← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§540.28-542.14

プラトンにおける質料と場所の同定の擁護

シンプリキオスは、プラトンの質料・場所の用法が単なる比喩ではなく共通の意味に基づくものであると擁護し、アリストテレスがプラトンのみが場所の本質を語ろうとしたと論評した理由を『ティマイオス』および『不文の講義』を踏まえて考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.17#2

ὅτι δὲ οὐχ ἁπλῶς μεταφορική ἐστιν ἡ τοιαύτη χρῆσις, ἀλλὰ κατά τι κοινὸν τοῦ τόπου σημαινόμενον εἴληπται τὸ ὑποδεκτικόν, καθὸ καὶ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν ἀξιοῖ καλεῖν, καὶ τοῦτο δῆλον ἐκ τῶν εἰρημένων. εἰ γὰρ τὸ μεταλαμβάνον τινὸς καὶ ὁριζόμενον ὑπ’ αὐτοῦ δέχεται ἐκεῖνο ὃ μεταλαμβάνει, τὸ δὲ δεχόμενόν τε καὶ χωροῦν αὐτὸ χώρα γίνεται τοῦ ἐγγινομένου, ἡ δὲ χώρα τόπος νενόμισται, μεταλαμβάνει δὲ τῶν εἰδῶν ἡ ὕλη, τόπος ἂν εἴη τῶν εἰδῶν πλὴν οὐχ ὡς σωμάτων· ἄλλος γὰρ ὁ τῶν σωμάτων τόπος· καὶ ἐνταῦθα μὲν τὸ μεταληπτικὸν τόπον ἔθετο. Ἔοικε δὲ καὶ ἄλλο τι τούτου περιεκτικώτερον εἰδέναι τοῦ τόπου σημαινόμενον ὁ Πλάτων τὸ ἀφοριστικὸν τῆς οἰκείας τάξεως· εἴτε γὰρ κατὰ θέσιν γίνεται τοῦτο ὡς ἐπὶ τῶν σωμάτων εἴτε κατὰ μετάληψιν ὡς ἐπὶ τῶν δυνάμει καὶ ἐνεργείᾳ εἴτε κατὰ μόνης τάξεως ἀφορισμόν, τόπος δοκεῖ. διότι καὶ ἡ τάξις κατὰ θέσιν δοκεῖ γίνεσθαί τινα· τὸ γὰρ ἐν τῇδε τῇ τάξει ἀφωρισμένον κεῖσθαι ἐν αὐτῇ δοκεῖ· κεῖται δὲ πάντα ἐν τόπῳ. κατὰ τοῦτο δὴ τὸ κοινὸν σημαινόμενον τοῦ τόπου τὸ τῆς τάξεως ἀφοριστικὸν καὶ ὑπερουράνιον τόπον ὁ Πλάτων ὀνομάζει λέγων ἐν Φαίδρῳ “τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ποιητὴς τῶν τῇδε οὔτε ὑμνήσει κατ’ ἀξίαν”. ὥστε τὰ μὲν περὶ τῆς ὕλης ὡς περὶ τόπου λεγόμενα οὐχ ὡς τόπου σωμάτων ἀλλ’ ὡς εἰδῶν μεταληπτικοῦ ἀποδεκτέον. περὶ δὲ τοῦ τῶν σωμάτων τόπου τίνα ἔχει φύσιν οὔτε ζητήσαντα προηγουμένως οἶδα τὸν Πλάτωνα οὔτε ἀποφηνάμενον. πῶς γὰρ ἂν ἡ ὕλη τόπος εἴη σωμάτων, εἴπερ τὰ σώματα σύνθετά ἐστιν ἢ ὡς ἐξ ὕλης καὶ εἴδους ἢ ὡς εἶδος ἐν ὕλῃ; ἔσται γὰρ ἡ ὕλη οὐκέτι τοῦ εἴδους μόνον, ἀλλὰ καὶ ὕλης δεκτική. ὅλως δὲ εἰ μεθίσταται τὸ σῶμα ἀπὸ τόπου εἰς τόπον, ἀπὸ δὲ ὕλης οὐ μεθίσταται, οὐκ ἂν εἴη ἡ ὕλη τόπος. καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους ἀκουσόμεθα ταύτην τὴν ὑπόθεσιν ἀναιροῦντος αὐτίκα μάλα. ὅτι δὲ διάφορα παρὰ τῷ Πλάτωνι τοῦ τόπου τὰ σημαινόμενα, καὶ ἄλλο μὲν τὸ ἐπὶ τῆς ὕλης, ἄλλο δὲ τὸ ἐπὶ τῶν νοητῶν ἐν Φαίδρῳ ῥηθέν, δηλοῖ τὸ τὸ ἐπὶ τῆς ὕλης σημαινόμενον τοῦ τόπου τὸ ὡς ὑποδεκτικὸν καὶ ὁριζόμενον καὶ ἕν τι μετὰ τοῦ ἐν αὐτῷ ποιοῦν ἀποφάσκειν1 σαφῶς τῶν νοητῶν, οἷς ἐν Φαίδρῳ τὸν ὑπερουράνιον τόπον ἀφώρισεν. εἰπὼν γὰρ περὶ τῆς ὕλης ὡς περὶ τόπου καὶ χώρας καὶ ὑποδοχῆς καὶ ἕδρας τῶν εἰδῶν καὶ τὸν τρόπον τῆς γνώσεως αὐτῆς παραδούς, ὅτι “μετὰ ἀναισθησίας ἁπτόν” ἐστιν καὶ “λογισμῷ τινι νόθῳ μόγις πιστόν”, ἐπάγει “πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες” καὶ τὰ ἑξῆς τῶν πρὸ βραχέος παρατεθέντων. Ἀλλ’ εἰ μηδὲν περὶ τοῦ τῶν σωμάτων δεκτικοῦ τόπου φαίνεται λέγων ὁ Πλάτων, πῶς ὁ Ἀριστοτέλης τὸν Πλάτωνα μόνον ἐπιχειρῆσαί φησιν εἰπεῖν τί ἐστιν ὁ τόπος; ἢ ὅτι περὶ τούτου τοῦ τόπου τοῦ κατὰ τὴν ὕλην, ὃν τόπον ἐκάλεσεν, ὡς ὑποδοχὴν φαίνεται λέγων ὁ Πλάτων, ὅτι ἀίδιον, ὅτι ἕδρα τῶν γενητῶν εἰδῶν, ὅτι μετὰ ἀναισθησίας ἁπτὸν καὶ νόθῳ λογισμῷ πιστὸν καὶ ὅσα ἄλλα περὶ αὐτῆς λέγει, καθόσον τόπον καὶ χώραν αὐτὴν καλέσας λέγει τι περὶ αὐτῆς, κατὰ τοσοῦτον αὐτὸν εἰρηκέναι φησίν.2 ἴσως δὲ καλῶς ἐπέστησεν αὐτὸς πάντων μάλιστα τὸ βάθος τῆς Πλάτωνος σοφίας ἐγνωκώς, ὅτι κἂν ἀφωρισμένως μὴ φαίνηται τὸ περὶ τόπου ζήτημα προβαλλόμενος, ἀλλ’ ἐπειδὴ μετὰ τῶν σωμάτων ἔχει τὴν ὑπόστασιν ὁ τόπος, καὶ τὴν θεωρίαν αὐτοῦ μετ’ αὐτῶν ἐποιήσατο. λέγει γοῦν ἐν Τιμαίῳ περὶ τῆς τόπου δυνάμεως· “καὶ δὴ κατὰ ταῦτα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα· διέστηκε μὲν γὰρ ἐκ τοῦ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τῆς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοῖς, ἄλλοις δὲ ὁμοιούμενα φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἷς ἂν ὁμοιωθῇ τόπον.” ἄλλον δὲ τρόπον ἐν Τιμαίῳ τὴν ὕλην καὶ ἄλλον ἐν ταῖς ἀγράφοις συνουσίαις ὀνομάσαι φησίν· ἐν Τιμαίῳ μὲν γὰρ τὸ μεταληπτικὸν αὐτήν φησι (μεταλαμβάνει γὰρ “ἀπορώτατά πῃ τοῦ νοητοῦ”), ἐν δὲ ταῖς ἀγράφοις συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει· ὅτι δὲ τὸ εἶναι τὸν τόπον πάντες ὡμολόγουν δῆλον ἐκ τοῦ πάντας χρῆσθαι ταῖς τοῦ τόπου διαφοραῖς.

また、このような使用法が単に比喩的なものではなく、受け入れうるものという[意味]が場所の何らかの共通の意味に従って取られていること――それによってアリストテレスも魂を形相の場所と呼ぶことを妥当と認めているのであるが――、このことも語られた事柄から明らかである。なぜなら、もしあるものを分有しそれによって規定されるものが、自らが分有するそのものを受け入れ、それを受け入れかつ容れるものがその中に生じるものの場となり、場は場所と考えられており、質料が形相を分有するならば、[質料は]物体の場所としてではないとしても形相の場所であろう。なぜなら物体の場所は別のものであるからである。そしてここでは、彼は分有的なものを場所と定めたのである。またプラトンは、これよりもさらに包括的な場所の別の意味、すなわち固有の秩序を画定するものを知っているように思われる。なぜなら、これが物体におけるように位置によって生じるのであれ、可能と現勢におけるように分有によって生じるのであれ、単なる秩序の画定によって生じるのであれ、場所と思われるからである。というのも、秩序もある種の位置に従って生じると思われるからである。すなわち、この秩序において画定されたものは、その秩序のうちに位置していると思われるのであり、位置しているものはすべて場所の内にあるからである。まさに秩序を画定するものであるという場所のこの共通の意味に従って、プラトンは『パイドロス』において「この世の詩人のだれも天上の場所を歌ったことはなく、また価値にふさわしく歌うこともないであろう」と述べて、天上の場所とも名づけているのである。したがって、質料について場所についてであるかのように語られていることは、物体の場所としてではなく、形相を分有するものとして受け容れねばならない。しかし物体の場所がどのような本性を持つかについては、プラトンが主題として探求したことも、見解を表明したことも私は知らない。なぜなら、もし物体が質料と形相から成るものとしてか、あるいは質料の内にある形相として複合的なものであるならば、いかにして質料が物体の場所でありえようか。質料はもはや形相のみならず質料の受け入れ場にもなってしまうであろうから。また全体として、もし物体が場所から場所へと移動するのに対し、質料からは移動しないとすれば、質料が場所であることはないであろう。そして私たちは、アリストテレス自身がこの仮定をただちに論破するのを聞くことになるであろう。そして、プラトンにおいて場所の意味が多様であり、質料に関するものと、『パイドロス』で語られた叡智的なものに関するものとは別であるということは、受け入れうるもの、規定されるもの、その内にあるものとともに一つのものをなすものとしての質料に関する場所の意味を、彼が『パイドロス』において天上の場所を画定した対象である叡智的なものから明確に否定していることによって明らかである。なぜなら、質料について形相の場所、場、受け入れ場、座であるかのように語り、それの認識のあり方について「感覚なしに触知される」ものであり「ある私生児的推論によって辛うじて信じられる」ものであると伝えたのち、彼は「まさにこれを私たちは注視して夢見心地となり」および少し前に引用された事柄の続きを付け加えているからである。しかし、もしプラトンが物体を受け入れる場所について何も語っていないように見えるならば、いかにしてアリストテレスはプラトンだけが場所とは何であるかを語ることを試みたと言うのであろうか。あるいは、受け入れ場として、永遠であるとして、生成する形相の座であるとして、「感覚なしに触知され私生児的推論によって信じられる」として、その他彼女[質料]について彼が語るあらゆる事柄としてプラトンが語っているように見える、質料に即したこの場所――彼が場所と呼んだもの――について、彼がそれを場所および場と呼んで彼女について何かを語っている限りにおいて、彼[アリストテレス]は彼が語ったのだと述べているのであろうか。おそらく彼[アリストテレス]自身、誰よりもプラトンの知恵の深さを知っていたので、たとえ明確に区別された形で場所についての探求を提起しているように見えないとしても、場所は物体とともに実質的な存立を持つのであるから、場所の観照を物体とともになしたのだ、と正しく着目したのである。現に彼は『ティマイオス』において場所の力についてこう述べている。「そしてまさにこれらの状態に従って、すべてのものはその場を取り替えるのである。なぜなら、受け入れるものの運動のゆえに、類ごとの群れは固有の場所に従って分かれて離れており、その都度自分自身に対しては非類似になり他方で他のものに類似していくものは、振動のゆえに、それらが類似することになったものの場所へと運ばれるからである。」そして、彼[アリストテレス]によれば、彼[プラトン]は『ティマイオス』においてと「不文の講義」においてとで質料を異なった仕方で命名したとのことである。なぜなら、『ティマイオス』においては彼女を分有的なものと呼び(なぜなら彼女は「極めて捉えがたい仕方で叡智的なものを」分有するからである)、「不文の講義」においては大と小と呼んでいたからである。そして、場所が存在することにすべての人が同意していたということは、すべての人が場所の差異を用いていることから明らかである。

構文注2 件
  1. 4.17δηλοῖ τὸ τὸ ἐπὶ τῆς ὕλης σημαινόμενον τοῦ τόπου ... ἀποφάσκειν

    主語は定冠詞付き不定詞句 τὸ ... ἀποφάσκειν(否定していること)であり、主動詞 δηλοῖ(示している)に先行している。二重の定冠詞 τὸ τὸ ... は、最初の定冠詞 τὸ が不定詞 ἀποφάσκειν の主語名詞化辞であり、二つ目の τὸ が目的語となる句 τὸ ἐπὶ τῆς ὕλης σημαινόμενον τοῦ τόπου(質料に関する場所の意味)に係る冠詞であることによる。また τῶν νοητῶν は動詞 ἀποφάσκειν(…から…を否定する)が要求する属格である。

  2. 4.17ἢ ὅτι περὶ τούτου τοῦ τόπου ... κατὰ τοσοῦτον αὐτὸν εἰρηκέναι φησίν

    直前の疑問文(πῶς ὁ Ἀριστοτέλης...;)に対する回答を導く構文である。ἢ ὅτι... は「あるいは…ということによるのであろうか」と自問自答の解決案を提示する定型表現。文全体の骨格は、ὅτι 節の中で καθόσον...(…である限りにおいて)と相関する主節部 κατὰ τοσοῦτον αὐτὸν εἰρηκέναι φησίν(その限度において彼が語ったと述べている)が核となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:540.28-542.14