- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:601.1-602.23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスはアリストテレスの場所論を総括した上で、古代諸学派による場所の分類(物体説、無延長説、二次元・三次元延長説)を整理し、天体は場所の内になく場所に従って運動しないとするアリストテレスの議論に対する反論を開始する。
Οὕτως μὲν οὖν ὁ περὶ τόπου λόγος τῷ Ἀριστοτέλει διάκειται πολλὰς ἔχων ἀπορίας καὶ πολλὰς εὐθύνας τοῖς μετ’ αὐτὸν ὑποσχών. βούλομαι οὖν τάς τε πρὸς αὐτὸν ἐνστάσεις ἐκθέσθαι καὶ τὴν αἰτίαν τοῦ παραλογισμοῦ τοῦ περὶ τὸν τόπον ὑποδεῖξαι. καὶ οὐδὲ οὕτως πέρας ἔχειν ὁ λόγος μοι δοκεῖ· καὶ γὰρ καὶ ἄλλαι γεγόνασι μετ’ Ἀριστοτέλην περὶ τόπου δόξαι, ὧν τὴν ἐξέτασιν εἰ πρὸ αὐτοῦ γεγόνεσαν, αὐτὸς ἂν ἡμῖν παρεδεδώκει, ὥστε ἀρεστὸν αὐτῷ τὸ καὶ ἐκείνας ἐξετασθῆναι, καὶ τὴν διάστημα τὸν τόπον λέγουσαν ὑπόθεσιν βραχέως μὲν ὑπ’ αὐτοῦ βασανισθεῖσαν, ἀρέσασαν δὲ τοῖς κλεινοτάτοις τῶν μετ’ αὐτόν, δίκαιον οἶμαι πλείονος ἀξιῶσαι κατανοήσεως. εἰ δέ τι καὶ αὐτὸς δυναίμην συμβαλέσθαι τῇ διαρθρώσει τῶν περὶ τόπου ἐννοιῶν, ἀποδέξαιτο ἂν οἶμαι τὴν τόλμαν ὁ Ἀριστοτέλης τὰς ἀρχὰς αὐτὸς παρασχών, ὥστε κἂν ἔξω τοῦ ὑπομνηματισμοῦ προϊέναι δόξω, τὸ χαλεπὸν καὶ πολυειδὲς τοῦ προβλήματος οἱ ἐντυγχάνοντες αἰτιάσθωσαν. ἰστέον οὖν ὅτι τῶν περὶ τόπου τι γραψάντων οἱ μὲν σῶμα τὸν τόπον, οἱ δὲ ἀσώματον ὑπέθεντο· σῶμα μὲν ὥσπερ Πρόκλος ὁ ἐκ τῆς Λυκίας φιλόσοφος· τῶν δὲ ἀσώματον λεγόντων οἱ μὲν πάντῃ ἀδιάστατον, οἱ δὲ διαστατὸν λέγουσι· καὶ τῶν πάντῃ ἀδιάστατον οἱ μὲν ὑποκείμενον τοῖς σώμασιν ὡς Πλάτων τὴν ὕλην τόπον λέγων, οἱ δὲ τελεσιουργὸν τῶν σωμάτων, ὡς ὁ ἡμέτερος Δαμάσκιος· τῶν δὲ διαστατὸν λεγόντων οἱ μὲν ἐπὶ δύο διεστὼς ὡς ὁ Ἀριστοτέλης τε καὶ ὁ Περίπατος ἅπας, οἱ δὲ ἐπὶ τρία, καὶ τούτων οἱ μὲν πάντῃ ἀδιάφορον καί ποτε καὶ ἄνευ σώματος μένον ὡς οἱ περὶ Δημόκριτον καὶ Ἐπίκουρον, οἱ δὲ διάστημα καὶ ἀεὶ σῶμα ἔχον καὶ ἐπιτήδειον πρὸς ἕκαστον ὡς οἱ κλεινοὶ τῶν Πλατωνικῶν καὶ ὁ Λαμψακηνὸς Στράτων. Ἀλλ’ ἐν ὅσῳ πρόχειρον ἔχομεν τῶν Ἀριστοτέλους τὴν μνήμην, ἐκεῖνα πρῶτον ἐπισκεψώμεθα. πρῶτον δὴ τούτοις ἐπιστήσοι ἄν τις, οἷς ὁμόσε κεχώρηκεν ὁ Ἀριστοτέλης,1 τῷ τε μὴ κινεῖσθαι κατὰ τόπον τὸν οὐρανὸν καὶ τῷ μὴ εἶναι μήτε αὐτὸν μήτε τὸ πᾶν ἐν τόπῳ. καὶ ἔτι μέντοι οὐ τὴν ἀπλανῆ μόνον ἀκίνητον κατὰ τόπον φησὶ καὶ μὴ εἶναι ἐν τόπῳ, ὡς οἱ ἐξηγηταὶ λέγουσι συστέλλειν τὴν ἀτοπίαν ἡγούμενοι, ἀλλὰ καὶ ὅλον τὸν οὐρανόν, ὅτε ὡς ἕνα αὐτὸν ἐθεάσατο. ὅτι γὰρ καὶ κινεῖσθαι κατὰ τόπον καὶ εἶναι ἐν τόπῳ μόνα τὰ κατ’ εὐθεῖαν κινούμενα νομίζει, πολλαχόθεν μὲν ἄν τις πιστώσαιτο. ἵνα δὲ μὴ πολλὰ γράφω, ἀρκεῖ μίαν ἢ δύο παραθέσθαι ῥήσεις· “ἔστι δὲ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος· καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, ὁ δὲ ἀὴρ ἐν τῷ αἰθέρι, ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ”. τὸν γὰρ Ἀλέξανδρον παραιτητέον παραλελεῖφθαι μὲν τὸ πῦρ ἐνταῦθα λέγοντα,2 αἰθέρα δὲ τὸ πλανώμενον καλεῖσθαι. καὶ πρὸ τούτου δὲ “λέγω δέ, φησί, τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν”, περιεχόμενον δὲ λέγει τὸ ἐν τόπῳ. εἰ οὖν τὸ περιεχόμενον σῶμα κινητὸν κατὰ φοράν, τοῦτό ἐστιν ἐν τόπῳ,3 τὸ κατὰ φορὰν ἢ ἄλλο ἐστὶ τοῦ κατὰ περιφορὰν καὶ δηλοῖ τὴν ἐπ’ εὐθείας κίνησιν, ὡς καὶ οἱ ἐξηγηταὶ ὁμολογοῦσι, (καὶ εἴη ἂν ἐν τόπῳ τὰ ἐπ’ εὐθείας κινητά, οἷς καὶ τὸ κινητὸν πρέπει, διὰ τὸ μὴ ἀεὶ κινεῖσθαι ὥσπερ τὰ κυκλοφορούμενα, ἀλλ’ ἔχειν τὸ δυνάμει) ἢ εἴ τις ἐκ τῶν ἐν τῷ τελευταίῳ βιβλίῳ τῆσδε τῆς πραγματείας καὶ ἐκ τῶν Περὶ οὐρανοῦ τὴν φορὰν εἰς ταὐτὸν ἄγει τῇ κατὰ τόπον κινήσει, ὥστε καὶ τὰ κυκλοφορούμενα φέρεσθαι λέγειν, δῆλον ὅτι καὶ τὴν ἀπλανῆ καὶ τὸν ὅλον οὐρανὸν ἐν τόπῳ εἶναι ὁμολογήσει· ὅπερ σαφῶς ὁ Ἀριστοτέλης ἀπαγορεύει διὰ τὸ μηδὲν ἔχειν ἔξωθεν τὸ περιέχον. ἀλλ’ ἐν οἷς μὲν τὴν φορὰν ἀντιδιαιρεῖ τῇ κύκλῳ κινήσει, εἴρηται πρότερον· ἐν οἷς δὲ αὐτὴν ὡς κοινὸν γένος τῆς κατὰ τόπον κινήσεως λαμβάνει, ἔστι τάδε· “τριῶν γὰρ οὐσῶν κινήσεων τῆς τε κατὰ μέγεθος καὶ τῆς κατὰ πάθος καὶ τῆς κατὰ τόπον, ἣν καλοῦμεν φορὰν”. καὶ διαιρεῖ λοιπὸν τὴν φορὰν λέγων “πᾶν μὲν γὰρ κινεῖται τὸ φερόμενον ἢ κύκλῳ ἢ εὐθεῖαν ἢ μικτήν”.
このようにアリストテレスにおける場所をめぐる議論は、多くの難問を抱え、彼に続く者たちから多くの吟味を受けて成り立っている。それゆえ私は、彼に対する異論を提示し、場所に関する誤謬推理の原因を指摘したいと思う。そしてこのようにしてもなお、議論は完結しないと私には思われる。なぜならアリストテレスの後にも場所をめぐる他の様々な見解が生じており、もしそれらが彼の前に生じていたなら、彼自身が我々にその吟味を伝えてくれていたはずのものであり、したがってそれらの見解も吟味されることは彼にとっても好ましいことであろうし、また場所を間隔であるとする仮説は、彼によって短く試金されたものの、彼に続く最も名高い者たちに好まれたのであるから、より多くの考察に値すると考えるのが正当だからである。そしてもし私自身も場所に関する諸概念の分節化に何らかの貢献をなしうるなら、アリストテレス自身が諸原理を提供してくれたのであるから、この大胆な試みをアリストテレスも歓迎してくれるであろうと思う。したがって、たとえ私が注解の範囲を越えて進むように見えようとも、読者は問題の困難さと多様さにその原因を帰していただきたい。 そこで知るべきは、場所について書き記した者たちのうち、ある者は場所を物体であると仮定し、ある者は非物体的であると仮定したということである。物体であるとしたのは、リュキア出身の哲学者プロクロスのような者たちである。非物体的であると言う者たちのうち、ある者はまったく無延長であると言い、ある者は延長していると言う。そしてまったく無延長であるとする者のうち、ある者は諸物体に対する基底であるとし、それはプラトンが質料を場所と呼んでいるのと同様であり、ある者は諸物体を完成へと導くものであるとし、それは我らがダマスキオスのようである。他方、延長していると言う者たちのうち、ある者は二方向に延長しているとし、それはアリストテレスおよびペリパトス学派全体がそうであるようにであり、ある者は三方向に[延長している]とし、これらのうち、ある者は[場所を]まったく無差別なものであり時には物体なしでも留まるものとし、それはデモクリトスやエピクロスの仲間たちのようにであり、ある者は間隔であり、常に物体を持ち、各々のものに適合しているものとし、それは名高いプラトン主義者たちやランプサコスのストラトンがそうであるようにである。 だが、アリストテレスの議論の記憶が手近にあるうちに、まずそれらの事柄を検討することにしよう。まさにまず、アリストテレスが正面から引き受けた事柄、すなわち天は場所に従って運動しないということ、そして天自身も全体も場所の内にはないということに、人は注意を促すことができよう。そしてさらに実のところ、彼は恒星天のみが場所に従って不動であり場所の内にないと言っているのではなく――注解者たちは不条理さを縮小しようと考えてそのように言っているが――、天を一つのものとして観察したときには、全天をもそうであると言っているのである。なぜなら、直線的に動くもののみが場所に従って運動し、場所の内にあると彼が考えていることは、多方面から確認できるであろうからである。しかし多くのことを書き連ねないために、一、二の言明を引用するだけで十分である。「場所とは天ではなく、天の何らかの極限であり、動かされうる物体に接触しているものである。そしてこのゆえに、土は水の内、水は空気の内、空気はアイテールの内、アイテールは天の内にあり、天はもはや他の何の内にもない」。なぜなら、ここで火が省かれており、惑星[天]がアイテールと呼ばれていると述べるアレクサンドロスは退けねばならないからである。そしてこの前にも「私が包囲される物体と言うのは、運搬に従って動かされうるもののことである」と彼は述べており、包囲されるものとは場所の内にあるものを意味している。それゆえ、もし包囲される物体が運搬に従って動かされうるものであり、これが場所の内にあるとするなら、運搬に従う[運動]は回転に従う[運動]とは別のものであって直線上の運動を示すか――注解者たちも同意しているとおりであり、(そうであれば、直線的に動かされうるものどもが場所の内にあることになり、それらには、円運動するもののように常に動いているのではなく、可能態を持つがゆえに、動かされうるということが相応しいのである)――、あるいは、もし誰かがこの著作の最後の巻や『天体論』にある記述から、運搬を場所に従う運動と同一のものへと導き、その結果、円運動するものも運搬されると言うなら、明らかにその者は恒星天も全天も場所の内にあると認めることになる。しかしこれは、外部から包囲するものを何一つ持たないがゆえに、アリストテレスが明瞭に禁じていることなのである。だが、彼が運搬を円運動と対立的に区分している箇所については、すでに前に述べられた。他方、彼がそれを場所に従う運動の共通の類として取っている箇所としては、次のようなものがある。「なぜなら、運動には三つ、すなわち大きさによる運動、性質による運動、そして我々が運搬と呼ぶ場所による運動があるからである」。そして続いて彼は運搬を区分して、「運搬されるものはすべて、円を描くか、直線的にか、あるいは混合して動くからである」と述べているのである。
- 4.53οἷς ὁμόσε κεχώρηκεν ὁ Ἀριστοτέλης
ὁμόσε χωρεῖν は元来「(敵と)白兵戦を演じる、正面から立ち向かう」を意味する慣用表現で、ここではアリストテレスが逆説的・不都合な結論を回避せずに正面から引き受けたことを表す。与格 οἷς は同表現の対象を示している。
- 4.53τὸν γὰρ Ἀλέξανδρον παραιτητέον παραλελεῖφθαι μὲν τὸ πῦρ ἐνταῦθα λέγοντα
形容詞的動名詞 παραιτητέον に動作主(「我々」)は明示されず、対格 τὸν Ἀλέξανδρον を目的語にとる非人称構文(「アレクサンドロスを退けるべきである」)。分詞 λέγοντα は対格目的語であるアレクサンドロスを修飾し、不定詞 παραλελεῖφθαι を導いている。
- 4.53εἰ οὖν τὸ περιεχόμενον σῶμα κινητὸν κατὰ φοράν, τοῦτό ἐστιν ἐν τόπῳ
条件文の前件において動詞 ἐστί が省略されている(「もし包囲される物体が運搬に従って動かされうるものであり、これが場所の内にあるとするなら」)。続く主節は ἢ ... ἤ(「〜であるか、あるいは〜」)による二者択一の帰結を提示している。
