← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§343.21-345.4

幸運と不運の区分と規模による解釈

シンプリキオスは『自然学』第2巻第5章(197a25)のアリストテレスの議論を注解し、「善き運/悪しき運」と「幸運/不運」の区別が規模・量度(大きさ)の有無に基づくこと、および「僅かの差で(パラ・ミクロン)」という表現の解釈をめぐるポルピュリオスやアレクサンドロスの見解を検討・批判して、アリストテレスの意図を解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.46

" Τύχη δὲ ἀγαθὴ μὲν λέγεται ἕως τοῦ τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ." Ἡ τῆς ἀγαθῆς καὶ κακῆς τύχης διαίρεσις σαφὴς καὶ τῆς εὐτυχίας καὶ δυστυχίας. καὶ γὰρ πανταχοῦ τὸ εὖ τὸ μέγεθος καὶ τὸ ἐκπρεπὲς προστίθησιν. ὥσπερ εὐκλεῆ λέγομεν οὐ τὸν ὁπωσοῦν ἐπίδοξον, ἀλλὰ τὸν πάνυ, καὶ εὐμαθῆ ὁμοίως. ὁμοίως δὲ καὶ τὸ δυσ μόριον τὸ ἀντικείμενον μέγεθος σημαίνει. ὅτι δὲ ἐν μεγέθει ἡ εὐτυχία ἐστί, δείκνυσιν οἶμαι δυνάμει συλλογιζόμενος οὕτως. ἡ εὐτυχία καὶ δυστυχία κἂν παρὰ μικρὸν ἔχωσι τὸ μέγιστον ἀγαθὸν καὶ κακόν,1 εὐτυχία καὶ δυστυχία εἰσί· τὰ παρὰ μικρὸν ἔχοντα οὐδὲν ἧττόν ἐστι τοῦτο ὅπερ λέγεται· ταῦτα δὲ ἐν μεγέθει ἐστί, διότι ἐν τοῖς μεγέθεσι τὸ παρὰ μικρὸν οὐδὲν ἀπέχειν δοκεῖ τοῦ ὅλου. ἡ ἄρα εὐτυχία καὶ δυστυχία ὡς μέγεθος ἔχοντα λέγεται οὕτως. καὶ μᾶλλον ὁ Πορφύριος οὕτως ἐπέβαλε καὶ Ἀλέξανδρος κατὰ πρώτην ἐξήγησιν, τοῦ παρὰ μικρὸν ἐνταῦθα οὐκ ἐπὶ τοῦ παρὰ μικρὸν ἐλθόντος τοῦ τυχεῖν καὶ ἐμποδισθέντος ἀκουομένου,2 ἀλλ’ ἐπὶ τοῦ τὸ ὅλον κακὸν καὶ ἀγαθὸν παρὰ μικρὸν λαβόντος, διότι καὶ τὸν τὸ μέγιστον ἀγαθὸν παρὰ μικρὸν λαβόντα εὐτυχῆ καλοῦμεν ὁμοίως τῷ τὸ ὅλον μέγεθος λαβόντι καὶ τὸν τὸ μέγιστον κακὸν παρὰ μικρὸν δυστυχῆ ὡς τοῦ μικροῦ μηδὲν ὄντος. Καὶ ἄλλως δὲ δυνατὸν ἀκούειν τοῦ εἰρημένου· εἰ γὰρ τὸ παρὰ μικρὸν ἐπὶ μεγέθους εἴωθε λέγεσθαι, λέγομεν δὲ δυστυχεῖν ἐκείνους, ὅσοι παρὰ μικρὸν κακὸν τι μέγα ἔλαβον, καὶ εὐτυχεῖν ἐκείνους, ὅσοι παρὰ μικρὸν ἀγαθόν τι μέγα ἔλαβον, δῆλον ὅτι ἐν μεγέθει τὸ εὐτυχεῖν καὶ δυστυχεῖν ἐστι. καὶ ἐτίμων τοὺς Παρὰ μικρὸν καλουμένους θεοὺς οἱ Λακεδαιμόνιοι ὡς σωτῆρας, ὅτι τοὺς μέλλοντας κινδυνεύειν τὸ παρὰ μικρὸν τοῦ κινδυνεῦσαι διδόντες ἔσωζον. καὶ ταύτῃ μᾶλλον τῇ ἐξηγήσει τίθεται ὁ Ἀλέξανδρος. τὸ δὲ ἐπαγόμενον ὅτι ὡς ὑπάρχοντα λέγει ἡ διάνοια· τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ μᾶλλον τῇ προτέρᾳ συνᾴδει ἐξηγήσει. πῶς γὰρ ὡς ὑπάρχον λέγει ἡ διάνοια τὸ παρὰ μικρὸν ἂν γενόμενον; εἰ δὲ καὶ λέγοι, ὁ παρὰ μικρὸν μεγάλῳ κακῷ περιπεσὼν εἴη ἂν δυστυχής, εἴπερ τὸ μικρὸν τὸ ἐλλεῖψαν ἐν οὐδενὶ λόγῳ ἐστί. καίτοι εὐτυχῆ φαμεν αὐτόν. καὶ ὁ παρὰ μικρὸν μέγα ἀγαθὸν λαβὼν εἴη ἂν εὐτυχής. καίτοι δυστυχῆ φαμεν αὐτόν, ὅτι μεγάλου ἀγαθοῦ ἀπεστερήθη, ὅπερ ἐστὶ μέγα κακόν. ὅλως δὲ τὸ τοιοῦτον μέγεθος, ἐν ᾧ τὸ τοιοῦτον παρὰ μικρὸν θεωρεῖται, οὐχ ὡς μέγα λέγεται μέγεθος, ἀλλ’ ὡς τῷ γενομένῳ καὶ τὸ μέγα καὶ τὸ μικρὸν θεωρεῖται. μήποτε οὖν οὐ διὰ τὸ παρὰ μικρὸν ἐν μεγέθει λέγει εἶναι τὸ εὐτυχεῖν καὶ τὸ δυστυχεῖν, ἀλλ’ ἀπὸ τοῦ3 καὶ τοὺς παρὰ μικρὸν ἐλθόντας ἐμπεσεῖν εἰς μέγα κακὸν ἢ μέγα ἀγαθόν, ὡς πλησιάσαντας μὲν παρὰ μικρόν [οὐδέν], πλησιάσαντας δὲ μεγάλῳ κακῷ ἢ μεγάλῳ ἀγαθῷ καὶ μὴ λαβόντας τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ δυστυχεῖς καλοῦμεν, ὥσπερ καὶ τοὺς ἀφαιρεθέντας. καὶ ὅτι οὕτως εἶπε δηλοῖ λέγων διὸ καὶ τὸ παρὰ μικρὸν κακὸν ἢ ἀγαθὸν λαβεῖν μέγα ἢ εὐτυχεῖν ἢ ἀτυχεῖν ἐστιν, ὅτι ὡς ὑπάρχον λέγει ἡ διάνοια καὶ ἀποδέδωκε τῷ μὲν τὸ μέγα κακὸν παρὰ μικρὸν λαβεῖν τὸ εὐτυχεῖν, τῷ δὲ τὸ μέγα ἀγαθὸν τὸ ἀτυχεῖν. δείξας γὰρ πρότερον ἀπὸ τῶν ἤδη ἐχόντων ταῦτα καὶ ἀπὸ τῶν παρὰ μικρὸν ὡς ἀποβαλόντων αὐτὰ τὸ αὐτὸ δείκνυσι. καὶ τὸ ἀβέβαιον δὲ τὴν εὐτυχίαν λέγεσθαι συνᾴδειν φησὶ ταῖς ἀποδεδομέναις περὶ τῆς τύχης ἐννοίαις. εἰ γὰρ ἡ τύχη ἀβέβαιος, δῆλον ὅτι καὶ ἡ εὐτυχία ἀβέβαιος. ὅτι δὲ ἡ τύχη ἀβέβαιος, δῆλον ἐκ τοῦ μήτε ἐν τοῖς ἀεὶ οὖσι μήτ’ ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ εἶναι τὸ ἀπὸ τύχης, ἀλλ’ ἐν τοῖς ὡς ἐπ’ ἔλαττον. πάντα οὖν τὰ εἰρημένα περὶ τῆς τύχης παρίστησιν, ὅτι τοιαύτη ἦν τῆς τύχης ἔννοια παρὰ τοῖς ἀνθρώποις, οἵαν ὁ ἀποδοθεὶς ὑπὸ τοῦ Ἀριστοτέλους λόγος διήρθρωσεν.

「善き運と言われるのは、から、というのも僅かの差であることは何らの隔たりもないように思われるからである、まで。」 善き運と悪しき運の区分、また幸運と不運の区分は明白である。実際、いたるところで「善き(エウ)」という語は大きさや顕著さを付け加える。ちょうど我々が名声ある者と言うとき、いかようであれ評判のある者ではなく、きわめて評判の高い者を言い、物覚えのよい者についても同様であるように。同様にして、「悪しき(デュス)」という接頭辞も反対の大きさを示す。そして幸運が大きさのうちにあることを、彼は思うに潜在的に次のように推論することによって示している。すなわち、幸運と不運は、たとえ僅かの差を伴って最大の善と悪をもつとしても、幸運と不運である。僅かの差を伴って持っているものは、言われているまさにそのものであることに何ら劣らない。そしてこれらは大きさのうちにある。なぜなら、諸々の大きさにおいては、僅かの差であることは全体から何ら隔たっていないように思われるからである。それゆえ、幸運と不運は大きさをもつものとしてこのように言われるのである。そしてむしろポルピュリオスはこのように解釈し、アレクサンドロスも第一の解釈においてはそう解釈した。「僅かの差で」がここでは、当たる[得る]ことに僅かの差まで近づいて妨げられた人のこととして理解されるのではなく、全体の悪や善を僅かの差を伴って受け取った人のこととして理解されるからである。なぜなら、最大の善を僅かの差を伴って受け取った人も、全体の大きさを受け取った人と同様に我々は幸運な人と呼び、最大の悪を僅かの差を伴って受け取った人も、僅かな差は何でもないものであるとして不運な人と呼ぶからである。 また、語られた事柄を別の仕方で理解することも可能である。すなわち、もし「僅かの差で」ということが大きさに関して語られるのが通例であり、我々が不運であると言うのが、僅かの差で何か大きな悪を受け取った人々であり、幸運であると言うのが、僅かの差で何か大きな善を受け取った人々であるとするならば、幸運であることと不運であることは大きさのうちにあることは明らかである。そしてラケダイモン人は「僅かの差」と呼ばれる神々を救済者として敬ったが、それは彼らが危険に陥りそうになった者たちを、危険に陥ることの僅かの差を与えることによって救ったからである。そしてこの解釈をむしろアレクサンドロスは支持している。しかし、その後に続く「なぜなら知性は現にあるものとして語るからである。というのも僅かの差であることは何らの隔たりもないように思われるからである」という箇所は、むしろ先の解釈と調和している。なぜなら知性は、僅かの差で生じただろうことをどのように現にあるものとして語るのか。もし語るとしても、僅かの差で大いなる悪に陥った人は、もし欠けていた僅かなものが何ら勘定に入らないとするならば、不運な人であろう。それにもかかわらず我々は彼を幸運な人だと言うのである。また僅かの差で大いなる善を受け取った人も、幸運な人であろう。それにもかかわらず我々は彼を不運な人だと言うが、それは彼が大いなる善を奪われたからであり、そのことこそが大いなる悪だからである。およそそのような大きさ、すなわちそのうちにそのような「僅かの差」が見られる大きさは、大きなものとして語られる大きさではなく、生じた事象において大なるものも小なるものも見られるという仕方での[大きさ]である。そうであるならば、彼は「僅かの差で」によって幸運であることと不運であることが大きさのうちにあると語っているのではなく、むしろ大いなる悪や大いなる善に陥ることに僅かの差まで近づいた人々をも、すなわち僅かの差まで近づいたが、大いなる悪や大いなる善に近づきながら受け取らなかった人々を、一方は幸運、他方は不運と呼ぶことから、[そう語っている]のではないだろうか。奪われた人々をも同様に呼ぶように。そして彼がこのように語ったことは、「それゆえに大いなる悪または善を僅かの差で受け取ることも、幸運であるか不運であるかのいずれかである。なぜなら知性は現にあるものとして語るからである」と彼が語り、大いなる悪を僅かの差で受け取ることに幸運であることを、大いなる善[を僅かの差で受け取ること]に不運であることを配分したことによって明らかである。実際、彼は以前にこれらの事柄をすでに持っている者たちから示した後、それらを失ったかのように僅かの差でいた者たちからも同じことを示しているのである。また、幸運が不確実であると言われることも、運について与えられた諸概念と調和すると彼は語る。なぜなら、もし運が不確実であるなら、幸運も不確実であることは明らかだからである。そして運が不確実であることは、運による結果が常にあるもののうちにも、通常あるもののうちにもなく、極小頻度の事象のうちにあることから明らかである。したがって、運について語られたすべての事柄は、アリストテレスによって与えられた説明が分節化したような運の概念が、人々の間でまさにそのようなものとして存在していたことを示している。

構文注3 件
  1. 2.46κἂν παρὰ μικρὸν ἔχωσι τὸ μέγιστον ἀγαθὸν καὶ κακόν

    κἂν(καὶ ἐάν)に導かれる譲歩節において、動詞 ἔχωσι の主語は前置された主語 ἡ εὐτυχία καὶ δυστυχία である。直後の主節 εὐτυχία καὶ δυστυχία εἰσί に同語が名詞述語として反復されている構文である。

  2. 2.46τοῦ παρὰ μικρὸν ἐνταῦθα οὐκ ἐπὶ τοῦ παρὰ μικρὸν ἐλθόντος τοῦ τυχεῖν καὶ ἐμποδισθέντος ἀκουομένου

    属格絶対構文。中性名詞句 τοῦ παρὰ μικρόν(「『僅かの差で』という表現」)が受動分詞 ἀκουομένου の主語となっている。前置詞句 ἐπὶ τοῦ... ἐλθόντος は「…した人のこととして[理解される]」という意味を表す。

  3. 2.46μήποτε οὖν οὐ διὰ τὸ παρὰ μικρὸν ἐν μεγέθει λέγει εἶναι τὸ εὐτυχεῖν καὶ τὸ δυστυχεῖν, ἀλλ’ ἀπὸ τοῦ...

    μήποτε は疑念や控えめな主張を導く副詞的用法(「…ではないだろうか」)。構文の骨格は οὐ διὰ τὸ... λέγει..., ἀλλ’ ἀπὸ τοῦ...(「…によって語っているのではなく、…から語っている」)であり、ἀπὸ τοῦ 以下に長い動名詞的構造(καλοῦμεν「我々が呼ぶこと」)が続いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:343.21-345.4