← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§650.15-651.22

物体の圧縮と増大および灰の受水による空虚論証

シンプリキオスは空虚の存在を主張する論証のうち、物体の圧縮(酒と革袋の例)、増大(栄養の浸透)、灰が水を受け入れる現象に基づく第二から第四の論説を解説し、アレクサンドロスによる解釈を吟味しつつ圧縮の機序を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.57

" Ἄλλον δὲ ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα ἕως τοῦ συνιόντος τοῦ πυκνουμένου σώματος." Δεύτερον τίθησι λόγον τὸν ἀπὸ τῆς τῶν σωμάτων πιλήσεως. εἰ γὰρ τῆς αὐτῆς οὐσίας μενούσης συνιζάνει καὶ ἐκτείνεται τὰ σώματα, δῆλόν φασιν ὅτι κενῶν ὄντων μεταξὺ διαστημάτων ἡ κατ’ αὐτὰ σύμπτωσις γίνεται. τούτου δὲ τεκμήριον παρατίθεται τὸ τὸν πίθον μετὰ τῶν ἀσκῶν δέχεσθαι τὸν οἶνον· τοῦτο δὲ ὁ μὲν Ἀλέξανδρος ἤκουσεν, ὡς τοῦ πίθου, κἂν εἰς ἀσκοὺς ἐμβληθῇ ὁ πληρῶν αὐτὸν οἶνος, δέχεσθαι αὐτὸν μετὰ τῶν ἀσκῶν. μήποτε δὲ τοῦτο μὲν περιττὸν καὶ διὰ τὴν δυσκολίαν τῆς συνθέσεως· ἀλλ’ ὅτι1 ὁ αὐτὸς πίθος μεστὸς ὢν οἴνου καὶ τοὺς ἀσκοὺς τοὺς δεχομένους τὸν ἐν αὐτῷ οἶνον προσεμβληθέντας δέχεται καὶ οὐχ ὑπερχεῖται· ὃ ἀδύνατον ἦν, φασί, μὴ τοῦ οἴνου συμπιλουμένου· τοῦτο δὲ οὐκ ἂν ἐγένετο μὴ κενῶν ὄντων μεταξὺ διαστημάτων, ὧν συμπιπτόντων ἡ πίλησις ἀποτελεῖται. οἱ δὲ τὸ κενὸν τῆς πιλήσεως αἰτιώμενοι καὶ τὰ βαρέα τῶν κούφων ταύτῃ διαφέρειν φασὶ τῷ τὰ μὲν πλέον ἔχειν, τὰ δὲ ἔλαττον.

「また別の[論証として]、あるものが収縮し圧縮されるのが見られること……[から]……凝縮される物体が収縮することによって[まで]。」 彼は、物体が圧縮されることに基づく第二の論証を提示している。なぜなら、同一の実体が留まっているのに物体が収縮したり拡張したりするならば、中間に空虚な間隔が存在することによって、それらに応じた圧縮が生じることは明らかである、と彼らは言うからである。そしてこのことの証拠として、甕が酒を革袋ごと受け入れるということが提示されている。そしてこのことを、アレクサンドロスは、甕を満たしている酒が革袋の中に注がれたとしても、甕はそれを革袋ごと受け入れる、という意味に解した。しかし、これでは無駄であるし、組み立ての難しさゆえにも[そうではない]のではないか。むしろ、酒で満ちている同一の甕が、その中にある酒を受け入れる革袋をさらに中へ投入されても受け入れ、溢れ出さないということ[を意味する]のではないか。これは酒が押し縮められない限り不可能であったと彼らは言う。そしてこのことは、中間に空虚な間隔が存在し、それらが落ち込むことで圧縮が完遂されない限り生じないであろう。他方、空虚を圧縮の原因とする者たちは、重いものと軽いものも、この点で、すなわち後者が[空虚を]より多く持ち、前者がより少なく持つことによって区別されると言う。

§4.58

"Ἔτι δὲ καὶ ἡ αὔξησις δοκεῖ γίνεσθαι πᾶσι διὰ κενοῦ ἕως τοῦ δύο δὲ σώματα ἀδύνατον ἅμα εἶναι." Εἰπὼν ὅτι ἡ κατὰ τόπον κίνησις οὐκ ἂν γένοιτο μὴ ὄντος κενοῦ καὶ ὅτι τῆς κατὰ τόπον κινήσεως ἡ μέν ἐστι κατὰ αὔξησιν, ἡ δὲ κατὰ φοράν, καὶ δείξας ἐπὶ τῆς κατὰ φορὰν τὸ εἰρημένον, νῦν λέγει, πῶς ἐδείκνυον ὅτι οὐδὲ ἡ κατὰ αὔξησιν κίνησις γένοιτο ἂν κενοῦ μὴ ὄντος. εἰ γὰρ ἡ μὲν αὔξησις γίνεται διὰ τροφῆς πάντῃ διούσης, ἡ δὲ τροφὴ σῶμα, ἀνάγκη ἢ διὰ πλήρους γίνεσθαι ἢ διὰ κενοῦ· ἀλλὰ διὰ πλήρους ἀδύνατον, ὡς δέδεικται (σῶμα γὰρ διὰ σώματος οὐ χωρεῖ, ὥστε ἅμα εἶναι δύο σώματα)· δῆλον 〈οὖν〉 ὅτι εἰς τὰ κενὰ τοῦ τρεφομένου γινομένη ἡ τῆς τροφῆς εἴσοδος πανταχῆ παρεσπαρμένα2 ποιεῖ πανταχόθεν αὔξεσθαι τὸ τρεφόμενον. τὸ δὲ δοκεῖ γίνεσθαι πᾶσι τὸ ἔνδοξον ἐνδείκνυται τῆς ἐπιχειρήσεως.

「さらにまた、増大も空虚によって生じるということがすべての人に思われている……[から]……しかし二つの物体が共にあることは不可能である[まで]。」 場所的運動は空虚が存在しなければ生じ得ないであろうということ、そして場所的運動の一方は増大によるものであり、他方は移動によるものであると言い、移動による運動について上述のことを示した後、彼は今や、増大による運動も空虚が存在しなければ生じ得ないであろうことを彼らがどのように示していたかを述べる。なぜなら、増大があらゆる場所を通り抜ける栄養によって生じ、栄養が物体であるならば、満ちたものを通じて生じるか空虚を通じて生じるかのいずれかでなければならないが、満ちたものを通じて生じることは示されたように不可能であるからである(なぜなら、二つの物体が共にあるようには、物体は物体を通り抜けないからである)。したがって、栄養を受けるものの至る所に散在している空虚へと栄養の進入が生じることが、栄養を受けるものをあらゆる側から増大させることは明らかである。「すべての人に思われている」という語句は、その論証の通念性を示している。

§4.59

"Μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, εἰ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον κενὸν ὄν." Τοῦτο κεῖται μὲν ὡς τέταρτον ἐπιχείρημα κατασκευαστικὸν τοῦ κενοῦ. ἔστι δὲ ταὐτόν πως τῷ περὶ τοῦ οἴνου καὶ τῶν ἀσκῶν ἀπὸ τῆς πιλήσεως τῶν σωμάτων καὶ αὐτὸ προσαγόμενον· ὡς γὰρ ὁ πίθος πρὸς τῷ οἴνῳ δέχεται τοὺς ἀσκοὺς διὰ τὸ πεπιλῆσθαι τὸν οἶνον, οὕτω τὸ τέφρας μεστὸν ἄγγος ἐπὶ τῇ τέφρᾳ ὕδωρ δέχεται συνιζανόντων τῶν ἐν τῇ τέφρᾳ κενωμάτων. διαφέρει δὲ τοῦτο τὸ παράδειγμα τοῦ κατὰ τὸν οἶνον, ὡς οἶμαι, ὅτι ἐκεῖ μὲν πρὸς τῷ οἴνῳ καὶ τοὺς ἀσκοὺς ἐδέχετο τὸ αὐτὸ χώρημα οὐκ ἔχοντας ἴσον ὄγκον τῷ οἴνῳ, ἐνταῦθα δὲ καὶ ἡ τέφρα καὶ τὸ ὕδωρ ἱκανὰ καὶ καθ’ αὑτά ἐστι πληροῦν τὸ ἀγγεῖον, συμπιπτόντων δηλονότι τῶν ἐν ἑκατέρῳ πόρων, μᾶλλον δὲ τῶν μὲν ἐν τῷ ὕδατι συμπιπτόντων, τῶν δὲ ἐν τῇ τέφρᾳ τῶν μὲν συνιζανόντων, τῶν δὲ τὸ ὕδωρ δεχομένων ἐν ἑαυτοῖς.3

「また彼らは、〔灰が〕空である容器と同じだけの水を受け入れるならば、灰に関する出来事をも証拠としている。」 これは空虚を確立する第四の論証として置かれている。そしてこれは物体の圧縮に由来する点において、酒と革袋に関する論証とある意味で同じであり、それ自体もまた[圧縮から]導き出されている。なぜなら、酒が圧縮されたことによって甕が酒に加えて革袋を受け入れるのと同様に、灰で満ちた容器は、灰の中の空隙が落ち込むことによって灰の上に水を受け入れるからである。そしてこの事例は、思うに、酒に関する事例とは次の点で異なっている。すなわち、かの事例では同一の容量が酒に加えて、酒と等しい体積を持たない革袋をも受け入れたのに対し、ここにおいては灰も水もそれぞれ単独で容器を満たすのに十分であり、明らかに双方の中にある間隙が落ち込むことによって、というよりは、水の中の間隙は落ち込み、灰の中の間隙はあるものは落ち込み、あるものは水を自らの内に受け入れることによって[容器を満たす]のである。

構文注3 件
  1. 4.57μήποτε δὲ τοῦτο μὲν περιττὸν καὶ διὰ τὴν δυσκολίαν τῆς συνθέσεως· ἀλλ’ ὅτι...

    μήποτε は懸念や控えめな疑義・反対意見を導入する(「…ではないか」)。前半の τοῦτο μὲν περιττόν には省略された述語(ἐστί など)を補い、後半の ἀλλ' ὅτι はアレクサンドロスの解釈(ἤκουσεν, ὡς...)に対立する代替案の内容節を導く(「むしろ…ということ[を意味する]」)。

  2. 4.58εἰς τὰ κενὰ τοῦ τρεφομένου γινομένη ἡ τῆς τροφῆς εἴσοδος πανταχῆ παρεσπαρμένα

    語順の倒置(hyperbaton)が見られる。中性複数対格の現在完了受動分詞 πανταχῆ παρεσπαρμένα は、間に挟まれた名詞句 τοῦ τρεφομένου γινομένη ἡ τῆς τροφῆς εἴσοδος を飛び越えて、前置詞句内の名詞 τὰ κενά(空隙)を直接修飾している。

  3. 4.59τῶν δὲ ἐν τῇ τέφρᾳ τῶν μὲν συνιζανόντων, τῶν δὲ τὸ ὕδωρ δεχομένων ἐν ἑαυτοῖς

    前置詞句の意味上の名詞(πόρων)を省略した属格独立構文。先行する τῶν μὲν ἐν τῷ ὕδατι συμπιπτόντων に対して全体の対立項 τῶν δὲ ἐν τῇ τέφρᾳ [πόρων] が置かれ、これがさらに部分属格として τῶν μὲν συνιζανόντων と τῶν δὲ τὸ ὕδωρ δεχομένων に二分される同格・部分配分構造をとっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:650.15-651.22