- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:659.29-661.15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが空虚の存在論証のうち圧縮と増大に基づくものを論駁する箇所(214a32–214b1)について、シンプリキオスは前者を希薄な物体の脱出による凝縮として説明し、後者については水から空気への体積膨張を例とする増大概念の用法や、『霊魂について』との不整合をめぐるアレクサンドロスの解釈を検討・論評する。
" Ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενὸν ἕως τοῦ οἷον ὕδατος συνθλιβομένου τὸν ἐνόντα ἀέρα." Δεύτερος ἦν λόγος τῶν δοκούντων δεικνύναι, ὅτι ἔστι τὸ κενόν, ὁ ἀπὸ τῆς πιλήσεως. οὗ παράδειγμα ἦν τὸ κατὰ τοὺς ἀσκούς, οὓς ὁ πίθος δέχεται μετὰ τοῦ οἴνου διὰ τὴν τοῦ οἴνου πίλησιν οὐδὲν ἄλλο οὖσαν ἢ συνίζησιν εἰς τὰ ἐνυπάρχοντα κενά. λέγει οὖν πρὸς τοῦτον τὸν λόγον, ὅτι οὐκ ἀνάγκη τὸ πιλούμενον τῷ κενὰ ἔχειν ἐν ἑαυτῷ εἰς αὐτὰ συστελλόμενον πυκνοῦσθαι.1 δύναται γὰρ ἐκθλιβομένου καὶ ἐκπυρηνιζομένου λεπτοτέρου τινὸς σώματος συνιζάνειν τὰ λοιπὰ μόρια εἰς ὄγκον ἐλάττονα. καὶ γίνεται ἡ πίλησις ἐξιόντος μὲν τοῦ λεπτομερεστέρου καὶ ἀραιοτέρου οἷον ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ ὅλως τῶν λεπτοτέρων ἀπὸ τῶν παχυτέρων, τοῦ δὲ παχυμερεστέρου συνιζάνοντος. διὸ οὐ μόνον βραχύτερον τῷ ὄγκῳ ἐστὶ τὸ πυκνούμενον, ἀλλὰ καὶ τῇ ὅλῃ οὐσίᾳ παχυμερέστερον· τὸ δὲ ἐκπυρηνίζειν εἴρηται ἀπὸ τῶν τοὺς πυρῆνας τῶν ἐλαιῶν τοῖς δακτύλοις συμπιλουμένους ἐξακοντιζόντων διὰ τὸ μυουρίζον σχῆμα.
「また、空虚の中へではなく凝縮することも可能である……たとえば水が押し縮められるときに含まれている空気が[押し出される]ように、に至るまで。」 空虚が存在することを示すと思われる議論の第二のものは、圧縮から生じるものであった。その例は、革袋に関するものであり、葡萄酒の圧縮、すなわち内在する諸々の空虚への沈降にほかならないものによって、甕が葡萄酒とともに[革袋を]受け入れるという例であった。それゆえ彼[アリストテレス]はこの議論に対して、圧縮されるものが、自分自身のうちに諸々の空虚を持っていてそれらの中へと縮まることによって濃縮することは必然ではない、と述べる。なぜなら、より希薄な何らかの物体が押し絞り出され弾き出されることによって、残りの諸部分がより小さな容積へと沈降することが可能だからである。そして圧縮は、たとえば空気や火や水、そして一般により粗大なものからより希薄なものが、すなわちより微細な部分からなるより希薄なものが外へ出る一方で、より粗大な部分からなるものが沈降することによって生じる。それゆえ濃縮されるものは、容積においてより小さくなるだけでなく、その実体全体においてより粗大になるのである。「弾き出される」という語は、指で挟まれて押し縮められるオリーブの種子を、先細りの形状ゆえに射出する人々から言われている。
"Καὶ αὔξεσθαι οὐ μόνον εἰσιόντος τινός, ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γένοιτο ἀήρ." Τρίτος ἦν λόγος ἀπὸ τῆς αὐξήσεως δεικνύς, ὅτι ἔστι τὸ κενὸν διά τινος συνημμένου τοιοῦδε ‘εἰ ἔστιν αὔξησις, ἔστι τὸ κενόν, ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον’, κατασκευάζων δὲ τὸ συνημμένον ἐκ τοῦ τὴν τροφὴν διοδεύουσαν διὰ κενοῦ προστίθεσθαι τοῖς τρεφομένοις διὰ τὸ μὴ σῶμα διὰ σώματος χωρεῖν. λέγει οὖν μὴ εἶναι ἀναγκαῖον πάντως, εἴ τι αὔξεται εἰσιόντος τινὸς σώματος, καὶ προσκρινόμενον αὔξεσθαι.2 πολλὰ γὰρ αὔξεται καὶ μείζω γίνεται πρὸς τὸν ὄγκον ἐξ ἐλαττόνων, οὐ προσκρινομένου τινὸς αὐτοῖς, ἀλλὰ ἀλλοιούμενα καὶ μεταβάλλοντα εἴς τι τῶν λεπτομερεστέρων σωμάτων, ὡς ὅταν ἐξ ὕδατος ἀὴρ γένηται. μείζων γὰρ ὄγκος ὁ τοῦ γενομένου ἀέρος ἐκ τοῦ ὕδατος ἐκείνου τοῦ ὕδατος, ἐξ οὗ γέγονεν ἀήρ. ὥστε οὐκ ἀληθὲς τὸ εἰ ἔστιν αὔξησις, ἔστι κενόν. ἐν δὴ τούτοις τὸ μὲν ἀλλοίωσιν εἰπεῖν τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολήν, καίτοι γένεσιν μὲν οὖσαν ἀέρος φθορὰν δὲ ὕδατος, οὐδὲν θαυμαστόν· τὸ δὲ τῆς αὐξήσεως πλειονός ἐστιν ἐπιστάσεως ἄξιον. πρῶτον μὲν πῶς ἐπὶ τῶν ἀψύχων αὔξησιν εἶναί φησι καὶ πῶς τροφῆς χωρὶς αὐξάνεσθαι λέγει, καίτοι αὐτὸς ἐν τοῖς Περὶ ψυχῆς σαφῶς λέγων ὅτι μόνα αὔξεται τὰ τρεφόμενα, τρέφεται δὲ τὰ ἔμψυχα; τὰ γὰρ τῆς φυτικῆς μετέχοντα ψυχῆς ταῦτα τρέφεσθαί τε καὶ αὔξεσθαι μόνα φησί. πῶς οὖν καὶ χωρὶς τροφῆς εἰσιούσης νῦν αὔξεσθαί φησιν; ἵνα τὸ ἑκατέρωθεν ἐπαγόμενον ἄτοπον ἐκφύγῃ τῆς ἐρωτήσεως τῆς λεγούσης, ἢ διὰ πλήρους ἢ διὰ κενοῦ διιέναι τὴν τροφήν· λύων δὲ ταύτας τὰς ἐνστάσεις ὁ Ἀλέξανδρος “διὰ τὸ μήπω δῆλον εἶναι, φησί, πῶς τοῖς τρεφομένοις καὶ αὐξομένοις ἡ πρόσκρισις γίνεται, καὶ τί ποτέ ἐστι τὸ αὐξόμενον τὸ εἶδος ἢ ἡ ὕλη, περὶ ὧν ἐν τοῖς Περὶ γενέσεως ζητήσει τε καὶ διαιρήσει, καὶ δείξει πῶς ἡ αὔξησις γίνεται καὶ τί ποτέ ἐστι τὸ αὐξόμενον τὸ εἶδος ἢ ἡ ὕλη, διὰ τοῦτο νῦν κοινότερον τὴν αὔξησιν λαβὼν οὕτως ἐνέστη τῇ ἀπὸ ταύτης κατασκευῇ τοῦ κενοῦ.” ἀλλ’ εἰ πρὸς αὔξησιν ὅλως καὶ τροφὴν ὑπήντα, πῶς εἶχε λόγον παρὰ θύρας ἀπαντᾶν, κἂν μήπω περὶ τούτων ἐδίδαξε; μήποτε οὖν ὡς ἐν τῷ περὶ κινήσεως λόγῳ πρῶτον μὲν ὑπήντησεν, ὡς ἀδιορίστως πάσης κινήσεως αἴτιον λεγόντων τὸ κενόν εἶτα καὶ ὡς τῆς κατὰ τόπον κινήσεως, οὕτω καὶ νῦν πρῶτον μὲν ὑπαντᾷ ὡς αὔξησιν τὴν ὁποιανοῦν ἐπίδοσιν λεγόντων καὶ δείκνυσιν ὅτι δυνατὸν εἰς μεῖζον ἐπιδιδόναι μέγεθος καὶ μὴ κατὰ διάδοσιν τροφῆς, εἶτα οὕτως ἐφεξῆς ὡς μαθησόμεθα τὴν κυρίως αὔξησιν τὴν κατὰ διάδοσιν τροφῆς ὑποθέμενος λέγειν αὐτοὺς καὶ ἀπὸ ταύτης τὴν ἀπορίαν τοῦ λόγου κινεῖν, περιτρέπειν αὐτοῖς πειρᾶται τὴν ἀπορίαν λέγων·3
「また、何かが入り込むことによってだけでなく、質的変化によっても増大すること[が可能である]。たとえば、水から空気が生じる場合のように。」 第三の議論は増大から空虚が存在することを示すものであり、「もし増大があるならば、空虚がある。しかるに第一のものがある。したがって第二のものがある」というような仮言命題によるものであり、物体が物体を通って進行することはないために、養分が空虚を通って進むことによって養われるものに付け加わる、ということからこの仮言命題を論証していた。それゆえ彼[アリストテレス]は、何かが何らかの物体の進入によって増大するとしても、付加されて増大することは決して必然ではない、と述べる。なぜなら多くのものは、何かがそれらに付加されることによってではなく、質的に変化し、より微細な部分からなる物体の何らかへと移行することによって、より小さなものから容積に関して増大し、より大きくなるからである。たとえば水から空気が生じる時のように。なぜなら、水から生じた空気の容積は、そこから空気が生じたところのあの水の容積よりも大きいからである。したがって、「もし増大があるならば、空虚がある」ということは真ではない。さて、これらのことにおいて、水から空気への変化を質的変化と呼ぶことは、それが空気の生成であり水の消滅であるとはいえ、何ら驚くべきことではない。しかし増大に関する議論は、より多くの考察に値する。まず第一に、彼[アリストテレス]はどうして無生物において増大があると言い、養分なしに増大すると言うのだろうか。彼自身が『霊魂について』において、養われるものだけが増大し、養われるものは有生物であると明瞭に述べているのに。なぜなら彼[アリストテレス]は、植物的霊魂を分有するこれらのみが養われ、かつ増大する、と述べているからである。それならなぜ、今や養分の進入なしにも増大すると言うのだろうか。養分が充溢を通るか空虚を通るかという問いの両面から導かれる不合理を彼[アリストテレス]が逃れるためだろうか。これらの異論を解消して、アレクサンドロスは次のように述べている。「養われ増大するものにとってどのように付加が生じるのか、また増大するものが形相なのか質料なのか、ということはまだ明らかではないからである。これらについて彼[アリストテレス]は『生成消滅について』において探究し区分し、増大がどのように生じるのか、また増大するものが形相なのか質料なのかを示すであろうが、このために今や増大をより一般的な意味で取って、このようにそれに基づく空虚の論証に抗弁したのである。」しかし、もし彼[アリストテレス]が増大一般や養分に対処していたのであれば、たとえこれらのことについてまだ論じていなかったとしても、的外れな反論をする理由がどうしてあっただろうか。それゆえ、運動に関する議論において、彼らが空虚を無限定にあらゆる運動の原因と言っているとしてまず抗弁し、次いで場所的運動の原因でもあるとして抗弁したのと同様に、今ここでもまず、彼らがいかなる量的増加をも増大と言っているとして抗弁し、養分の浸透によるのでなくてもより大きな大きさへと増大することが可能であることを示し、次いでこのように順を追って、私たちが知ることになるように、彼らが厳密な意味での増大、すなわち養分の浸透による増大を主張していると仮定し、このことから議論の難問を提起して、彼らに向かって難問を逆転させようと企てて次のように述べているのではないだろうか。
- 4.67οὐκ ἀνάγκη τὸ πιλούμενον τῷ κενὰ ἔχειν ἐν ἑαυτῷ εἰς αὐτὰ συστελλόμενον πυκνοῦσθαι
τῷ κενὰ ἔχειν は手段または原因を表す与格の冠詞付き不定詞句であり、分詞 συστελλόμενον は主語 τὸ πιλούμενον に一致する。全体の主動詞は非人称構文 οὐκ ἀνάγκη であり、対格不定詞構文(主語 τὸ πιλούμενον、不定詞 πυκνοῦσθαι)を補足している。
- 4.68μὴ εἶναι ἀναγκαῖον πάντως, εἴ τι αὔξεται εἰσιόντος τινὸς σώματος, καὶ προσκρινόμενον αὔξεσθαι
非人称の λέγει ... μὴ εἶναι ἀναγκαῖον に対し、条件節 εἴ τι αὔξεται... が先行挿入され、続く καὶ προσκρινόμενον αὔξεσθαι が実質的な主語的不定詞節となっている。καί は条件を受けた帰結節における「また/同様に」を表す。
- 4.68μήποτε οὖν ὡς ἐν τῷ περὶ κινήσεως λόγῳ πρῶτον μὲν ὑπήντησεν ... οὕτω καὶ νῦν ... περιτρέπειν αὐτοῖς πειρᾶται τὴν ἀπορίαν λέγων
μήποτε で始まる疑問文(「〜ではないだろうか」という控えめな主張)の骨格をなす長文。ὡς ἐν τῷ περὶ κινήσεως λόγῳ πρῶτον μὲν ... εἶτα ... と οὕτω καὶ νῦν πρῶτον μὲν ... εἶτα ... が対比をなしており、主節の主動詞は末尾の πειρᾶται である。
