← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§621.24-622.37

場所の間隔説に対する七つの難問の提示

場所を不動の間隔とする立場がアリストテレスの反論を回避しうることを確認した上で、間隔説に対して提起される形相と質料、共存性、偶有性、魂の有無、可滅性、推論の妥当性に関する七つの難問を列挙する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.53#15

οὔτε οὖν τόπου δεήσεται ὁ τόπος οὔτε πολλοὶ ἅμα ἔσονται τόποι. οὐ γὰρ μεθίσταται τὰ τοπικὰ διαστήματα οὐδὲ εἰς ἄλληλα ἐμβαίνει. οὐ μέντοι οὐδὲ ἄπειροι ἔσονται οἱ τόποι, εἴπερ μήτε τὰ τοῦ συνεχοῦς σώματος μέρη ἐνεργείᾳ διῄρηται εἰς ἄπειρα μήτε τὰ τοῦ διαστήματος. ἀλλὰ τὴν μὲν ὑπὸ Ἀριστοτέλους λεγομένην ἀτοπίαν οὕτως οἶμαι ῥᾳδίως οἱ τὸ διάστημα λέγοντες ἐκφεύξονται, τὰς δὲ ἄλλας ἀπορίας τὰς δυναμένας φέρεσθαι πρὸς τοῦτον τὸν λόγον ἐπισκεψώμεθα. Καὶ πρῶτόν γε τὸ νῦν ὑποκείμενον διάστημα πότερον ἔνυλόν ἐστιν εἶδος ἢ ἄυλον ἐρωτητέον. καὶ γὰρ εἰ μὲν ἄυλον, οὐ φυσικὸν ἂν εἴη οὐδὲ τοῦτο περὶ οὗ νῦν ζητοῦμεν ὁ τόπος. ἔπειτα εἰ μὲν ἐπινοίᾳ μόνον ἐστίν, εἴη ἂν καὶ τὸ ἐν τόπῳ ἐν ἐπινοίᾳ μόνον, καὶ οὐκ ἐν ὑποστάσει, καὶ εἴπερ ἄρα, τὸ μαθηματικὸν ἂν εἴη σῶμα. εἰ δὲ ἐν ὑποστάσει καὶ τοῦτο, πῶς ἐστί τι παντελῶς ἄυλον ὑπὸ σελήνην τριχῇ διεστὼς καὶ οὐσία καθ’ αὑτὸ ὄν, ἀλλ’ οὐχὶ συμβεβηκός; εἰ δὲ ἔνυλόν τις αὐτὸ λέγοι, πρῶτον μὲν τί διοίσει τοῦ σώματος τὸ τριχῇ διαστατὸν εἶδος1 ἐν ὕλῃ γενόμενον; εἰ μὲν γὰρ διαστάσεις ἐλέγομεν αὐτὸ μόνας, πολλὴ ἂν ἦν ἡ πρὸς τὸ διαστατὸν αὐτοῦ διαφορά· ἦν γὰρ τὸ μὲν εἶδος μόνον, τὸ δὲ ἔνυλον εἶδος. εἰ δὲ καὶ τὸ διάστημα ἔνυλον εἶδός φαμεν καὶ τὸ σύνθετον διαστατὸν λέγομεν, τί ἔτι διοίσει τοῦ σώματος; ἔπειτα εἰ ἔνυλόν ἐστιν εἶδος, ἢ ὅλην κατέλαβε τὴν ὕλην ἢ μέρος αὐτῆς· ἀλλ’ εἰ μέρος μὲν τὸ διάστημα, μέρος δὲ τὸ σῶμα, ἢ δύο ὗλαι ἅμα ἔσονται ἥ τε τοῦ τόπου2 καὶ τοῦ ἐν τόπῳ ἐν τῷ αὐτῷ διαστήματι, ἢ ἀλλαχοῦ μὲν ἔσται ὁ τόπος, ἀλλαχοῦ δὲ τὸ ἐν τόπῳ σῶμα, καὶ οὔτε τὸ σῶμα ἐν τόπῳ, οὔτε ὁ τόπος σώματος. εἰ δὲ ὅλην κατέλαβε τὴν ὕλην τὸ διάστημα, πῶς ἡ τοῦτο δεξαμένη καθ’ ὅλην ἑαυτὴν ἔτι δέξεται τὸ σῶμα; δεύτερον εἰ ἄλλος ὁ τόπος καὶ ἄλλο τὸ ἐν τόπῳ, ἤτοι μία μὲν ἡ ὕλη, εἴδη δέ ἐστι δύο, ἢ πρὸς τοῖς εἴδεσι καὶ ὕλας εἶναι χρὴ δύο. ἀλλ’ εἰ μία, ὅταν ἀποχωρῇ τοῦ τόπου τὸ ἐν τόπῳ, ἡ ὕλη ἑαυτῆς ἐκστήσεται, καὶ αὐτὴ ἑαυτῆς χωρισθήσεται μένουσα μὲν διὰ τὸν τόπον, μεθισταμένη δὲ διὰ τὸ σῶμα· εἰ δὲ δύο, πῶς οἷόν τε ἐν τῷ αὐτῷ ὄγκῳ δύο ὕλας εἶναι τήν τε τοῦ τόπου καὶ τὴν τοῦ σώματος; τρίτον εἰ τὸ τοῦ σώματος διάστημα γίνεται ἐν τῷ τοπικῷ διαστήματι, πῶς δύο μὲν εἶναι σώματα ἐν ταὐτῷ δυσχεραίνομεν, δύο δὲ διαστήματα συγχωροῦμεν; τὰ γὰρ ἄλλα τῶν σωμάτων συμβεβηκότα οἷον λευκότητες καὶ θερμότητες τὴν δι’ ἀλλήλων δίϊξιν οὐ κωλύουσι. τέταρτον εἰ τὸ σῶμα οὐσία ὂν ἐν τόπῳ ἐστίν, ὁ δὲ τόπος διάστημα, τὸ δὲ διάστημα ποσόν, τὸ δὲ ποσὸν συμβεβηκός, ἔσται ἡ οὐσία ἐν συμβεβηκότι· καὶ αὐτό τε τοῦτο ἄτοπον καὶ μέντοι ὅτι κρείττονα εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ φαμέν. πέμπτον τὸ διάστημα τοῦτο ἢ ἄψυχόν ἐστιν ἢ ἔμψυχον. ἀλλ’ εἰ μὲν ἄψυχον, καὶ ἄνουν ἔσται· νοῦν γὰρ ἄνευ ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ. καὶ πῶς οὐ χεῖρον ἔσται τοῦ ἐν τόπῳ; νοῦν γὰρ ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς ὁ θεὸς τὸν κόσμον συνετεκτήνατο, ὡς ὁ Τίμαιός φησιν. εἰ δὲ ἔμψυχον, πῶς ἀκίνητον ἔσται ψυχὴν ἔχον αὐτοκίνητον; ἢ πῶς κινούμενον οὐ δεήσεται τόπου; ἕκτον δὲ πότερον ἀΐδιόν ἐστι τὸ πᾶν διάστημα καθ’ ὅλον τε καὶ κατὰ μέρη ἢ τὸ μὲν τὸν οὐρανὸν δεξάμενον ἀΐδιόν ἐστι, τὸ δὲ ὑπὸ σελήνην τοῖς μέρεσι φθαρτόν; ἀλλ’ εἰ μὲν τὸ πᾶν ἄφθαρτον, τί διοίσει τοῦ ἐν τῷ οὐρανῷ τὸ ὑπὸ σελήνην; εἰ δὲ τοῦτο φθαρτόν, τίς ἂν εἴη τῆς φθορᾶς τρόπος οὐ μεταβαλλόντων εἰς ἄλληλα τῶν τοῦ τόπου μερῶν οὐδὲ τοῦ τόπου εἰς ἄλλο οὐδὲ ἄλλου τινὸς εἰς τὸν τόπον; ἕβδομον εἰ τὰ μὴ δεηθέντα τοῦ τόπου ἀδιάστατά ἐστι, τὰ διαστατὰ ἄρα δεήσεται τόπου, φαίη ἄν τις συλλογιστικὸς ἀνήρ.

したがって、場所が場所を必要とすることもなく、多くの場所が同時に存在することもないであろう。なぜなら、場所的な諸間隔は移動せず、互いに入り込むこともないからである。さらにまた、諸場所が無限に存在することもないであろう、もしも連続的な物体の諸部分が現実態として無限に分割されておらず、間隔の諸部分もまたそうでないとするならば。だが、アリストテレスによって語られた不条理からは、このようにして間隔を主張する者たちは容易に免れるであろうと私は考える。そこで、この説に対して持ち出されうる他の諸難問を検討することにしよう。そしてまず、今主題となっている間隔は質料的形相なのか、それとも非質料的形相なのかを問わねばならない。というのも、もし非質料的であるならば、それは自然学的なものではなく、私たちが今探求しているこれ、すなわち場所でもないであろうから。次に、もしそれが思惟においてのみ存在するならば、場所の中にあるものも思惟においてのみ存在し、実立においては存在しないことになり、そうであるならば、それは数学的物体であることになろう。だがもしこれも実立において存在するとすれば、いかにして完全に非質料的なあるものが月下にあって三次元に広がり、付帯性ではなく自ずからある実体でありえようか。他方、もし誰かがそれを質料的であると言うならば、第一に、質料の中に生じた三次元的に広がりをもつ形相が、物体と何において異なるのであろうか。なぜなら、もし私たちがそれを単なる諸広がりと呼んでいたのであれば、それと広がりをもつものとの相違は大きかったであろう(一方は形相のみであり、他方は質料的形相であったからである)。だがもし私たちが間隔をも質料的形相と呼び、複合体を広がりをもつものと呼ぶならば、それはもはや物体と何において異なるのであろうか。次に、もしそれが質料的形相であるなら、それは質料の全体を占めるのか、それともその一部を占めるのか。しかしもし間隔が一角を占め、物体が他の一角を占めるとすれば、同一の間隔の中に場所の質料と場所の中にあるものの質料という二つの質料が同時に存在することになるか、あるいは場所があるところにあり、場所の中にある物体は別のところにあって、物体は場所の中に存在せず、場所も物体の[場所]ではないことになる。だが、もし間隔が質料の全体を占めているとするならば、この[間隔]を自分自身の全体において受け入れた[質料]が、いかにしてさらに物体をも受け入れることができようか。第二に、もし場所と場所の中にあるものとが別であるならば、質料は一つであり形相が二つあるのか、それとも形相のほかに質料も二つあるべきなのか。しかしもし一つであるならば、場所の中にあるものが場所から去るとき、質料は自己から逸脱し、場所のゆえに留まりつつ、物体のゆえに移動することによって、自己自身から分離することになろう。だがもし二つであるならば、同一の嵩の中に場所の質料と物体の質料という二つの質料が存在することが、いかにして可能であろうか。第三に、もし物体の間隔が場所的間隔の中に生じるのであるならば、なぜ私たちは二つの物体が同一の内にあることを難じるのに、二つの間隔[が共存すること]を承認するのであろうか。なぜなら、白さや熱さのような物体の他の付帯性は、互いを貫通することを妨げないからである。第四に、もし物体が実体であって場所の中にあり、他方で場所は間隔であり、間隔は量であり、量は付帯性であるとするならば、実体が付帯性の中にあることになろう。そしてこのこと自体も不条理であり、さらに私たちは場所が場所の中にあるものより優れていると主張しているのである。第五に、この間隔は無魂であるか、それとも有魂であるか。しかし、もし無魂であるならば、知性をも欠いているであろう。なぜなら、魂なしに知性が何ものかに備わることは不可能だからである。そして[そうであるなら]いかにして場所の中にあるものより劣っていないことがあろうか。なぜなら、神はティマイオスが言うように、知性を魂の中に、魂を物体の中に組み込んで、宇宙を構築されたからである。だが、もし有魂であるならば、自ら動く魂をもちながら、いかにして不動でありえようか。あるいは運動するとして、いかにして場所を必要としないことがあろうか。第六に、全間隔はその全体においても諸部分においても永遠であるのか、それとも天を受け入れた[間隔]は永遠であり、月下の[間隔]は諸部分において可滅であるのか。しかし、もし全体が不滅であるならば、月下の[間隔]は天の中にある[間隔]と何において異なるのであろうか。他方、もしこれが可滅であるならば、場所の諸部分が互いに変化することもなく、場所が他のものへと、また他の何かが場所へと変化することもないのに、どのような滅びの様態がありえようか。第七に、もし場所を必要としなかったものが無広がりであるとするならば、広がりをもつものは当然場所を必要とするであろう、とある論理的推論の達人なら言うかもしれない。

構文注2 件
  1. 4.53εἰ μὲν γὰρ διαστάσεις ἐλέγομεν αὐτὸ μόνας, πολλὴ ἂν ἦν ἡ πρὸς τὸ διαστατὸν αὐτοῦ διαφορά· ἦν γὰρ τὸ μὲν εἶδος μόνον, τὸ δὲ ἔνυλον εἶδος

    事実に反する仮定を表す構文。条件節(εἰ... ἐλέγομεν)および主節(πολλὴ ἂν ἦν...)はいずれも未完了過去を用いて現在の反実仮想を表している。直後の理由節 ἦν γὰρ... も同様に ἄν を伴わずに過去時称未完了(ἦν)を用いて「一方は〜であった(だろう)」と反実仮想的状態の説明を継続している。

  2. 4.53εἰ τὰ μὴ δεηθέντα τοῦ τόπου ἀδιάστατά ἐστι, τὰ διαστατὰ ἄρα δεήσεται τόπου

    条件文を用いた論理的推論の提示。前件「場所を必要としないものは無広がりである」(AならばB)から、対偶による転換を経て「広がりをもつものは場所を必要とする」(非Bならば非A)を導いており、直後の φαίη ἄν τις συλλογιστικὸς ἀνήρ(論理推論の達人なら言うかもしれない)という皮肉混じりの修辞的表現と連動している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:621.24-622.37