← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§693.34-694.29

ティマイオスにおける現実的空虚の否定と場所

プラトン『ティマイオス』の記述を援用し、あらゆる物体を欠いた現実的空虚が全体の一体性を損なうゆえに否定される一方で、物体を受け入れる物体から分離可能な間隙の存在はプラトンも認めており、それが場所および空虚の明瞭な概念をもたらすものであると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.95#2

οὐ γὰρ ἐν τῷ σώματι γίνεται τῷ πλησιάζοντι, ἀλλ’ ἐν τῷ διαστήματι, ἀφ’ οὗ τὸ πλησιάζον σῶμα ὠθηθὲν ἢ πιληθὲν ἐξέστη. φαίνεται δὲ καὶ ὁ Πλάτων τὸ μὲν τῷ ὄντι κενὸν καὶ παντὸς σώματος ἐστερημένον διάστημα ἀπογινώσκων καὶ τὴν τελικὴν τούτου λέγων αἰτίαν. “ἡ γὰρ τοῦ παντός, φησί, περίοδος, ἐπειδὴ συμπεριέλαβε τὰ γένη κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι ξυνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι.” ὅλως γὰρ τὸ εἶναι τὸ κατ’ ἐνέργειαν τοῦτο κενὸν1 καὶ τὴν συνέχειαν καὶ συμπάθειαν ἀνατρέπει τοῦ παντὸς καὶ χρείαν οὐχ ἕξει τοῦ εἶναι. τίνος γὰρ ἕνεκα γέγονε τόπος πλείων τῶν ἐσομένων ἐν αὐτῷ σωμάτων, εἴπερ πᾶσα χώρα πρὸς τὸ ἐν αὐτῇ γέγονεν; ἔτι δὲ εἰ τὸ μὲν ἔχει σῶμα, τὸ δὲ μὴ ἔχει, τίς ἡ ἀποκλήρωσις μηδεμιᾶς οὔσης ἐν τῷ κενῷ διαφορᾶς; τὸ μέντοι διάστημα τοῦτο ἄλλο μὲν ὂν παρὰ τὰ ἐν αὐτῷ σώματα, ἄλλοτε δὲ ἄλλο ἔχον ἐν ἑαυτῷ σῶμα, φαίνεται καὶ αὐτὸς εἰδὼς ὁ Πλάτων καὶ κενὸν ὀνομάζων, ἐν οἷς φησι “τὰ γὰρ ἐκ μεγίστων μερῶν γεγονότα μεγίστην κενότητα ἐν τῇ συστάσει παρέλειπε, τὰ δὲ σμικρότατα ἐλαχίστην. ἡ δὴ τῆς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τῶν μεγάλων διάκενα ξυνωθεῖ”. καὶ μετ’ ὀλίγον δὲ σαφῶς δεδήλωκε τὰ μεθιστάμενα σώματα οὐκ εἰς κενήν τινα σώματος χώραν μεταχωρεῖν, ἀλλ’ εἴς τινα πρότερον ἄλλο σῶμα ἔχουσαν ἀντιπεριστάσεως γινομένης, ἐν οἷς φησι “πάλιν δὲ ἐκπίπτοντος ἐντεῦθεν τοῦ πυρὸς ἅτε οὐκ εἰς κενὸν ἐξιόντος ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν ἑαυτῷ συμμίγνυσι”. καὶ δῆλον ὅτι ἡ τοῦ πυρὸς ἕδρα χώρα τις ἦν ἐν ᾗ τὸ πῦρ ἦν. ὅτι δέ ἐστι τοῦτο διάστημα ἰσόμετρον γινόμενον τῷ ἐν αὐτῷ παντὶ σώματι, καὶ ἐκ τῶν περὶ τόπου πρότερον εἰρημένων ἀναμνησθῶμεν. τὰ γὰρ κινούμενα πόθεν ποῖ κατὰ τόπον εἴτε κύκλῳ εἴτε ἐπ’ εὐθείας, ὡς καὶ πρότερον εἶπον, ἐν διαστήματι πάντως ἀνάγκη κινεῖσθαί τινι. εἰ οὖν μήτε ἐν τῷ αὑτοῦ μήτε ἐν τῷ τῶν παρακειμένων σωμάτων,2 ἐν ἄλλῳ τινὶ χωριστῷ σωμάτων κινηθήσεται. καὶ ἔστι τοῦτο τὸ διάστημα τὸ τὴν πρόχειρον καὶ ἐκφανῆ τοῦ τόπου καὶ τοῦ κενοῦ παρεχόμενον ἔννοιαν.

というのも、[希薄化されるものは]隣接する物体の中に生じるのではなく、隣接する物体が押し出されるか圧縮されるかして退いた間隙の中に生じるからである。そしてプラトンもまた、真の意味で空虚でありあらゆる物体を欠いた間隙を退けており、このことの目的因を述べているように思われる。「というのも、全体の回転は」と[プラトンは]言う、「諸種を包摂し、円形であって、自然の本性上自らのもとへと合一することを望むものなので、すべてのものを締めつけ、いかなる空虚な空間も残されることを許さないからである」。なぜなら、およそこの現実的な空虚が存在することは、全体の連続性と共感を打ち倒すものであり、また存在することの必要性ももたないであろうからである。というのも、もしあらゆる空間がその中にあるものへと向けて生じたのであるなら、その中にあることになる物体よりも大きな場所が一体何のために生じたというのか。さらに、もし[間隙の]一方が物体をもち、他方がもたないとするなら、空虚の中に何ら差異がないのに、いかなる恣意的な割り当てがあるというのか。しかしながら、その中にある物体とは別のものであり、自らの内に時に応じて異なる物体をもつこの間隙を、プラトン自身も知っており、空虚と呼んでいるように思われる。その箇所で[プラトンは]次のように述べている。「なぜなら、最大の部分から生じたものは、その構成において最大の空虚さを残し、最小のものは最小の[空虚さを残した]からである。まさに圧縮による合一が、小さなものを大きなものの隙間へと押し寄せるのである」。そして少し後でも、場所を変える物体は物体のない何らかの空虚な空間へと移動するのではなく、反転置換が生じることによって、以前に別の物体をもっていた[空間]へと移動することを明白に示して、次のように述べている。「そして今度は火がそこから抜け出るにあたり、空虚の中へと出ていくのではないため、押された隣接する空気が、なお動きやすい液体の塊を火の座へと押し寄せて、それを自ら自身と混ぜ合わせるのである」。そして「火の座」とは、火があった何らかの空間であったことは明らかである。そして、これが自らの内にあるあらゆる物体と等しい広がりとなる間隙であることは、場所について以前に述べられた事柄からも思い起こそう。というのも、以前に私が述べたように、場所に関してどこかからどこかへと円を描いてであれ直線状であれ運動するものは、いかなる場合にも何らかの間隙において運動せざるを得ないからである。それゆえ、もし自らの[間隙]においてでもなく、隣接する物体の[間隙]においてでもないならば、物体から分離した他の何らかの[間隙]において運動するであろう。そして、この間隙こそが、場所および空虚の、手近で明白な概念を提供するものなのである。

構文注2 件
  1. 4.95τὸ εἶναι τὸ κατ’ ἐνέργειαν τοῦτο κενὸν

    定冠詞付き不定詞 τὸ εἶναι が文全体の主語であり、その意味上の対格主語として τὸ κατ’ ἐνέργειαν τοῦτο κενόν を取っている(「この現実的な空虚が存在すること」)。これが後続する二つの定動詞 ἀνατρέπει(打ち倒す)および ἕξει(もつであろう)の共通の主語として機能している。

  2. 4.95μήτε ἐν τῷ αὑτοῦ μήτε ἐν τῷ τῶν παρακειμένων σωμάτων

    定冠詞中性単数与格 τῷ の後に、先行する文脈から διάστημα(間隙)の与格形 διαστήματι の省略を補って読む(「自らの[間隙]においてでもなく、隣接する物体たちの[間隙]においてでもなく」)。これに呼応する後続の ἐν ἄλλῳ τινί にも同様に διαστήματι が了解されており、それに続く σωμάτων は形容詞 χωριστῷ が導く分離の属格である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:693.34-694.29