← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§333.26-335.9

事象の頻度の区分と運および偶然の存在証明

シンプリキオスは、アリストテレスが運と偶然の定義と分類へ進むにあたり、生起する事象を「常に」「大抵」「稀に」の頻度に区分し、稀に生起する事象が運と偶然に帰属することを示すことで、その存在と本質への第一の論証を展開していると解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.41#1

" Πρῶτον μὲν οὖν ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως ἕως τοῦ τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα ὄντα ἴσμεν." Περὶ τύχης καὶ αὐτομάτου προθέμενος εἰπεῖν καὶ πρῶτον τὸ εἰ ἔστιν ἢ μὴ ἔστι προβαλόμενος ζητεῖν καὶ δείξας ὅτι ἔστιν ἀπὸ τῆς πάντων κοινῆς μαρτυρίας οὐ μόνον ἐκ τῶν θεῖον ἢ δαιμόνιον αὐτὴν λεγόντων αἴτιον καὶ ἐκ τῶν μνημονευσάντων τῆς τύχης ὡς αἰτίας, κἂν μὴ διήρθρωσάν τι περὶ αὐτῆς, ἀλλὰ καὶ ἐκ τῶν ἀνελεῖν αὐτὴν πειραθέντων (καὶ γὰρ καὶ οὗτοι βεβαιοῦντες μᾶλλον τὴν τύχην ἐφάνησαν), ὥρμησε μὲν ἐπὶ τὰ ἑξῆς προβλήματα,1 τί τέ ἐστιν ἑκάτερον εἰς ζήτησιν προβαλόμενος καὶ τί διαφέρετον ἀλλήλοιν καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἀναχθήσονται. ἐπιχειρήματι δὲ πρώτῳ χρῆται, ἅμα μὲν πάλιν ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον οὐ μόνον ἀπὸ τῆς κοινῆς μαρτυρίας, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δεικνύς (συμπεραινόμενος γοῦν τοῦτον τὸν λόγον φανερόν φησιν, ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον), ἅμα δὲ καὶ τῇ ἀποδείξει τῇ περὶ τοῦ τί ἐστιν ἀρχὴν παρεχόμενος. ὁ δὲ λόγος οἶμαι τοιοῦτος αὐτῷ γέγονε· λαβὼν ὁμολογούμενον τὸ γινομένου τινὸς αἰτιατοῦ εἶναι πάντως καὶ τὸ ποιοῦν αἴτιον αὐτοῦ, δείκνυσιν ὅτι τὰ ὡς ἐπ’ ἔλαττον ὄντα καὶ ἔστιν ἐν τῇ φύσει τῶν ὄντων καὶ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου γίνονται. εἰ οὖν τὰ ὡς ἐπ’ ἔλαττον γινόμενα ἔστιν ἐν τῇ φύσει καὶ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου, φανερόν, ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον. καὶ ὅτι μὲν ἔστι τὰ ἐπ’ ἔλαττον γινόμενα, δείκνυσιν ἐκ τῆς τῶν γινομένων διαιρέσεως. οὐ γὰρ δὴ ἐν τοῖς ἀγενήτοις εἴη ἂν τὸ ἐπ’ ἔλαττον γινόμενον. τῶν γὰρ γινομένων τὰ μὲν ἀεὶ ὡσαύτως γίνεται ὡς τὸ ἀνατέλλειν καὶ δύνειν τὸν ἥλιον, τὰ δὲ οὐκ ἀεὶ ὡσαύτως. τούτων δὲ τὰ μὲν ὡς ἐπὶ τὸ πολὺ ὡς τὰ κατὰ φύσιν ἐν τοῖς ὑπὸ σελήνην γινομένοις τὸ ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ ἵππου καὶ τὸν ἕνεκά του προϊόντα εἰς ἀγορὰν ἐκείνου τυγχάνειν οὗ ἕνεκα προῆλθεν, τὰ δὲ οὐχ ὡς ἐπὶ τὸ πολύ, ἀλλ’ ἢ ἐπ’ ἴσης ἢ ἐπ’ ἔλαττον· καὶ τὸ ἐπ’ ἴσης δὲ ἐπ’ ἔλαττόν ἐστι τῶν τε ἀεὶ καὶ τῶν ὡς ἐπὶ τὸ πολύ. καὶ διὰ τοῦτο οἶμαι καὶ Ἀριστοτέλης τό τε ἐπ’ ἴσης καὶ τὸ ὡς ἐπ’ ἔλαττον κοινῶς παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ διετέλεσε λέγων.2 ὅτι δὲ τὰ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου γίνεται, δῆλον ἐκ τοῦ πάντας μὴ μόνον λέγειν ἀλλὰ καὶ γινώσκειν, ὅτι τὰ τοιαῦτα ἀπὸ τύχης γίνεται. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἀντίστροφον, ὅτι τὰ ἀπὸ τύχης γινόμενα τοιαῦτά ἐστιν. οὔτε γὰρ ἐν τοῖς ἀγενήτοις τοῖς ὄντως οὖσιν ἡ τύχη (οὐδεὶς γὰρ τὸν νοῦν ἢ ὅλως τὰ ἀκίνητα αἴτια ἀπὸ τύχης φησίν) οὔτε ἐν τοῖς γινομένοις μέν, ἀεὶ δὲ ὡσαύτως γινομένοις, οὔτε ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ γινομένοις, ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον. διὸ ταῦτα δείξας ὄντα ὅτι ἔστιν ἡ τύχη συνήγαγε καὶ ὅτι ἐν τούτοις. καὶ γὰρ καὶ τῶν τεχναστῶν καὶ τῶν φυσικῶν ἐν τοῖς ἐλλείμμασίν ἐστιν ἡ τύχη, οἷον ἐπὶ ἰατρικῆς, οὗ μὴ διϊκνεῖται ἡ τέχνη, ἐνταῦθα παρεισδύεται ἡ τύχη. διὸ παρὰ μὲν τοῖς φαύλοις τεχνίταις πολὺ τὸ ἀπὸ τύχης, παρὰ δὲ τοῖς ἀρίστοις ἐλάχιστον καὶ τῶν τεχνῶν ἐν ταῖς μάλιστα ἀπηκριβωμέναις. τῶν δὲ κατὰ φύσιν ἐν μὲν τοῖς πρώτοις καὶ τιμιωτάτοις οὐκ ἔστιν (ἀεὶ γὰρ κατὰ φύσιν ἔχουσι καὶ ὡσαύτως), ἐν δὲ τοῖς γινομένοις καὶ φθειρομένοις, καθόσον ἐλλείπει ἡ φύσις καὶ ᾗ ἐλλείπει. δῆλον δὲ ὅτι μήπω διακρίνας τὴν τύχην καὶ τὸ αὐτόματον, κἂν τὴν τύχην μόνην ὀνομάζῃ, περὶ ἀμφοτέρων ποιεῖται τὸν λόγον. κἂν δοκῇ δὲ καὶ ἐνταῦθα ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας κατασκευάζειν τὸν λόγον εἰπὼν καὶ ταῦτα πάντες φασὶν εἶναι ἀπὸ τύχης, ἀλλ’ ὡς ἐναργοῦς ὄντος εἶπε νῦν. διὸ καὶ τοῖς μὲν ἐπήγαγε τῶν δὲ γινομένων τὰ μὲν ἕνεκά του γίνεται, τὰ δὲ οὔ. καὶ ἐκ τοῦ εἶναι τὰ ἐπ’ ἔλαττον καὶ ἐκ τοῦ περὶ ταῦτα τὴν τύχην εἶναι καὶ τὸ αὐτόματον δείξας ὅτι ἔστι ταῦτα, ἐφεξῆς λοιπὸν τὸν τρόπον προστιθείς, καθ’ ὃν ἡ τύχη τούτων αἰτία καὶ τὸ αὐτόματον, ὅτι ὡς τοῖς κατὰ προαίρεσιν καὶ φύσιν γινομένοις παρυφιστάμενον κατὰ συμβεβηκὸς οὕτως αἰτία ἐστίν, ἐκ τούτων καὶ τὸ τί ἐστι δείκνυσι.3

「まず第一に、われわれはあるものが常に同じように生じるのを見るゆえに」から「なぜなら、このような事柄は運によるものであり、運による事柄はこのようなものであることをわれわれは知っているからである」まで。 運と偶然について論ずることをあらかじめ定め、まず第一にそれが存在するのか存在しないのかを探求課題として提示し、それが神的な、あるいはダイモーン的な原因であると語る者たちや、運を原因として言及した者たち(たとえそれについて何も明確に区分しなかったとしても)からだけでなく、それを否定しようと試みた者たち(というのも、彼らでさえむしろ運を確証しているように見えたからである)からも、万人の共通の証言に基づいて存在することを示したのちに、[アリストテレスは]次の諸問題へと進み、両者の各々が何であるか、両者が互いにどう異なるか、そしていかにして限定された諸原因へと還元されるかを探求のために提示した。そして彼は第一の議論を用いているが、それは一方で運と偶然が存在することを共通の証言からだけでなく事態そのものからも再び示すとともに(現に彼はこの議論を結ぶにあたって、運と偶然が存在することは明白であると述べている)、他方でそれらが何であるかについての証明への端緒をも提供している。思うに彼の議論は次のようなものであった。すなわち、何らかの生起する結果があるときには、いかなる場合にもそれを生み出す原因があるという合意された前提を受け入れたうえで、稀にしか生じない事柄は存在するものの本性の中に存在し、かつそれらは運から、また偶然から生じるということを彼は示すのである。それゆえ、稀に生じる事柄が本性において存在し、かつ運や偶然から生じるのであるならば、運と偶然が存在することは明白である。そして稀に生じる事柄が存在することは、生起する事柄の区分から彼は示している。なぜなら、生じないもの(不生のもの)の中には稀に生じる事柄などありえないからである。というのも、生起する事柄のうち、あるものは太陽が昇ったり沈んだりするように常に同じように生じ、あるものは常に同じようには生じない。そして後者のうち、あるものは月下の領域で生起する自然にかなった事柄(人間から人間が生じ、馬から馬が生じること)や、何らかの目的のために市場へ出かけた者が、それのために出かけたその目的に出くわすことのように大抵生じるものであり、あるものは大抵生じるのではなく、同等の頻度か、あるいは稀にしか生じないものである。そして同等の頻度のものも、常に生じるものや大抵生じるものよりは稀である。それゆえにこそ、アリストテレスも「同等の頻度のもの」と「稀に生じるもの」とを共通して「大抵生じるものに反して」と呼び続けたのだと私は思う。そして、大抵生じるものに反する事柄が運から、また偶然から生じることは、万人がそうした事柄は運から生じると語るだけでなく認識しているということから明らかである。そしてこれだけでなく、運から生じる事柄はそのようなものであるという逆もまた真である。なぜなら、運は真に存在する不生のものの中にはなく(というのも、何人も知性や総じて不動の諸原因が運によるものだとは言わないからである)、生起するものであっても常に同じように生じるものの中にもなく、大抵生じるものの中にもなく、稀に生じるものの中にあるからである。したがって、これらの事柄が存在することを示したうえで、運が存在すること、そして運がこれらの事柄の中にあることを彼は導き出したのである。というのも、人工の事柄においても自然の事柄においても、運は欠落の中にあるからであり、たとえば医術の場合、技術が及ばないところに運が入り込んでくるのである。それゆえ、拙劣な職人のもとでは運によるものが多く、最善の職人のもとでは、また諸技術のうち最も精密に極められたものにおいては、極めて少ない。他方、自然による事柄においては、第一の最も尊厳なものの中には運は存在せず(それらは常に自然にしたがっており、同じようにあるからである)、生起し消滅するものの中においては、自然が欠落する限りにおいて、また自然が欠落する仕方において存在する。そして、彼が運と偶然とをまだ区別しておらず、たとえ運だけを名指しているとしても、両者について論じていることは明らかである。また、ここにおいても「そしてこれらは皆が運によるものであると言う」と述べて多くの人々の証言に基づいて議論を構築しているように見えるかもしれないが、いまや自明のこととして彼はそう語ったのである。それゆえ「生起する事柄のうち、あるものは何らかの目的のために生じ、あるものはそうではない」ということを彼は続けて付け加えたのである。そして稀に生じる事柄が存在することから、また運と偶然がこれらに関わることから、これら〔運と偶然〕が存在することを示したうえで、次に運と偶然がこれらの原因となる仕方(すなわち選択や自然によって生じるものに付随して、付帯的にこのように原因となるということ)を付け加えることによって、これらのことからそれらが何であるかをも彼は示すのである。

構文注3 件
  1. 2.41Περὶ τύχης καὶ αὐτομάτου προθέμενος εἰπεῖν καὶ πρῶτον τὸ εἰ ἔστιν ἢ μὴ ἔστι προβαλόμενος ζητεῖν καὶ δείξας ὅτι ἔστιν ἀπὸ τῆς πάντων κοινῆς μαρτυρίας ... ὥρμησε μὲν ἐπὶ τὰ ἑξῆς προβλήματα

    文頭から長大な分詞句(προθέμενος, προβαλόμενος, δείξας)が連なり、これらはいずれもアリストテレスを意味上の主語とする一致分詞である。主節の主動詞は ὥρμησε であり、「[アリストテレスは]…を示したのちに、次の諸問題へと進んだ」という骨格をなしている。

  2. 2.41καὶ διὰ τοῦτο οἶμαι καὶ Ἀριστοτέλης τό τε ἐπ’ ἴσης καὶ τὸ ὡς ἐπ’ ἔλαττον κοινῶς παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ διετέλεσε λέγων.

    διετέλεσε λέγων は補語分詞を伴う構文で、「語り続けた」「一貫して語った」を意味する。また παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ は前置詞 παρά(「…に反して」「…から外れて」)が実質化された副詞句を支配しており、「大抵生じるものから外れたものとして」という意味で二つの事象(同等の頻度のものと稀なもの)を総称している。

  3. 2.41ἐκ τούτων καὶ τὸ τί ἐστι δείκνυσι.

    文末の主動詞 δείκνυσι に先行する分詞句(δείξας ... προστιθείς)が条件・前提をなし、「…を示したうえで、…を付け加えることによって、これらの事柄からそれが何であるかをも示している」という構造である。間接疑問節 τὸ τί ἐστι が δείκνυσι の直接目的語となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:333.26-335.9