- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:387.25-389.15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは、アリストテレスが質料的必然性を仮定に基づく必然性として位置づけ目的を上位に置いたことを、プラトンの『ティマイオス』および『パイドン』における二原因論(神的・真因と必然的・副因)と一致するものとして論じ、さらに端的な必然性が目的論を排除すると論じたアレクサンドロスの見解を批判・吟味している。
ὥστε ἡ ὕλη τὸ ἀναγκαῖον διὰ τὸ τέλος ἔχει, ἀλλ’ οὐχὶ τὸ τέλος διὰ τὴν ὕλην. ἕνεκα γὰρ τοῦ τέλους γίνεται τὰ γινόμενα, οὐκ ἄνευ μέντοι τῆς ὕλης, πλὴν οὐχ ὡς διὰ τὴν κυριωτάτην αἰτίαν τὴν ὕλην, ἀλλὰ διὰ τὴν ἧς οὐκ ἄνευ. τὸ δὲ ὅπως τοδὶ καὶ ἕνεκα τουδὶ σημαίνει τό τε εἶδος καὶ τὸ τέλος τοῦ πρίονος. ὥστε οἱ μὲν μόνην αἰτίαν τὴν ὕλην εἶναι τιθέμενοι καὶ ταῖς ἐκείνης φυσικαῖς κινήσεσιν ἕπεσθαι τὰ γινόμενα λέγοντες ἁπλῶς ἂν ἐξ ἀνάγκης γίνεσθαι τὰ γινόμενα λέγοιεν. ἐπεὶ δὲ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα τὸ εἶδος καὶ ταύτης ἕνεκα παριοῦσα ἡ ὕλη, ἀλλ’ οὐχὶ ἡ ὕλη παράγουσα τὴν μορφήν, οὐκ ἂν οὐδὲ ἡ ὕλη ἁπλῶς ἀναγκαία λέγοιτο, ἀλλ’ ἐξ ὑποθέσεως.1 ὑποθεμένοις γὰρ τὸ εἶδος οὕτως εὑρίσκεται τῆς ὕλης τὸ ἀναγκαῖον. ἔστιν οὖν ἐν τῇ ὕλῃ τὸ ἀναγκαῖον· τὸ δέ, οὗ ἕνεκα τὸ ἀναγκαῖον, τοῦτο ἐν τῷ εἴδει, ὅπου καὶ τέλος ἐστὶ καὶ κυρίως αἴτιον. καὶ γὰρ εἰ τοῦτο γένοιτο ἡμῖν, τὰ ἄλλα ἂν πάντα παραλίποιμεν, καὶ τούτου γενομένου τέλος ἔχουσιν αἱ πράξεις, ὅπερ ἀρχῇ μάλιστα καὶ αἰτίᾳ προσήκει. καὶ ὅλως ἀρχὴ ἡ πρόθεσίς ἐστι· τοιοῦτον δὲ τὸ τέλος. ὥστε συγχωρεῖ μὲν καὶ αὐτὸς τὸ ἀναγκαῖον τῇ ὕλῃ, ἀλλ’ οὐχ ὡς τοῦ εἴδους ἐξ ἀνάγκης ἀκολουθοῦντος, ἀλλ’ ὡς τῶν ὧν οὐκ ἄνευ λόγον ἐχούσης τῆς ὕλης· οὐ γὰρ τὸ τέλος ἐξ ἀνάγκης, ἀλλὰ διὰ τὸ τέλος τὸ ἐξ ἀνάγκης. Καὶ ἐν τούτῳ δὲ τῷ κεφαλαίῳ Πλατωνικῶς ὁ Ἀριστοτέλης ἀναστρεφόμενος φαίνεται. λέγει γὰρ καὶ ὁ Πλάτων ἐν Τιμαίῳ· “ταῦτα δὴ πάντα τότε ταύτῃ πεφυκότα ἐξ ἀνάγκης ὁ τοῦ καλλίστου τε καὶ ἀρίστου δημιουργὸς ἐν τοῖς γινομένοις παρελάμβανεν, ἡνίκα τὸν αὐτάρκη τε καὶ τελεώτατον θεὸν ἐγέννα, χρώμενος μὲν ταῖς περὶ ταῦτα αἰτίαις ὑπηρετούσαις, τὸ δὲ εὖ τεκταινόμενος ἐν πᾶσι τοῖς γινομένοις αὐτός. διὸ δὴ χρὴ δύο αἰτίας εἴδη διορίζεσθαι τὸ μὲν ἀναγκαῖον τὸ δὲ θεῖον, καὶ τὸ μὲν θεῖον ἐν ἅπασι ζητεῖν κτήσεως ἕνεκα εὐδαίμονος βίου, καθόσον ἡμῶν ἡ φύσις ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἐκείνων χάριν, λογιζόμενον ὡς ἄνευ τούτων οὐ δύναται αὐτὰ ἐκεῖνα, ἐφ’ οἷς σπουδάζομεν, κατανοεῖν οὐδὲ αὖ λαβεῖν οὐδὲ ἄλλως πως μετασχεῖν.” τὰ αὐτὰ δὲ περὶ τούτων τῶν διττῶν αἰτίων καὶ ἐν Φαίδωνι διώρισται σαφῶς ἐν οἷς φησι· “τὸ γὰρ μὴ διελέσθαι οἷόν τε εἶναι,2 ὅτι ἄλλο μέν τί ἐστι τὸ αἴτιον τῷ ὄντι, ἄλλο δὲ ἐκεῖνο, οὗ ἄνευ τὸ αἴτιον οὐκ ἄν ποτε εἴη αἴτιον. ὃ δή μοι φαίνονται ψηλαφῶντες οἱ πολλοὶ ὥσπερ ἐν σκότει ἀλλοτρίῳ ὀνόματι προσχρώμενοι ὡς αἴτιον αὐτὸ προσαγορεύειν. διὸ δὴ καὶ ὁ μέν τις δίνην περιτιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν.” ἄλλα δὲ πρὸ τούτων τῶν ῥητῶν διὰ μακροτέρων ὁ Σωκράτης συνεπεράνατο. Εἰπὼν δὲ ὁ Ἀριστοτέλης ὅτι καὶ ἐν τοῖς ἄλλοις πᾶσιν τὸ ἕνεκά τού ἐστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγκαίαν ἐχόντων τὴν φύσιν, οὐ μέντοι διὰ ταῦτα, (ἐπειδὴ τὸ διὰ τί αἰτίας ἐστὶ δηλωτικόν, ἔστι δὲ καὶ ἡ ὕλη αἰτία, καὶ κατὰ τοῦτο καὶ διὰ ταύτην εἴη ἄν), εἰκότως προσέθηκε τὸ πλὴν ὡς δι’ ὕλην·3 αἴτια γὰρ ταῦτα, οὐ μὴν τοῦ τὴν οἰκίαν εἶναι ἁπλῶς αἴτια, ἀλλὰ τὸ τέλος μᾶλλον. ἀπορῶ δὲ ἔγωγε, πῶς ὁ Ἀλέξανδρος τὸ ἁπλῶς ἀναγκαῖον ἀναιρετικὸν τοῦ ἕνεκά του λέγει εἶναι. “ἁπλῶς γὰρ τὸ ἀναγκαῖον, φησίν, ἐν οἷς ἐξ ἀνάγκης τοῖς πρὸ αὐτῶν τὸ τέλος ἀκολουθεῖ”.4 καίτοι ἐν τοῖς ἀϊδίοις καὶ ἐξ ἀνάγκης ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ τὸ τέλος (οἷον τῇ ἀνατολῇ τοῦ ἡλίου ἡ κατάδυσις αὐτοῦ, καὶ τῷ χειμῶνι τὸ ἔαρ καὶ τούτῳ τὸ θέρος) καὶ ὅμως ἕνεκά του τούτων ἕκαστον· καὶ γὰρ τοῦ ἔαρος ἕνεκα προηγεῖται ὁ χειμὼν καὶ ἡ ἀνατολὴ τῆς δύσεως. ἀλλ’ ἴσως ἐπὶ τοῦ ὑλικοῦ μόνου τὸ ἀναγκαῖον ἀκούων καὶ τῆς κατὰ τὴν ὕλην ἀκολουθήσεως εἰκότως εἶπεν ὅτι τὸ ἀναγκαῖον ἀναιρεῖ τὸ ἕνεκά του. εἰ γὰρ διὰ τὴν ὕλην μόνον γίνεται τὸ γινόμενον, οὐκ ἔστι τι τὸ οὗ ἕνεκα, ὥστε οὐδὲ τὸ ἕνεκά του. ἐπεὶ καὶ ἐν τοῖς φυσικοῖς τὸ ἀεὶ οὕτως, ἄν μή τι κωλύσῃ, ἀναγκαῖον ὂν οὐκ ἀναιρεῖ τὸ ἕνεκά του.
したがって、質料は目的のゆえに必然性を有するのであって、目的が質料のゆえに[必然性を有する]のではない。なぜなら、生成するものは目的のために生成するのであり、もっとも質料なしでではないが、質料を最も本来的な原因としてではなく、それなしには[成り立たない]原因として[生成するから]である。そして「これこれのようであるように、またこれこれのために」ということは、鋸の形相と目的を意味している。したがって、質料のみを原因であると措定し、質料の自然な運動に生成するものが従うと述べる人々は、生成するものが端的に必然性によって生成すると述べることになろう。しかし、質料のほかに形相というより本質的な別の原因があり、質料は形相のために導入されるのであって、質料が形相を生み出すのではないということがわれわれによって論証された以上、質料もまた端的に必然的であるとは言われず、仮定に基づいて[必然的である]と言われることになろう。なぜなら、形相を仮定した者にとって、このように質料の必然性が見出されるからである。それゆえ、必然的なものは質料の中にあり、他方、それのために必然的なものがある当のもの、これは形相の中にあり、そこに目的もあり、本来的な原因もある。なぜなら、もしわれわれにこれが生じるなら、他のあらゆるものをわれわれは差し置くであろうし、これ[形相]が生じたときに諸活動は終わりをもつのであり、これこそが原理および原因に最も相応しいからである。そして一般に、意図こそが原理であり、目的とはそのようなものである。したがって彼自身も質料に必然性を認めているが、形相が必然的に従うとしてではなく、質料がそれなしには成り立たないものの資格をもつものとして[認めている]。なぜなら目的が必然性によるのではなく、目的のゆえに必然性によるものがあるからである。 そしてこの章においてもアリストテレスはプラトン的に振る舞っているように思われる。なぜならプラトンも『ティマイオス』においてこう述べているからである。「それゆえ、当時そのように必然性によって生じていたこれらすべてのものを、最も美しく最善のものの造物主は、自足的で最も完全な神を生み出したとき、生成するものの中に採用したのである。彼はこれらに関する仕える原因を用いながら、生成するすべてのものにおいて善きものを彼自ら構築した。それゆえにこそ、二つの原因の種、すなわち必然的なものと神的なものを区別しなければならず、神的なものは、われわれの本性が受け入れうる限りにおいて幸福な生の獲得のためにあらゆるものの中に探求されるべきであり、必然的なものはそれらのために、これらなしにはわれわれが真剣に取り組んでいる当のそれら自体を認識することも、また把握することも、他のいかなる仕方で分有することもできないと考えて探求されるべきである」。そしてこれら二重の原因については『パイドン』においても、彼が次のように言う箇所で明白に区別されている。「なぜなら、真の原因とはある一つのものであり、それなしには原因が決して原因でありえないようなあのものは別のものである、ということを区別することができないこと。まさにこれこそ、多くの人々は暗闇の中で手探りをするように、別のものの名を用いながら、それを原因と呼んでいるように思われる。それゆえ、ある者は天によって地に渦巻きをまとわせることで地を留まらせ、ある者は平たい捏ね鉢に対する基盤のように空気を下に敷き支えさせている。しかし、それらが可能な限り最善に配置されて今このように置かれているという力、これを彼らは探求もしないし、何らかの神的な力をもつとも思っていない」。なお、これらの言葉の前にもソクラテスはさらに長く他の事柄を結論づけていた。 そしてアリストテレスは、他のあらゆるものにおいても「何かのためのもの」が存在し、それは必然的な本性をもつものなしにではないが、しかしこれらのゆえに[存在する]のではないと述べた後(「なぜ」ということは原因を明示するものであり、質料もまた原因であって、これに従えば質料のゆえにも[ある]と言えるであろうから)、もっともなことに「ただ質料としてを除いては」と言い添えた。なぜなら、これら[質料]は原因ではあるが、家が存在することの端的な原因では決してなく、むしろ目的こそが原因だからである。しかし私自身としては、アレクサンドロスがどのようにして端的な必然性を「何かのためのもの」を排除するものであると述べているのか、疑問に思う。「端的に必然的なものとは」と彼は言う、「それら以前のものに目的が必然的に従うようなものにおいて[存する]」。とはいえ、永遠なるものにおいては、目的はそれ以前のものに必然的にも従い(例えば太陽が昇ることにはその沈むことが、冬には春が、春には夏が従う)、それにもかかわらずこれらの各々は「何かのためのもの」である。なぜなら春のために冬が先行し、日没のために日の出が先行するからである。しかしおそらく、質料的なものおよび質料に基づく追従についてのみ「必然的なもの」を理解したため、必然的なものは「何かのためのもの」を排除すると彼が言ったのはもっともであったのだろう。なぜなら、もし生成するものが質料のみのゆえに生成するなら、「そのためのものであるもの」は存在せず、したがって「何かのためのもの」も存在しないからである。なぜなら自然的事物においても、妨げがない限り「常にこのようにある」ということは、必然的でありながら「何かのためのもの」を排除しないからである。
- 2.71ἐπεὶ δὲ ἀποδέδεικται ἡμῖν ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα τὸ εἶδος καὶ ταύτης ἕνεκα παριοῦσα ἡ ὕλη, ἀλλ’ οὐχὶ ἡ ὕλη παράγουσα τὴν μορφήν, οὐκ ἂν οὐδὲ ἡ ὕλη ἁπλῶς ἀναγκαία λέγοιτο, ἀλλ’ ἐξ ὑποθέσεως.
文頭の ἐπεὶ は理由節を導き、主節は οὐκ ἂν οὐδὲ ἡ ὕλη ἁπλῶς ἀναγκαία λέγοιτο (ἄν+希求法現在の潜在構文)である。ἐπεὶ 節の中では ἀποδέδεικται の主語として ἄλλη παρὰ τὴν ὕλην αἰτία κυριωτέρα (および同格の τὸ εἶδος)と、それに続く分詞節(παριοῦσα ἡ ὕλη ... ἀλλ’ οὐχὶ ἡ ὕλη παράγουσα...)が並列されている。
- 2.71τὸ γὰρ μὴ διελέσθαι οἷόν τε εἶναι
プラトン『パイドン』99b からの引用句。冠詞付き不定詞 τὸ ... οἷόν τε εἶναι は、対話篇の文脈では直前の批判対象を主格的(または感嘆的対格的)に受ける句であるが、シンプリキオスの引用文では主節の定動詞を伴わない独立構文として置かれている(後続の関係代名詞 ὃ の先行詞は ἐκεῖνο, οὗ ἄνευ ...)。
- 2.71Εἰπὼν δὲ ὁ Ἀριστοτέλης ὅτι καὶ ἐν τοῖς ἄλλοις πᾶσιν τὸ ἕνεκά τού ἐστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγκαίαν ἐχόντων τὴν φύσιν, οὐ μέντοι διὰ ταῦτα, (ἐπειδὴ τὸ διὰ τί αἰτίας ἐστὶ δηλωτικόν, ἔστι δὲ καὶ ἡ ὕλη αἰτία, καὶ κατὰ τοῦτο καὶ διὰ ταύτην εἴη ἄν), εἰκότως προσέθηκε τὸ πλὴν ὡς δι’ ὕλην·
文の骨格は Εἰπὼν δὲ ὁ Ἀριστοτέλης ὅτι ... εἰκότως προσέθηκε τὸ πλὴν ὡς δι’ ὕλην(「アリストテレスは…と述べた後、もっともなことに『ただ質料としてを除いては』と言い添えた」)である。分詞 Εἰπών の目的語節(ὅτι 節)と主動詞 προσέθηκε の間に、理由を示す挿入節(ἐπειδὴ...)が挟まれている。
- 2.71ἁπλῶς γὰρ τὸ ἀναγκαῖον, φησίν, ἐν οἷς ἐξ ἀνάγκης τοῖς πρὸ αὐτῶν τὸ τέλος ἀκολουθεῖ
アレクサンドロスの言葉の引用。述語動詞(ἐστίν)が省略された名詞文構文であり、主語は τὸ ἁπλῶς ἀναγκαῖον(「端的に必然的なもの」)、述部補語は前置詞句 ἐν οἷς ...(「…であるようなものにおいて[存する]」)である。
