← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§608.19-609.34

直線運動に基づく場所の定義とその不条理

シンプリキオスは、アリストテレスが相互置換する直線運動という自明な現象のみに基づいて場所を捉えた結果、場所を覆い包む境界と定義せざるをえなくなり、天体や元素の全体、連続的な部分が場所の内に存在しないという不条理に陥った経緯を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.53#6

οὕτω γὰρ καὶ χωρητικὸς ὄντως ὁ τόπος ἔσται, καὶ ταύτῃ οἶμαι διορίσαι μᾶλλον ἐχρῆν τοῦ τόπου τὸ ἀγγεῖον, ὅτι τὸ μὲν περικαλύπτει μόνον, ὁ δὲ δι’ ὅλου χωρεῖ,1 ἀλλὰ μὴ τῷ κινουμένῳ καὶ ἀκινήτῳ. περὶ δὲ τῆς λήψεως τοῦ καθ’ αὑτὸ κινουμένου κατὰ τόπον λέγω ὅτι, ὥσπερ εἴωθεν ἀεί, καὶ νῦν ἐθελήσας ἀπὸ τῶν ἐναργῶν ποιήσασθαι τὴν ἐπὶ τὸν τόπον ἔφοδον καὶ τούτοις μόνοις ἐγκαταμείνας τοιοῦτον αὐτὸν ἠναγκάσθη παραλαβεῖν. τῷ γὰρ ὄντι ἡ κατὰ τόπον κίνησις εἰς ἔννοιαν ἡμᾶς ἤγαγε τοῦ τόπου, καὶ τῶν κατὰ τόπον κινουμένων ἐκεῖνα μᾶλλον τὰ μεταβάλλοντα καθ’ ὅλα ἑαυτὰ τόπον ἐκ τόπου. ὁρῶντες γάρ, ὡς καὶ αὐτὸς εἶπεν, ἔνθα πρότερον ἦν ἀήρ, ἐνταῦθα ὕδωρ γινόμενον εἰς ἔννοιαν τῆς κοινῆς ὑποδοχῆς ἤλθομεν, ἣν τόπον ἐκαλέσαμεν. ἐπειδὴ οὖν ἀπὸ τούτων μάλιστα ἡμεῖς τὸν τόπον ἔγνωμεν, ταῦτα παρέλαβεν ὡς ἐν τόπῳ ὄντα. καίτοι φαίη τις ἂν μήπω τελέως τῆς Ἀριστοτέλους ἐννοίας καταδραξάμενος, ὅτι κἂν ἀπὸ τούτων ἡμεῖς εἰς ἔννοιαν ἤλθομεν τοῦ τόπου, ἀλλὰ καὶ ἀπὸ τῆς κυκλοφορίας, ὡς αὐτὸς ἐν τῷ τελευταίῳ βιβλίῳ τῆσδε τῆς πραγματείας δείκνυσιν, εἰς ἔννοιαν ἐρχόμεθα2 τῆς ἀκινήτου αἰτίας τῶν πάντων. καὶ οὐ δήπου διὰ τοῦτο τὴν ἐν τῇ κυκλοφορίᾳ μέθεξιν ἐκείνης τὴν ἀκινήτως καὶ πρώτως καὶ κυρίως ἀπειροδύναμον τῶν πάντων αἰτίαν εἶναί φαμεν· τίς οὖν ἦν ἀνάγκη μένειν ἐν τούτοις μόνοις, ἀφ’ ὧν ὑπεμνήσθημεν; ἐπεὶ δὲ ὅλως ἐπάθομεν τοῦτο 〈καὶ〉 ταῦτα εἶναι τὰ κυρίως κινούμενα κατὰ τόπον ὑπειλήφαμεν, ὥστε καὶ πᾶν τὸ ἐν τόπῳ τὸ κινητὸν κατ’ εὐθεῖαν εἰπεῖν, ἀνάγκη γέγονε λοιπὸν τὸ καθ’ αὑτὸ ἐν τόπῳ τοιοῦτον ἀφορίσασθαι, ὡς πρὸς ἄλλο τι περαίνειν καὶ ταῦτα λέγειν, ἅπερ αὐτός φησιν. ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται ἐν ἐκείνῳ, ἀλλ’ ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος. τὸ γὰρ μεταβαῖνον τόπον ἐκ τόπου πάντως ἐπιλήψεται τόπον ὅνπερ οὐκ εἶχε πρότερον. διὸ τὰ κατὰ φορὰν καὶ κατὰ αὔξησιν καὶ φθίσιν κινούμενα τοιαῦτά φησιν εἶναι, τὰ δὲ ἐπιλαμβάνοντα τόπον ἢ κενὸν ὄντα σώματος αὐτὸν ἐπιλαμβάνει (ἀλλ’ ἠξίωται ὥσπερ πᾶν σῶμα ἐν τόπῳ, οὕτω καὶ πάντα τόπον ἔχειν σῶμα) ἢ ὅπερ λοιπὸν τοῦ πλησιάζοντος αὐτῷ καὶ πρὸς αὐτὸ περαίνοντος ἐπιλήψεται τὸν τόπον.3 δεῖ ἄρα πάντως εἶναι τὸ ἁπτόμενον τοῦ τοιούτου σώματος καὶ κατὰ τοῦτο περιέχον αὐτό. αὕτη μὲν οὖν οἶμαι αἰτία γέγονε τοῦ τὸ ὂν ἐν τόπῳ πάντως ὑφ’ ἑτέρου περιεχόμενον ἔξωθεν ὑποθέσθαι, μὴ μέντοι καὶ ἀντιστρέφειν τὸν λόγον. οὐδὲ γὰρ τὸ περιεχόμενον ὑφ’ ἑτέρου ἐν τόπῳ εἶναί φησιν ἢ κατὰ τόπον κινεῖσθαι, εἰ μὴ καὶ μεταβαίνει4 τόπον ἐκ τόπου. οὕτως ἀπὸ τούτων ἡ ἔννοια γέγονε τοῦ τόπου. καὶ διὰ τοῦτο οὐδὲ τὰς πλανωμένας ἐν τόπῳ φησὶν εἶναι καίτοι περιεχομένας ὑπ’ ἀλλήλων καὶ τῆς ἀπλανοῦς, ὅτι οὐ μεταβαίνουσι τὸν τόπον. καὶ τί λέγω τὰς πλανωμένας; ἀλλ’ οὐδὲ τῶν στοιχείων οἶμαι τὰς ὁλότητας ἐν τόπῳ φήσει. εἰ γὰρ πᾶν τὸ ἐν τόπῳ καὶ κινεῖσθαι κατὰ τόπον λέγει, εἴπερ τὸ κινητὸν σῶμα ἐστιν ἐν τόπῳ καὶ κινητὸν κατὰ φοράν, τοῦτ’ ἔστιν ἐπ’ εὐθείας, ὡς τῆς κύκλῳ μηδὲ οὔσης κατὰ τόπον κινήσεως, δῆλον ὅτι μόνα τὰ εὐθυπορούμενα καὶ κινεῖσθαι καθ’ αὑτὰ κατὰ τόπον καὶ εἶναι ἐν τόπῳ φησίν, ὅτι ταῦτα μόνα μεταβάλλει τὸν τόπον. τοιαῦτα δὲ τῶν ὑπὸ σελήνην τὰ μέρη ἀποσπασθέντα τῆς οἰκείας ὁλότητος· αὐταὶ μέντοι αἱ ὁλότητες ἢ μένουσιν ἢ κύκλῳ κινοῦνται, εἰ μὴ ἄρα αὐξομένας τις αὐτὰς ἢ μειουμένας ἐννοήσειε. τότε γὰρ ἐπιλαμβάνουσαι καὶ ἀφιεῖσαι τόπον κατὰ φορὰν κινεῖσθαι δοκοῦσιν. εἰ οὖν μήτε τῶν οὐρανίων ἔστι τι ἐν τόπῳ καὶ τῶν ὑπὸ σελήνην οὔτε τὰ μέρη, ὅτι συνεχῆ, οὔτε τὰ ὅλα ὅτι οὐ μεταβαίνει, οὐδὲν ἂν εἴη κατὰ φύσιν ἐν τόπῳ, πλὴν εἰ ἄρα τῶν φυτῶν καὶ τῶν μερικῶν ζῴων. Τὴν μὲν οὖν συναγωγὴν τοῦ τοιούτου ὁρισμοῦ ἐκ τούτων οἶμαι γεγονέναι.

なぜならこのようにしてこそ場所は真に受容的[空間的]なものとなるであろうし、私は器を場所から区別するのも、前者は単に覆い包むだけであり、後者は全体を貫いて広がるという点によるべきであって、動くことと動かないことによるべきではなかったと考えるからである。さて、場所に従ってそれ自体として動くものの捉え方について私が言いたいのは、彼が常に慣行としているように、今回も明瞭な事柄から場所への探求を開始することを欲し、これらのみにとどまり続けたために、場所をそのようなものとして受け取らざるをえなくなったということである。というのも、実のところ場所に従う運動が私たちを場所の観念へと導いたのであり、場所に従って動くものの中でも、自らの全体として場所から場所へと移行するものがより一層そうであったからである。なぜなら彼自身も言ったように、以前に空気があった場所に水が生じるのを見て、私たちは場所と呼んだ共通の受容体という観念に至ったからである。それゆえ、私たちは何よりもこれらに基づいて場所を認識したのであるから、彼もこれらを場所の内にあるものとして受け取ったのである。とはいえ、アリストテレスの意図をまだ完全には捉えていない者なら、次のように言うかもしれない。たとえ私たちがこれらに基づいて場所の観念に至ったのだとしても、彼自身がこの論考の最終巻において示しているように、円運動に基づいても私たちは万物の動かない原因の観念に至るではないか、と。そしてまさかそのために、円運動におけるあの原因への与りそのものが、動かず第一であり本来の意味で無限の力を持つ万物の原因である、と私たちが言うわけではない。それなら、私たちが想起の契機としたもののみにとどまり続けるどんな必然性があったのだろうか。しかし私たちが全面的にこの状態に陥り、これらこそが本来の意味で場所に従って動くものであると想定し、その結果、場所の内にあるすべてのものとは直線に沿って可動的なものであるとまで述べるようになった以上、それ自体として場所の内にあるものを、他の何かに向けて境界をなすようなものとして規定し、彼自身が述べるまさにそれらの事柄を語ることが、以後は必然となったのである。それゆえ、包囲するものが分割されておらず連続的であるときは、場所の内にあるものとしてそのものの内にあると言われるのではなく、全体の内にある部分として言われるのである。他方で、分割されて接触しているときは、第一義的には包囲するものの最果ての内にあるのである。なぜなら、場所から場所へと移行するものは、以前には持っていなかった場所を必ず占めることになるからである。それゆえ、運搬に従って動くもの、ならびに増大と減少に従って動くものはそのようなものであると彼は述べるのであり、場所を占めるものは、物体を欠いた空虚である場所を占めるか(しかしすべての物体が場所の内にあるのと同様に、すべての場所も物体を持つと認められている)、あるいは残された可能性として、それに近接しそれに対して境界をなすものの場所を占めることになる。したがって、そのような物体に接触し、この点においてそれを包囲するものが必ず存在しなければならない。これこそが、場所の内にあるものは必ず外部から他者によって包囲されていると措定することの原因となったのであり、しかしその命題を換位させないことの原因ともなったのだ、と私は考える。なぜなら彼は、他者によって包囲されているものであっても、場所から場所へと移行するのでない限り、場所の内にあるとも、場所に従って動くとも言わないからである。このようにして、これらに基づいて場所の観念が生じたのである。そしてこのゆえに、彼は惑星[の諸天球]についても、それらが互いに、また恒星天によって包囲されているにもかかわらず、場所を移行しないという理由で、場所の内にあるとは言わないのである。そしてなぜ私は惑星のことを言うのだろうか。それどころか、彼は元素の諸全体さえも場所の内にあるとは言わないだろう、と私は考える。というのも、もし彼が場所の内にあるすべてのものは場所に従って動くとも述べるのであれば――もし可動的な物体が場所の内にあり、しかも運搬に従って可動的であるもの、すなわち直線的なもの[だけ]がそうであり、円運動は場所に従う運動でさえもないかのようであるなら――、直線運動するものだけがそれ自体として場所に従って動き、かつ場所の内にあると彼が述べることは明らかである。これらだけが場所を変えるからである。そしてそのようなものは、月下の諸部分のうち固有の全体から切り離されたものである。しかし諸全体そのものは、静止しているか、あるいは円運動をしているのであって、誰かがそれらを増大したり減少したりするものとして想定するのでない限りはそうである。その場合には、場所を占めたり明け渡したりすることによって、運搬に従って動くと思われるからである。それゆえ、もし天上のもののうち何ものも場所の内になく、月下のもののうちでも部分は連続的であるがゆえに[場所の内になく]、諸全体は移行しないがゆえに[場所の内にない]とすれば、植物や個々の動物を別とすれば、いかなるものも自然本性に従って場所の内にあることはないであろう。このような定義の導出は、これらに基づいて生じたのだと私は考える。

構文注4 件
  1. 4.53ταύτῃ οἶμαι διορίσαι μᾶλλον ἐχρῆν τοῦ τόπου τὸ ἀγγεῖον, ὅτι τὸ μὲν περικαλύπτει μόνον, ὁ δὲ δι’ ὅλου χωρεῖ

    διορίσαι は目的語(τὸ ἀγγεῖον)と分離の属格(τοῦ τόπου)を伴い、「器を場所から区別する」を表す。後続の ὅτι 節はその区別の基準(器は包囲するだけだが場所は全体を貫いて受容する)を示す理由・内容説明である。

  2. 4.53καίτοι φαίη τις ἂν μήπω τελέως τῆς Ἀριστοτέλους ἐννοίας καταδραξάμενος, ὅτι κἂν ἀπὸ τούτων ἡμεῖς εἰς ἔννοιαν ἤλθομεν τοῦ τόπου, ἀλλὰ καὶ ἀπὸ τῆς κυκλοφορίας ... εἰς ἔννοιαν ἐρχόμεθα

    主文は φαίη τις ἄν(潜在の希求法)で、仮想的な異論を先取りする構文。ὅτι 節内では κἂν ... ἀλλὰ καί ...(たとえ〜だとしても、しかしまた〜)の対比構造が用いられ、感性的・初歩的な手がかりと本質的な定義との乖離が論じられている。

  3. 4.53τοῦ πλησιάζοντος αὐτῷ καὶ πρὸς αὐτὸ περαίνοντος ἐπιλήψεται τὸν τόπον

    ἐπιλήψεται は目的語 τὸν τόπον を取り、分詞句 τοῦ πλησιάζοντος ... は所有または出所を表す属格としてこれに係る(「それに近接するものの場所を占める」)。

  4. 4.53εἰ οὖν μήτε τῶν οὐρανίων ἔστι τι ἐν τόπῳ καὶ τῶν ὑπὸ σελήνην οὔτε τὰ μέρη, ὅτι συνεχῆ, οὔτε τὰ ὅλα ὅτι οὐ μεταβαίνει

    条件節内の並列構造は μήτε [τῶν οὐρανίων...] καὶ [τῶν ὑπὸ σελήνην...] で二大区分が結ばれ、後者の中でさらに οὔτε τὰ μέρη ... οὔτε τὰ ὅλα ... が対立配置されている。帰結節 οὐδὲν ἂν εἴη ... は反実仮想的な帰結(直説法過去ではなく潜在希求法によって不条理な結論を導く)を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:608.19-609.34