← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§625.27-627.9

位置の秩序付けとしてのダマスキオスの場所規定

ダマスキオスに従い、場所を位置の散布に対する限定・測度・整序の原理と規定し、身体各部や宇宙の秩序がこれに依存することを示した上で、場所が包摂者の限界でも物体でもないことを導く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.53#18

τούτων οὖν τῶν διαστάσεων, ἵνα 〈μὴ〉 παντελῶς εἰς τὸ ἀόριστον ὑπενεχθῶσι,1 μέτρα συναγωγὰ ὑπέστη τῆς μὲν κατὰ τὴν ἐν κινήσει ἐνέργειαν ὁ χρόνος, τῶν δὲ κατὰ τὴν οὐσίαν τῆς μὲν κατὰ διάκρισιν τὸ ὡρισμένον πλῆθος ὅπερ ἐστὶν ὁ ἀριθμός, τῆς δὲ κατὰ συνέχειαν τὸ ὡρισμένον μέγεθος οἷον πηχυαῖον ἤ τι τοιοῦτον, τῆς δὲ κατὰ τὴν τῆς θέσεως διάρριψιν ὁ τόπος. διὸ ἐν χρόνῳ μὲν λέγεται κινεῖσθαι τὰ κινούμενα, ἐν τόπῳ δὲ τὴν θέσιν τῆς οὐσίας ἔχειν καὶ αὐτῆς τῆς κινήσεως, καθόσον καὶ αὐτὴ τοῦ κινεῖσθαι μετέσχε”. καὶ ὅτι μὲν περὶ θέσιν ἔχει καὶ τῶν κειμένων τί ἐστιν ὁ τόπος, πρόδηλον. ταῦτα γὰρ ἐν τόπῳ λέγομεν, ὅσα καὶ θέσιν ἔχειν φαμέν, καὶ τὸ ἄνω καὶ κάτω τόπου διαφοραί εἰσι κατὰ τὴν θέσιν θεωρούμεναι ὥσπερ καὶ τὰ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν. ὅτι δὲ ἀφοριστικὸς καὶ μετρητικὸς καὶ τακτικὸς τῆς θέσεώς ἐστιν ὁ τόπος, ἐντεῦθεν ἂν μάθῃς· κεῖσθαι μὲν ἕκαστόν φαμεν κἂν ὁπωσοῦν ἀτάκτως κέηται, τὸν δὲ εὐθετισμὸν τὸν οἰκεῖον ἕκαστον τότε λέγεται ἔχειν, ὅταν τὸν οἰκεῖον ἀπολάβῃ τόπον, ὥσπερ γίνεται μὲν ἕκαστον ὁτεοῦν εἰς τὸ εἶναι παρελθόν, τὸ δὲ εὔκαιρον ἔχει τὸ οἰκεῖον, ὅταν ἐν τῷ δέοντι γένηται χρόνῳ. διὰ τὸν τόπον οὖν τῶν μορίων ἕκαστον εὐθετίζοντα ἡ μὲν κεφαλὴ τοῦ ἐμοῦ σώματος γέγονεν ἄνω, οἱ δὲ πόδες κάτω· καὶ τὸ μὲν ἧπαρ ἐν τοῖς δεξιοῖς, ἡ δὲ καρδία ἐν τῷ μέσῳ. καὶ οἱ μὲν ὀφθαλμοὶ δι’ ὧν ὁρῶντες πρόιμεν ἔμπροσθεν, τὸ δὲ μετάφρενον ᾧ ἀχθοφοροῦμεν ὄπισθεν. καὶ εἰσὶν αὗται διὰ τὸν τόπον αἱ διαφοραί, ὥσπερ διὰ τὸν χρόνον ἄλλο τι πρὸ ἄλλου δημιουργεῖται τῶν τοῦ ἐμβρύου μερῶν, καὶ ἄλλη πρὸ ἄλλης ἡλικία πρόεισι τεταγμένη. καὶ οὐκ ἐπισυγκεῖται τὰ Τρωϊκὰ τοῖς Πελοποννησιακοῖς· τὸ γὰρ πρότερον καὶ ὕστερον χρόνου διαφοραί εἰσιν, ὡς τὸ ἄνω καὶ κάτω καὶ αἱ λοιπαὶ τέτταρες διαστάσεις τοῦ τόπου, καθάπερ καὶ Ἀριστοτέλης ὁμολογεῖ· καὶ τοῦ κόσμου ἄρα τὰ μόρια διὰ τὸν τόπον ἔχει τὸν οἰκεῖον εὐθετισμὸν ἐν τῷ ὅλῳ. καὶ ἔστιν ὡς τύπῳ φάναι ὁ τόπος κατὰ ταύτην τὴν ἐπιβολὴν ὁ μὲν ἁπλῶς οὕτως λεγόμενος ἀφορισμὸς τῆς τῶν σωμάτων θέσεως, ὡς δὲ τὸν κατὰ φύσιν εἰπεῖν ἀφορισμὸς τῆς κατὰ φύσιν ἐπιβαλλούσης τοῖς σωματικοῖς μορίοις θέσεως πρός τε ἄλληλα καὶ πρὸς τὸ ὅλον καὶ τοῦ ὅλου πρὸς τὰ μόρια. ὡς γὰρ τῆς γῆς καὶ τοῦ οὐρανοῦ τὰ μόρια ἄλλα ἀλλαχοῦ τέτακται διὰ τὸν τόπον, καὶ τὰ μέν ἐστιν εἰ τύχοι βόρεια, τὰ δὲ νότια, οὕτω καὶ ὁ ὅλος οὐρανὸς καὶ ἡ ὅλη γῆ μέρη ὄντα τοῦ κόσμου τὴν ἐπιβάλλουσαν αὑτοῖς τῆς θέσεως εὐμετρίαν καὶ διακόσμησιν ἔχουσι διὰ τὸν τόπον, ὁ μὲν τὸ πέριξ τοῦ παντός, ἡ δὲ τὸ μέσον ἐπέχουσα. καὶ οὗτός ἐστιν ὁ τὴν σύμπτωσιν τουτέστι συντόπωσιν τοῖς μορίοις παρεχόμενος. εἰ δὲ καὶ ἀπὸ τοῦ τοπάζειν εἴρηται τόπος ἐκ τοῦ τετόπακα παρακειμένου τόπος γινόμενος ὡς εἰκασία τις ὢν τοῦ νοεροῦ ἀφορισμοῦ, καὶ οὕτω σύμφωνος ὁ λόγος· ταῖς γὰρ εἰκόσιν οὗτος παρέχεται τὴν σύστασιν καὶ τὴν πρὸς τὰ παραδείγματα ὁμοιότητα. μὴ γὰρ κειμένου κατὰ τὸν οἰκεῖον τόπον ἑκάστου τῶν ἅπαξ διαστατῶν μερῶν οὐκ ἄν ποτε ἡ εἰκὼν ὁμοιωθείη τῷ παραδείγματι, πᾶσα δὲ τάξις οἰχήσεται καὶ εὐμετρία καὶ διακόσμησις. καὶ εἴπερ ἀνέλοις τὸν τόπον, ὄψει τὴν τῶν σωμάτων διάθεσιν ἀλλόκοτόν τε καὶ ἄτακτον καὶ εἰς παντελῆ φερομένην ἀοριστίαν. ἐν ποίᾳ γὰρ ἕκαστον τῶν μορίων θέσει στήσεται πρὸς μηδεμίαν ἔχον οἰκείως; διὰ τοῦτον οὖν καὶ τὰ κινούμενα φυσικῶς κινεῖται, ἵνα τῆς οἰκείας θέσεως τὸ ἐπιβάλλον ἀπολάβῃ, καὶ τὰ ἱστάμενα ἕστηκεν ἐν τῷ προσήκοντι μέτρῳ τῆς θέσεως φιλοχωροῦντα. ὥστε τίνος μὲν αἴτιός ἐστιν ὁ τόπος τοῖς σώμασι καὶ τοῖς σωματικοῖς πᾶσι καὶ τί ποτέ ἐστιν αὐτός, τάχα ἄν τις ἐκ τῶν εἰρημένων ἐννοήσειεν. Ἀκόλουθον δ’ ἂν εἴη τὸν τοιοῦτον τόπον μήτε τὸ πέρας εἶναι τοῦ περιέχοντος. πῶς γὰρ τοῦτο τάξεώς ἐστιν αἴτιον ἢ ἀφορισμοῦ αὐτὸ μᾶλλον ὑπὸ τῶν ἐν αὐτῷ γινομένων καὶ περιεχομένων ὑπ’ αὐτοῦ ὁριζόμενον;2 ἀλλὰ μὴν οὐδὲ σῶμα ἂν εἴη.

したがって、これらの広がりが無限定へと完全に流し去られてしまわないように、集約する諸々の尺度が生じた。すなわち、運動における現実活動に従う広がりに対しては時間が、実体に従う広がりのうち区別に従うものに対しては限定された多数性、すなわち数が、連続に従うものに対してはキュビット大などといった限定された大きさが、そして位置関係の散布に従うものに対しては場所が生じたのである。それゆえ、運動するものは時間において運動すると言われ、実体の、さらには運動そのものの位置を場所において占めると言われる。運動そのものも運動することに与る限りにおいてである」。 そして、場所が位置に関わるものであり、置かれているものたちの何かであることは明白である。実際、私たちが場所にあると言うのは、位置をもつと私たちが言うものすべてであり、上と下とは、右と左、前と後ろと同様に、位置に従って観察される場所の差異である。場所が位置を規定し、測り、整序するものであることは、次のことから知ることができよう。すなわち、各々はたとえどのように無秩序に置かれていようとも「置かれている」と私たちは言うが、固有の適切な配置をもつと言われるのは、固有の場所を取り戻したときである。ちょうど各々が、いつであれ存在へと現れ出たときには「生じる」のであるが、固有の好機をもつのは、まさに相応しい時において生じるときであるのと同様である。したがって、各部分を適切に配置する場所のおかげで、私の体の頭は上に、足は下にあるようになり、肝臓は右側に、心臓は中央にあるようになった。そして、それを通して見つつ前進する目は前方に、それによって荷を運ぶ背中は後方にあるようになった。そして、場所のおかげでこれらの差異が存在するのであり、それはあたかも、時間のおかげで胎児の諸部分のあるものが他のものに先立って形成され、ある年齢が他の年齢に先立って秩序正しく進行するのと同様である。そしてトロイア戦争の出来事がペロポネソス戦争の出来事と混同されることはない。というのも、「先」と「後」とは時間の差異であり、ちょうど「上」と「下」および場所の残る四つの広がりが場所の差異であるのと同様だからである。アリストテレス自身も同意している通りである。それゆえ、宇宙の諸部分も場所のおかげで、全体の中において固有の適切な配置をもつのである。そして、大まかに言えば、この観点に従う場所とは、端的にそう言われるものは物体の位置の限定であり、自然本来の場所について言えば、物体的な諸部分が互いに対して、また全体に対して、さらに全体が諸部分に対して自然本性上割り当てられている位置の限定である。実際、大地の諸部分と天の諸部分とが場所のおかげで他が他なる処へと配分され、あるものは例えば北に、あるものは南にあるように、宇宙の部分である全天と大地全体も、場所のおかげで自らに割り当てられた位置の釣り合いと秩序を保持しており、天は万物の外周を、大地は中心を占めているのである。そして、これが諸部分に一致、すなわち「共処」を提供するものである。そして、もし「場所」が「推測する」に由来して言われ、「推測した」という完了形から「場所」が生じたとすれば、知性的限定の或る種の似像であるものとして、その言明はこのように符合する。なぜなら、これは諸々の似像に対して成立と原型に対する類似性を提供するからである。というのも、一度広がった諸部分の各々が固有の場所に従って置かれないならば、似像は決して原型に似ることはなく、すべての秩序、均整、配分が消滅してしまうであろうからである。そして、もし場所を取り去るならば、物体の配置が奇怪で無秩序となり、完全な無限定性へと流し去られるのを見るであろう。いかなる位置にも親和性をもたないならば、各部分はどのような位置に静止しうるであろうか。したがって、自然的に運動するものは、固有の位置の割り当てを取り戻すためにこの場所のゆえに運動するのであり、静止しているものは、位置の適切な尺度の中にとどまりつつ、その場所を好んで静止しているのである。したがって、場所が物体およびすべての物体的なものに対して何の原因であるのか、またそれ自体はいったい何であるのかは、おそらく述べられたことから察知されよう。 そして、このような場所は包摂するものの限界でもありえないということは、論理的に帰結する。実際、いかにして限界が秩序や限定の原因でありえようか。限界それ自体が、むしろその中において生じ、自らによって包摂されるものたちによって限定されているのに。さらに、場所が物体であることもありえないであろう。

構文注2 件
  1. 4.53ἵνα 〈μὴ〉 παντελῶς εἰς τὸ ἀόριστον ὑπενεχθῶσι

    目的節 ἵνα において否定詞 μὴ が校訂者によって補われている。文脈上、諸々の広がり(διαστάσεις)が無限定(ἀόριστον)に陥るのを防ぐために限定・尺度(μέτρα συναγωγά)が立てられたという趣旨であるため、否定を補う解釈が構文的・論理的に必須である。

  2. 4.53αὐτὸ μᾶλλον ὑπὸ τῶν ἐν αὐτῷ γινομένων καὶ περιεχομένων ὑπ’ αὐτοῦ ὁριζόμενον

    分詞 ὁριζόμενον は先行する主語 τοῦτο(包摂するものの限界)に一致する主格。限界そのものが包摂される対象によって規定・限定されている(受動)という逆転を指摘し、限界自身が限定や秩序の原因(αἴτιον)にはなり得ないとする反語的論証の骨格をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:625.27-627.9