξεδέξατο, ἀλλ’ ἐξηγησάμενος αὐτὸς καλῶς τὸ εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποσὸν καὶ ποιόν, ἐπάγει “οὐ δοκεῖ δὲ καταλλήλως τοῦτο ἐπενηνοχέναι τοῖς προειρημένοις. προειπὼν γὰρ ὡς ἐρωτῶν ‘πῶς λέγουσιν οἱ ἓν λέγοντες τὸ ὄν, πότερον ὡς οὐσίαν ἢ ὡς ποιότητα ἢ ἄλλο τι τῶν δέκα γενῶν, ἢ ὡς ἕν τι τῶν ὑπό τι τούτων τῶν γενῶν, ὡς μίαν ἀριθμῷ οὐσίαν ἢ ἓν ποσὸν ἢ ἓν ποιόν’, παρεὶς τὸ καθ’ ἑκάτερον ἐκείνων ἄτοπον δεῖξαι ἄλλο τι λαμβάνει, ὃ οὔτε ἤρετο οὔτε ἦν πιθανὸν λέγειν τοὺς λέγοντας ἓν τὸ ὄν· ἀλλ’ ἔμελλε, φησί, τὸ κατὰ τὴν ἐρώτησιν αὐτῷ διαιρετικὸν τέλειον ἔσεσθαι· ἓν γὰρ ἢ τῷ ὀνόματι ἢ τῷ σημαινομένῳ. οὐκ ἐπιφέρει οὖν, φησίν, ὡς προηρωτημένῳ τούτῳ τὰ ἄτοπα, ἀλλ’ εἰς πίστωσιν τοῦ δεῖν πάντως τι τούτων λέγειν αὐτούς”. καλῶς δε ὁ Πορφύριος τὴν ἐξ ἀρχῆς ἐρώτησιν τὴν λέγουσαν, πότερον οὐσίαν τὰ πάντα ἢ ποσὰ τὰ πάντα, τοῦτο ἐνδείκνυσθαί φησιν, πότερον ὄνομα ἓν εἶναί φησι πολλῶν ὄντων πραγμάτων τῶν πάντων, ἢ καὶ πρᾶγμα ἕν τι λέγουσιν εἶναι πάντα καὶ δηλονότι ἄτομον, οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα· γένος γὰρ ἢ εἶδος λέγοντες, ἐπειδὴ κατὰ πολλῶν ἕκαστον τούτων λέγεται, καὶ τὸ πλῆθος τῶν ὄντων ὁμολογήσουσιν. εἰ γὰρ μὴ οὕτως ἠρώτα, τίς ἦν χρεία προλαβεῖν ὅτι πολλαχῶς λέγεται τὸ ὄν. εἰ δὲ τοῖς οὕτως ὑποτιθεμένοις ἐναργὲς τὸ ἄτοπον ἦν, πολλῶν εὐθὺς πραγμάτων τιθεμένων ὑφ’ ἓν ὄνομα, οὐ χρὴ θαυμάζειν, εἰ καὶ τὸ ἐναργῶς ἄτοπον ὑπέθετο διὰ τὸ τῆς διαιρέσεως τέλειον. διὰ τί δὲ ἀντέλεγε μὲν πρὸς αὐτό, ἐρωτῆσαι δὲ αὐτὸ οὐκ ἠνέσχετο; ὅλως δὲ ἡ ὅλη θέσις τῶν ἓν τὸ ὂν λεγόντων εἴτις οὕτως ἐπιπολαίως αὐτὴν ἐκδέχοιτο, παράδοξός ἐστι καὶ ἀπεμφαίνουσα, καὶ ὅμως φειδοῖ τῶν ἁπλουστέρων ἀντιλογίας ἠξίωται παρὰ τοῦ Ἀριστοτέλους. ὁ μέντοι Εὔδημος συντομώτερον οὕτως ἐπιχειρεῖ τῷ λόγῳ· “ἐπειδὴ γάρ, φησί, πολλαχῶς τὸ ὂν λέγεται (καὶ γὰρ οὐσίαν καὶ ποιὸν καὶ ποσὸν καὶ τὰ λοιπὰ τῶν κατὰ τὰς διαιρέσεις εἶναί φαμεν), παρὰ ποῖον ἄρα τούτων οὐκ ἔσται τι ἄλλο;”2 τουτέστι τίνος ὄντος δυνατὸν τὰ ἄλλα μὴ εἶναι. “καὶ δηλονότι, φησί, παρὰ τὴν οὐσίαν μάλιστα ἂν εἴποι τις. τὰ μὲν γὰρ ἄλλα ἔν τινι φαίνεται ἀεί, ὥστε ἐκείνων ὄντων ἔσται καὶ τὸ ἐν ᾧ· οὐσίας δὲ μὴ οὔσης οὐθὲν δοκεῖ ὑποκεῖσθαι. εἰ δὲ ὑπόκειται μὲν μηδέν, ζῷα δὲ ἔσται, ἆρα τὸ βαδίζειν οὐκ ἔσται οὐδὲ τὸ πράσσειν καὶ κινεῖσθαι οὐδὲ καλὸν οὐδὲ ἄλλο τῶν τοιούτων οὐθέν; πῶς οὖν οὐκ ἄτοπον; τὸ δὲ δὴ ποσὸν οὐκ ἐνδέχεται μὴ ποιεῖν αὐτοῖς τῶν ὄντων· οὔτε γὰρ ἄπειρον οὔτε πεπερασμένον ἀποφαίνουσι τὸ ὄν, εἴπερ ἐστὶ ταῦτα ποσότητος πάθη.” ἀλλ’ ἐπειδὴ καὶ τὰ τοῦ Εὐδήμου προσιστόρηται, τὰ κατὰ τὴν λέξιν ἐπιστάσεως ἄξια προσθετέον.
「しかし、もし類において、あるいは種においてであるなら、有るものどもは多数である(なぜならこれら各々は多数のものについて言われるからである)。他方、もし数においてであるなら、『数において一』は三通りに言われるのであるから、[アリストテレスは]連続的なものとしてか、不可分なものとしてか、あるいは定義が同一であるものとして[それを]区分するであろう。」もっとも、アリストテレスは「有るもの」の区分全体のあとに「一」の区分を導入しており、その箇所で彼は「さらに、一それ自体もまた有るものと同様に多義的に言われるのであるから」と語り、類において、あるいは種において一なるものを、明白に多数性を導き入れるものとして取り上げることさえよしとせず、数において一なるものに関して「有るもの」に対する反論を行ったのであるが。しかしこのことは、アリストテレスの言葉をもはや自らの区分にふさわしく受け取っていないアレクサンドロスの見落としであった。なぜなら彼[アレクサンドロス]は、彼[アリストテレス]が最初から、「彼らは有るものをどのように一と語るのか、類によるものとして、万物を実体と語るのか、万物を量と語るのか、万物を性質と語るのか、あるいは十の類の他の何かと語るのか。そしてもしそうであるなら、再びこれら各々をどのように語るのか。たとえばもし一つの実体と語るなら、実体を一人の人間と語るように語るのか、一頭の馬、あるいは一つの魂と語るのか。また性質についても他のものについても同様であるのか」と尋ね、そのような問いを通じて各類における多数性と彼らによって述べられた議論の不条理とを同時に提示しているのだ、と考えているからである。アレクサンドロスはこれらを述べたあと、もしその場にとどまっていたなら、「万物を実体と語るように、類によるものとしてか」という句を、類において一と語る仮定について理解したのではないと疑わせる余地をおそらく与えたであろうが、彼自身「なぜならもし実体でもあり量でもあり性質でもあるとするなら」を適切に注釈したのち、次のように続けている。「しかし彼[アリストテレス]は、これを前に述べられたことと整合的に付加したとは思われない。なぜなら問いかけるように『有るものを一と語る者たちはどのように語るのか、実体としてか性質としてか十の類の他の何かとしてか、それともこれら諸類のどれかの下にある何らかの一つのものとして、数において一つの実体、あるいは一つの量、あるいは一つの性質としてか』とあらかじめ述べたあと、それら各々における不条理を示すことを差し置いて、自ら尋ねもしなかったし、有るものを一と語る者たちが言うとも思われない別の事柄を取り上げているからである。しかし、彼における問いに応じた区分は完全なものとなるはずであった、と彼[アレクサンドロス]は言う。なぜなら一とは名においてか、意味されるものにおいてかだからである。それゆえ彼[アリストテレス]は、このことに対して、あらかじめ問われたものとして不条理を付加しているのではなく、彼らがどうしてもこれらのいずれかを語らざるを得ないということの確証のために付加しているのだ、と彼[アレクサンドロス]は言う。」 しかしポルピュリオスは、「万物は実体か、万物は量か」と語る最初の問いは、万物が多数の事柄であるときに[それらに]一つの名があると言っているのか、それとも万物は何か一つの事柄、明らかに分割不可能な個物、たとえば一人の人間や一頭の馬であると彼らが言っているのか、ということを示しているのだと見事に述べている。なぜなら、類や種を言うならば、これら各々は多数のものについて言われるのであるから、彼らは有るものどもの多数性をも承認することになるからである。なぜなら、もし彼がそのように問わなかったのであれば、「有るもの」が多義的に言われるということをあらかじめ前提する必要がどこにあっただろうか。また、そのように仮定する者たちにとって、一つの名の下に直ちに多数の事態が置かれることで、不条理が明白であったとしても、区分の完全さのために明白に不条理なことをも仮定したとしても驚くには当たらない。それに、彼[アリストテレス]はそれに対して論駁していたのに、それを問うことには耐えられなかったとでもいうのか。およそ、有るものを一と語る者たちの主張全体は、もし誰かがそのように皮相に受け取るなら、逆説的で調外れなものであるが、それにもかかわらず、より素朴な者たちへの配慮から、アリストテレスによる反論に値するものとされたのである。 しかしエウデモスは、より簡潔にその議論に次のように取り組んでいる。「なぜなら、『有るもの』が多義的に言われる以上(というのも、実体も性質も量も、諸区分に基づく残りのものも有る、と我々は言うからである)、いったいこれらの中のどれを除いて、他の何かが存在しないことになるだろうか」と彼は言う。すなわち、何が存在するときに他のものが存在しないことが可能だろうか、ということである。「そして明らかに、実体を除いて、と人は最も言いそうである」と彼は言う。「なぜなら、他のものは常に何かのうちに見出されるのであり、したがってそれらが存在するならば、〔それらが〕そのうちにあるところのものも存在するであろうが、実体が存在しないならば、何も基体となっていないと思われるからである。しかし、もし何も基体となっていないのに動物が存在するとすれば、歩行することや行為することや動くことも、美しいことも、あるいはそのようなものの他の何も存在しないのだろうか。では、どうして不条理ではないだろうか。さらに、彼らにとって量を存在するもののうちに含めないことはありえない。なぜなら、もしこれらが量の諸状態であるなら、彼らは有るものを無限でも有限でもないものとして表明することになるからである。」 しかし、エウデモスの議論も報告された以上、文言に即して考察に値する事柄を付け加えなければならない。
- 1.13καίτοι τοῦ Ἀριστοτέλους ... ἐπαγαγόντος
接続詞 καίτοι に導かれた属格絶対構文(τοῦ Ἀριστοτέλους ... ἐπαγαγόντος ... καὶ μηδὲ ἀξιώσαντος ... ἀλλ' ... ποιησαμένου)であり、先行する主文(εἰ δὲ τῷ ἀριθμῷ ... διελεῖ ...)に対して、アリストテレス自身の実際の論証手続きを対比的・譲歩的な背景として示している。
- 1.13παρὰ ποῖον ἄρα τούτων οὐκ ἔσται τι ἄλλο
前置詞 παρά +対格がここでは「〜を除いて(except/besides)」の意味で用いられている。直後にシンプリキオス自身が τουτέστι τίνος ὄντος δυνατὸν τὰ ἄλλα μὴ εἶναι(「すなわち何が存在するときに他のものが存在しないことが可能か」)と言い換えているように、「十の範疇のうちどれか一つだけが存在して他のすべてが存在しない、などということがありうるだろうか」という反語的な問いを表す構文である。
