- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:654.8-655.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスはアリストテレス『自然学』214a6のレンマに基づき、空虚を「触覚的物体で満たされた(あるいは満たされない)延長」と定義する際の本文の異読(πλῆρες と μὴ πλῆρες)を検討し、触覚的物体以外の感覚的性質(色や音)を含む場合の難問と解決、さらにアレクサンドロスによる空気と関係づけた解釈を紹介している。
" Ἀλλ’ οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕως τοῦ εἰ δὲ μή, οὔ." Εἰπὼν τὸ ἑπόμενον τῇ ἀδιορίστως εἰρημένῃ σημασίᾳ τοῦ κενοῦ ἄτοπον ἐπάγει καὶ τοὺς ὡς διάστημα λέγοντας τὸ κενὸν τὸ πλῆρες (ἢ μὴ πλῆρες) αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν· γράφεται γὰρ ἑκάτερον.1 τοῦτο δὲ ὡς διάστημα λαμβάνεται, ὡς δηλοῖ καὶ ἡ ἐφεξῆς ἀπορία ἡ λέγουσα εἰ ἔχοι τὸ διάστημα. καὶ εἰ μὲν εἴη γεγραμμένον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, λέγοι ἂν διάστημά τι πεφυκὸς μὲν δέχεσθαι αἰσθητὸν σῶμα κατὰ τὴν ἁφὴν καὶ πληροῦσθαι ὑπ’ αὐτοῦ, μὴ δεδεγμένον δὲ μηδὲ πεπληρωμένον. εἰ δὲ εἴη τὸ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν, καὶ οὕτως ὡς πεφυκὸς πληροῦσθαι ἀκουστέον, ἀλλ’ οὐχ ὡς πεπληρωμένον. ὅπερ διεσάφησεν εἰπὼν ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν. εἴτε δὲ οὕτως εἴτε ἐκείνως, τὸ ἐπιφερόμενον ἄπορον τοιοῦτόν ἐστιν· εἰ τὸ διάστημα ἐκεῖνο κατὰ μὲν τὴν ἁφὴν αἰσθητὸν σῶμα μὴ ἔχοι, χρῶμα δὲ ἢ ψόφον ἢ ἄλλην τινὰ ποιότητα κατ’ ἄλλην αἴσθησιν ἀντιληπτὴν ἔχειν ὑποτεθῇ, ἆρα κενόν ἐστι τοῦτο ἢ οὔ; εἰ μὲν γὰρ κενὸν λέγοιτο, πῶς ἂν εἴη κενὸν τὸ ποιότητα αἰσθητὴν ἔχον; πῶς δὲ ἂν εἴη τὸ κενὸν αἰσθητόν; εἰ δὲ μὴ κενόν, 〈ἔσται τι μὴ κενόν〉 καίτοι μὴ ὂν πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν. ἰδοὺ γὰρ τὸ διάστημα ἐκεῖνο τὸ χρῶμα ἔχον ἢ ψόφον καὶ πεφυκὸς πληροῦσθαι ἁπτοῦ σώματος, εἴπερ διάστημα καὶ μὴ πεπληρωμένον, ὅμως λέγεται μὴ εἶναι κενόν. αὐτὸς δὲ τὸ ἄπορον εἰπὼν τὴν λύσιν ὡς ἀπ’ ἐκείνων τὴν ἐκείνοις προσήκουσαν ἐπήγαγε λέγων ἢ δῆλον ὅτι εἰ μὲν δέχοιτο σῶμα ἁπτόν, κενόν, εἰ δὲ μὴ οὔ. τοῦτο δὲ μὴ προσποιουμένων ἐστὶ τὸ ἄτοπον εἶναι τὸ διάστημα ἐκεῖνο, κἂν δεκτικὸν εἴη ἁπτοῦ σώματος, μὴ τοῦτο δ’ ἔχοι, ἀλλὰ χρῶμα ἢ ψόφον ἢ ὅλως αἰσθητὴν ποιότητα, κενὸν λέγεσθαι.2 Ὁ δὲ Ἀλέξανδρος “εἴπερ εἴη, φησί, γεγραμμένον τὸ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν”, δύναται λέγειν τὸ μὴ κατ’ ἄλλην αἴσθησιν ἀλλὰ κατὰ μόνην τὴν ἁφήν· τοιοῦτον δὲ τὸν ἀέρα λέγειν αἰσθητὸν σῶμα κατὰ τὴν ἁφήν, ἐπειδὴ ἦν τις περὶ κενοῦ δόξα λέγουσα κενὸν εἶναι τὸν ἀέρα ἁπτὸν ὄντα τῷ ῥοπήν τινα ἔχειν βάρους ἢ κουφότητος. ταύτην δὲ τὴν δόξαν οἱ περὶ τὸν Ἀναξαγόραν ἀνατρέπειν ἐπεχείρουν στρεβλοῦντες τοὺς ἀσκούς. καὶ εἴπερ εἴη, φησί, περὶ τοῦ ἀέρος λεγόμενον, τὸ ἀπορούμενον ἂν εἴη τοιοῦτον· εἰ οὗτος ὁ ἀήρ, ὃν κενὸν λέγουσι, προσλάβοι χρῶμα ἢ ψόφον ἢ τινα ἄλλῃ αἰσθήσει αἰσθητὴν ποιότητα διάφορον παρὰ τὴν ἁφήν, πότερον ἔτι μένει κενὸν ἢ οὔ;
「ともあれ、空虚とは……言われているように思われる[から]……そうでなければ、そうではない[まで]。」 空虚についての無限定に語られた意味に付随する不条理を述べたのち、彼は空虚を「触覚において感覚される物体に満ちた(あるいは満ちていない)」延長として語る者たちをも導き入れる。なぜなら、その双方が書かれているからである。そして、この[規定]は延長として受け取られているのであり、それはこれに続く「もしその延長が……を持つなら」と述べるアポリアが明らかにしている通りである。そして、もし「触覚において感覚される物体に満ちていない」と書かれているとすれば、彼は、触覚において感覚される物体を受け入れ、それによって満たされる本性を持つが、受け入れてもおらず満たされてもいない何らかの延長を意味していることになろう。しかし、もし「触覚において感覚される物体に満ちた」とあるとしても、その場合も満たされる本性を持つものとして理解されるべきであって、満たされてしまったものとしてではない。このことを彼は、「あるいは、もし触覚的物体を受け入れるならば空虚であり、というのは明らかである」と述べることによって解明した。しかし、このようにであれあのようにであれ、付け加えられる難問は次のようなものである。すなわち、もしその延長が触覚において感覚される物体は持たないが、色や音、あるいは他の感覚によって捉えうる他の何らかの性質を持つと仮定されるならば、果たしてこれは空虚であるのか、そうではないのか。なぜなら、もし空虚と言われるならば、感覚しうる性質を持つものがどうして空虚でありえようか。また、空虚がどうして感覚されえようか。しかし、もし空虚ではないとするなら、触覚において感覚される物体に満ちていないにもかかわらず、[空虚ではない何ものかが存在することになる]。というのも、見よ、色や音を持ち、触覚的物体によって満たされる本性を持つかの延長は、もし延長であり満たされていないとすれば、それにもかかわらず空虚ではないと言われるのである。そして、彼自身アポリアを述べたのち、彼らの側から彼らに相応しい解決として次のように述べて導いている。「あるいは、もし触覚的物体を受け入れるならば空虚であり、そうでなければ、そうではないということは明らかである」。そして、これは、かの延長が触覚的物体を受け入れうるとしても、それを持たず、色や音、要するに感覚しうる性質を持っている場合に、それが空虚と言われるのは不条理であるということを意に介さない者たち[の態度]である。他方、アレクサンドロスは次のように言う。「もし『触覚において感覚される物体に満ちた』と書かれているとするなら、彼は、他の感覚においてではなく触覚においてのみ[感覚される物体]と言いうる。そして、空気のことを、このような触覚において感覚される物体と呼んでいるのだ。というのも、重さまたは軽さの何らかの傾向を持つことによって触覚的である空気を空虚であるとする、空虚についての或る説が存在したからである。そしてアナクサゴラスの周辺の者たちは革袋を締め上げることでこの説を論駁しようと試みていたのである」。そして、もし空気について語られているとするならば、次のようなことが疑義とされるだろう、と彼[アレクサンドロス]は言う。「空虚と呼ばれているこの空気が、色や音、あるいは他の感覚によって感覚しうる、触覚とは異なる何らかの性質を付け加えられたならば、果たして依然として空虚にとどまるのか、そうではないのか」。
- 4.63γράφεται γὰρ ἑκάτερον
アリストテレスのテキストに τὸ πλῆρες と τὸ μὴ πλῆρες の二つの伝承(異読)があることを指摘している。これを受け、続く文では εἰ μὲν εἴη γεγραμμένον ... εἰ δὲ εἴη ... という形でそれぞれの読みにおける解釈可能性が対比的に展開されている。
- 4.63τοῦτο δὲ μὴ προσποιουμένων ἐστὶ τὸ ἄτοπον εἶναι τὸ διάστημα ἐκεῖνο ... κενὸν λέγεσθαι
属格 μὴ προσποιουμένων(現在分詞中受動相、属格複数)は、述語的属格(所有・所属の属格)として ἐστί に結合し、「これは〜を無視する(意に介さない)者たちに属する[考え/態度である]」を表す。προσποιουμένων の目的語は冠詞付き不定詞句 τὸ ἄτοπον εἶναι(「〜が不条理であること」)であり、ἄτοπον εἶναι の主語となる不定詞句 τὸ διάστημα ἐκεῖνο ... κενὸν λέγεσθαι(意味上の主語は対格 τὸ διάστημα ἐκεῖνο)では、さらにその間に κἂν δεκτικὸν εἴη ... の譲歩節や μὴ τοῦτο δ’ ἔχοι ... の条件・付帯状況の節が挟まれる倒置的・離隔的構造となっている。
