- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:662.12-663.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは間隙による増大の説明を補足した上で、灰が水を同量吸い込むという第4の議論に対するアリストテレスの論駁を敷衍し、さらにエウデモスの解法と水自体の収縮による自説の解決、および引力をめぐるストラトンの反論を提示する。
οὐ πᾶν δὲ τὸ σῶμα πόρος ἐστίν, ἀλλ’ ὅπου νῦν πόρος, ἐκεῖνο γίνεται πλῆρες, καὶ τὸ νῦν πλῆρες ἀπορρέον ποροποιεῖται. Ἐπειδὴ δὲ καὶ τέταρτος ἦν τις λόγος ὁ ἀπὸ τῆς τέφρας εἰσάγων τὸ κενόν, εἴπερ τὸ πλῆρες τέφρας ἀγγεῖον τοσοῦτον ὕδωρ ἐγχεόμενον τῇ τέφρᾳ δέχεται, ὅσον ἂν δέξηται καὶ κενὸν ὑπάρχον, (ἢ γὰρ σῶμα, φασί, διὰ σώματος χωρήσει, ὅπερ ἄτοπον, ἢ εἰς τὰ τῆς τέφρας κενὰ χωρηθήσεται τὸ ὕδωρ) καὶ τούτοις οὖν φησι περιτρέπεται ἡ ἀπορία.1 φεύγοντες γὰρ τὸ σῶμα διὰ σώματος χωρεῖν ἀναγκασθήσονται τὴν τέφραν ἀσώματον λέγειν καὶ δι’ ὅλης κενόν, ἵνα δέξηται τὸ ἀγγεῖον τὸ αὐτὸ τοῦ ὕδατος ποσόν, ὅσον εἰ καὶ μὴ εἶχε τὴν τέφραν. εἰ γὰρ οὖσα σῶμα ἡ τέφρα δέχοιτο τὸ ἴσον ὕδωρ, ἀκολουθήσει καὶ οὕτως τὸ σῶμα διὰ σώματος χωρεῖν, ὅπερ φεύγοντες ὑπέθεντο τὸ κενόν, ὥστε διὰ τοῦ κενοῦ καὶ οὗτοι λύειν τὴν ἀπορίαν ἐπιχειροῦντες ὑπ’ αὐτοῦ πρὸς τὴν λύσιν ἐμποδισθήσονται· λύει δὲ τὴν τῆς τέφρας ἀπορίαν ὁ Εὔδημος ἐν τῷ τρίτῳ τῶν Φυσικῶν λέγων ὅτι “ἐνδέχεται καὶ ἄνευ τῶν κενωμάτων συμβαίνειν τὸ λεγόμενον· θερμὸν γὰρ ἐν τῇ τέφρᾳ περιλαμβάνεσθαί τι δοκεῖ καθάπερ ἐν τῇ τιτάνῳ. δῆλον δέ· ἐπιχεομένου γὰρ ὕδατος ἀμφότερα ταῦτα καίει ἡ μὲν τίτανος αὐτή, ἐπὶ δὲ τῆς τέφρας τὸ διὰ τῆς τέφρας διηθούμενον ὕδωρ καίει τὰ σώματα. τούτου δὲ συμβαίνοντος ἀτμὶς ἀποπορεύεται πολλή, ὥστε μειοῦσθαι τοὺς ὄγκους διὰ τὴν ἀτμίδα”. ἀλλ’ εἰ καὶ μειοῦται, οὐ δήπου ἡ ὅλη τῆς τέφρας οὐσία δαπανᾶται. δυνατὸν οὖν οἶμαι καὶ τοῖς τὸ κενὸν ὑποτιθεμένοις καὶ τοῖς τὴν πύκνωσιν βοηθεῖν λέγοντα2 μὴ μόνα τὰ τῆς τέφρας κενὰ λύειν τὸ ζητούμενον, ἀλλὰ καὶ τὰ τοῦ ὕδατος συνιζάνειν, ὑπὸ τοῦ πλήρους τῆς τέφρας ὠθούμενα,3 ὥστε μὴ τὸν αὐτὸν ὄγκον ἴσχειν τῷ καθ’ αὑτὸ ὕδατι τὸ εἰς τὴν τέφραν ἐμβαλλόμενον. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης πρὸς τοὺς ἱστορηθέντας ὑπ’ αὐτοῦ τιθέναι τὸ κενὸν λόγους ἀντείρηκεν· ὁ δὲ Στράτων καὶ τὸν ἀπὸ τῆς ἕλξεως ἀναλύων “οὐδὲ ἡ ἕλξις, φησίν, ἀναγκάζει τίθεσθαι τὸ κενόν· οὔτε γὰρ εἰ ἔστιν ὅλως ἕλξις φανερόν (ὅτε καὶ Πλάτων αὐτὸς τὴν ἑλκτικὴν δύναμιν ἀναιρεῖν δοκεῖ) οὔτε εἰ ἔστιν ἡ ἕλξις, δῆλον, εἰ διὰ τὸ κενὸν ἡ λίθος ἕλκει καὶ μὴ δι’ ἄλλην αἰτίαν· οὐ γὰρ ἀποδεικνύουσιν ἀλλ’ ὑποτίθενται τὸ κενὸν οἱ οὕτω λέγοντες”.
しかし物体全体が間隙なのではなく、今や間隙であるところが満たされたものとなり、今や満たされているものが流れ去ることで間隙が作られるのである。また、灰に基づく第四の議論も空虚を導入するものであったが、それは灰で満たされた容器が、灰の中に注がれる水を、容器が空虚であるときに受け入れるのと同じだけ受け入れるとする議論である(というのも彼らが言うには、物体が物体を通って進行するか――これは不条理である――、あるいは水が灰の諸々の空虚へと収容されるかのいずれかだからである)。したがって彼らについても難問が反転する、と彼[アリストテレス]は言う。なぜなら、物体が物体を通って進行することを避ける彼らは、容器が灰を持たなかった場合と同じ量の水を受け入れるために、灰は非物体的なものであり全体を通じて空虚であると言わざるをえなくなるからである。というのも、もし灰が物体でありながら同量の水を受け入れるならば、物体が物体を通って進行するという、彼らが避けて空虚を仮定したまさにその事態が、このようにしても帰結してしまうからである。それゆえ、空虚によってこの難問を解こうと企てる彼らもまた、その空虚によって解決を阻まれることになる。そしてエウデモスは『自然学』第3巻において、次のように述べて灰の難問を解消している。「いわゆる現象は空隙なしでも生じることがありうる。なぜなら、石灰におけるのと同様に、灰の中にもある種の熱が閉じ込められていると思われるからである。そしてそれは明白である。水が注がれると、これら両方が熱を生じさせるからであり、石灰それ自体が熱を生じさせ、灰の場合には灰を通って濾過された水が諸物体を熱する。これが起きると多くの湯気が立ち去り、その湯気のために容積が減少するのである」。だが、たとえ減少するとしても、灰の全実質が消費されるわけでは決してない。それゆえ私は、空虚を仮定する者たちや凝縮を支持する者たちを次のように述べて助けることも可能であると考える。すなわち、灰の空虚だけが探究されている事態を解くのではなく、灰の満ちた部分によって押し出されて、水の中の空虚もまた沈降・収縮し、その結果、灰の中に投入された水が、それ自体としての水と同じ容積を保持しなくなるのである、と。さて、アリストテレスは自身が伝えた空虚を措定する議論に対してこれらを反論した。しかしストラトンは引力に基づく議論も論破して次のように述べている。「引力もまた空虚を措定することを強制しない。なぜなら、そもそも引力が存在するかどうかも明白ではなく(プラトン自身も引力を否定しているように思われるからである)、引力が存在するとしても、磁石が空虚のゆえに引き寄せているのか、それとも他の原因によるのかは明白ではないからである。このように述べる者たちは論証しているのではなく、空虚を仮定しているにすぎないからである」。
- 4.69Ἐπειδὴ δὲ καὶ τέταρτος ἦν τις λόγος... καὶ τούτοις οὖν φησι περιτρέπεται ἡ ἀπορία.
この文の骨格は「Ἐπειδὴ δὲ καὶ τέταρτος ἦν τις λόγος ... καὶ τούτοις οὖν φησι περιτρέπεται ἡ ἀπορία」であり、Ἐπειδὴ 節の中に εἴπερ 条件節および括弧内の選言説明句(ἢ γὰρ σῶμα ... ἢ εἰς τὰ ...)が挟まれ、主節「καὶ τούτοις οὖν φησι περιτρέπεται」へと接続する構造である。καὶ ... οὖν は理由節を受けて帰結を導く呼応として機能している。
- 4.69δυνατὸν οὖν οἶμαι καὶ τοῖς τὸ κενὸν ὑποτιθεμένοις καὶ τοῖς τὴν πύκνωσιν βοηθεῖν λέγοντα
λέγοντα は分詞対格男性単数で、非人称構文 δυνατὸν [ἐστί] の意味上の主語(不定称の「人が…と言うことによって」あるいは話者自身を対格で指示するもの)として機能しており、与格の「空虚を仮定する者たち」および「凝縮を[仮定する]者たち」を βοηθεῖν(与格支配)の目的語としている。
- 4.69ἀλλὰ καὶ τὰ τοῦ ὕδατος συνιζάνειν, ὑπὸ τοῦ πλήρους τῆς τέφρας ὠθούμενα
τὰ τοῦ ὕδατος は先行する τὰ τῆς τέφρας κενά を受けて「水の中の空虚(空隙)」を指す中性複数名詞句である。不定詞 συνιζάνειν の対格主語であり、受動分詞 ὠθούμενα はこれに一致している。
