← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§291.23-293.15

ゲミノス引用による自然学と天文学の方法の違い

シンプリキオスはゲミノス(ポセイドニオス)の言述を引用して、対象が一部重複する自然学と天文学との方法論的・原因論的な差異を詳述し、続いてアリストテレスが数学者や天文学という語をどのような意味で用いているかを整理する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.13#2

ἔχει δὲ ὧδε· “τῆς μὲν φυσικῆς θεωρίας ἐστὶ τὸ σκοπεῖν περί τε οὐσίας οὐρανοῦ καὶ ἄστρων καὶ δυνάμεως καὶ ποιότητος γενέσεώς τε καὶ φθορᾶς καὶ νὴ Δία τούτων περὶ μεγέθους καὶ σχήματος καὶ τάξεως ἀποδεικνύναι δύναται·1 ἡ δὲ ἀστρολογία περὶ τοιούτου μὲν οὐδενὸς ἐπιχειρεῖ λέγειν, ἀποδείκνυσι δὲ τὴν τάξιν τῶν οὐρανίων κόσμον ὄντως ἀποφήνασα τὸν οὐρανόν, περί τε σχημάτων λέγει καὶ μεγεθῶν καὶ ἀποστημάτων γῆς τε καὶ ἡλίου καὶ σελήνης καὶ περὶ ἐκλείψεων καὶ συνάψεων τῶν ἄστρων καὶ περὶ τῆς ἐν ταῖς φοραῖς αὐτῶν ποιότητος καὶ ποσότητος. ὅθεν ἐπειδὴ τῆς περὶ ποσὸν καὶ πηλίκον καὶ ποιὸν κατὰ σχῆμα θεωρίας ἐφάπτεται, εἰκότως ἀριθμητικῆς τε καὶ γεωμετρίας ἐδεήθη ταύτῃ. καὶ περὶ τούτων, ὧν ὑπισχνεῖτο μόνων λόγον ἀποδώσειν, δι’ ἀριθμητικῆς τε καὶ γεωμετρίας συμβιβάζειν ἰσχύει. πολλαχοῦ τοίνυν ταὐτὸν κεφάλαιον ἀποδεῖξαι προθήσεται ὅ τε ἀστρολόγος καὶ ὁ φυσικός, οἷον ὅτι μέγας ὁ ἥλιος, ὅτι σφαιροειδὴς ἡ γῆ, οὐ μὴν κατὰ τὰς αὐτὰς ὁδοὺς βαδιοῦνται. ὁ μὲν γὰρ ἀπὸ τῆς οὐσίας ἢ τῆς δυνάμεως ἢ τοῦ ἄμεινον οὕτως ἔχειν ἢ ἀπὸ τῆς γενέσεως καὶ μεταβολῆς ἕκαστα ἀποδείξει, ὁ δὲ ἀπὸ τῶν συμβεβηκότων τοῖς σχήμασιν ἢ μεγέθεσιν ἢ ἀπὸ τῆς ποσότητος τῆς κινήσεως καὶ τοῦ ἐφαρμόττοντος αὐτῇ χρόνου. καὶ ὁ μὲν φυσικὸς τῆς αἰτίας πολλαχοῦ ἅψεται εἰς τὴν ποιητικὴν δύναμιν ἀποβλέπων, ὁ δὲ ἀστρολόγος ὅταν ἀπὸ τῶν ἔξωθεν συμβεβηκότων ἀποδεικνύῃ, οὐχ ἱκανὸς θεατὴς γίνεται τῆς αἰτίας, οἷον ὅτε σφαιροειδῆ τὴν γῆν ἢ τὰ ἄστρα ἀποδίδωσιν, ἐνιαχοῦ δὲ οὐδὲ τὴν αἰτίαν λαβεῖν ἐφίεται, ὡς ὅταν περὶ ἐκλείψεως διαλέγηται· ἄλλοτε δὲ καθ’ ὑπόθεσιν εὑρίσκει τρόπους τινὰς ἀποδιδούς, ὧν ὑπαρχόντων σωθήσεται τὰ φαινόμενα.2 οἷον διὰ τί ἀνωμάλως ἥλιος καὶ σελήνη καὶ οἱ πλάνητες φαίνονται κινούμενοι; ὅτι εἰ ὑποθώμεθα ἐκκέντρους αὐτῶν τοὺς κύκλους ἢ κατ’ ἐπίκυκλον πολούμενα τὰ ἄστρα, σωθήσεται ἡ φαινομένη ἀνωμαλία αὐτῶν, δεήσει τε ἐπεξελθεῖν, καθ’ ὅσους δυνατὸν τρόπους ταῦτα ἀποτελεῖσθαι τὰ φαινόμενα, ὥστε ἐοικέναι τῇ κατὰ τὸν ἐνδεχόμενον τρόπον αἰτιολογίᾳ τὴν περὶ τῶν πλανωμένων ἄστρων πραγματείαν. διὸ καὶ παρελθών τίς φησιν Ἡρακλείδης ὁ Ποντικός,3 ὅτι καὶ κινουμένης πως τῆς γῆς, τοῦ δὲ ἡλίου μένοντός πως δύναται ἡ περὶ τὸν ἥλιον φαινομένη ἀνωμαλία σῴζεσθαι. ὅλως γὰρ οὐκ ἔστιν ἀστρολόγου τὸ γνῶναι, τί ἠρεμαῖόν ἐστι τῇ φύσει καὶ ποῖα τὰ κινητά, ἀλλὰ ὑποθέσεις εἰσηγούμενος τῶν μὲν μενόντων, τῶν δὲ κινουμένων σκοπεῖ, τίσιν ὑποθέσεσιν ἀκολουθήσει τὰ κατὰ τὸν οὐρανὸν φαινόμενα. ληπτέον δὲ αὐτῷ ἀρχὰς παρὰ τοῦ φυσικοῦ, ἁπλᾶς εἶναι καὶ ὁμαλὰς καὶ τεταγμένας κινήσεις τῶν ἄστρων, δι’ ὧν ἀποδείξει ἐγκύκλιον οὖσαν τὴν χορείαν ἁπάντων τῶν μὲν κατὰ παραλλήλους, τῶν δὲ κατὰ λοξοὺς κύκλους εἱλουμένων”. οὕτως μὲν οὖν καὶ ὁ Γέμινος ἤτοι ὁ παρὰ τῷ Γεμίνῳ Ποσειδώνιος τὴν διαφορὰν τῆς τε φυσιολογίας καὶ τῆς ἀστρολογίας παραδίδωσιν ἀπὸ τοῦ Ἀριστοτέλους τὰς ἀφορμὰς λαβών. Κατὰ δὲ τὴν λέξιν ἄτοπον φησὶ τὸ τῶν καθ’ αὑτὰ συμβεβηκότων τοῖς φυσικοῖς μηδὲν εἰδέναι τὸν φυσιολόγον εἰκότως, διότι ἀνάγκη τὸν εἰδότα τι κατὰ τρόπον καὶ τὰ ἴδια αὐτοῦ εἰδέναι καὶ τὰς προσεχεῖς διαφοράς. εἰ γὰρ μὴ ταῦτα εἰδείη, οὐδὲ εἰ τῶν ὁμογενῶν διαφέρει εἴσεται. τοῦτο δὲ μὴ εἰδὼς πάντα ἂν τὰ ὁμογενῆ ταὐτὰ ἀλλήλοις ὑπολήψεται, ὥστε εἰ οὕτω τύχοι καὶ τἀναντία. εἰ οὖν τὰ σχήματα καὶ μεγέθη καὶ αἱ τοιαίδε κινήσεις τῶν ἄστρων ἴδια τοῦ θείου σώματός ἐστιν, ἀνάγκη καὶ ταῦτα εἰδέναι τὸν φυσικόν. περὶ δὲ τὴν τῶν ὀνομάτων χρῆσιν ἐπισημήνασθαι ἄξιον, ὅτι μαθηματικὸν νῦν τὸν γεωμέτρην ἔοικε καλεῖν· οὗτος γάρ ἐστιν ὁ περὶ ἐπίπεδα καὶ στερεὰ καὶ μήκη καὶ στιγμὰς ἔχων, καίτοι τῆς κυρίως μαθηματικῆς καὶ τὴν ἀριθμητικὴν καὶ τὴν ἀστρολογίαν ἤτοι σφαιρικὴν καὶ τὴν ἁρμονικὴν ἤτοι κανονικὴν περιεχούσης. καὶ τὸ τῆς ἀστρολογίας ὄνομα οἱ μὲν παλαιοὶ μήπω τότε τῆς ἀποτελεσματικῆς εἰς τοὺς Ἕλληνας, ὡς ἔοικεν, ἐλθούσης ἐπὶ τῆς νῦν καλουμένης ἀστρονομίας ἔφερον,4 οἱ δὲ νεώτεροι διελόντες τοὔνομα τὴν μὲν τὰς κινήσεις τῶν οὐρανίων ἐπισκοποῦσαν ἀστρονομίαν καλοῦσι, τὴν δὲ περὶ τὰ ἀποτελούμενα ἐξ αὐτῶν διατρίβουσαν ἀστρολογίαν ἰδίως ἐπονομάζουσι.

その内容は次の通りである。「天および星々の実体、能力、性質、生成と消滅について考察することは自然学的観取の役目であり、誓って言うが、自然学的観取はこれらについて大きさや形や配置に関しても論証することができる。これに対して天文学はそのような事柄については何一つ語ろうと企てず、天が真に秩序(コスモス)であることを明らかにして天体の配置を論証し、大地・太陽・月の形や大きさや距離について、また星々の食や合について、さらにそれらの運行における質や量について語る。それゆえ天文学は、量や大きさ、また形に応じた質についての観取に触れるものであるから、当然この点で算術と幾何学を必要としたのである。そしてそれについてのみ説明をなすと約束していたこれらの事柄について、算術と幾何学を通じて首尾一貫させる力をもつ。それゆえ多くの場合、天文学者も自然学者も同じ要点、たとえば太陽が大きいことや大地が球状であることを論証しようと提起するであろうが、決して同一の道筋を進むことはない。なぜなら一方は実体や能力、あるいはそのようにある方がより優れていること、あるいは生成や変化に基づいて個々の事柄を論証するのに対し、他方は図形や大きさに属する付帯性、あるいは運動の量やその運動に適合する時間に基づいて論証するからである。そして自然学者は作動的能力に目を向けつつ多くの場合原因に触れるのに対し、天文学者は外的な付帯性から論証するときには原因の十分な観察者とはならず(たとえば大地や星々が球状であると説明する場合のように)、時には原因を把握することすら目指さず(たとえば食について論じる場合のように)、またある時には、それらが存立するならば諸現象が救われることになる特定のあり方を仮説によって見出し提示する。たとえば、なぜ太陽や月や惑星は不同に動いているように見えるのか。もし私たちがそれらの円軌道が離心円であると仮定するか、あるいは星々が周転円に従って巡っていると仮定するならば、それらの見かけの不同は救われるであろうし、これら見かけの現象がいかに多くの可能なあり方で生じうるかをくまなく検討する必要があろう。その結果、惑う星々に関する探究は、可能性のあり方に従った原因論に似ることになる。それゆえにヘラクレイデス・ポンティコスというある人物が進み出て、大地が何らかの仕方で動き、太陽が何らかの仕方で静止しているとしても、太陽に関する見かけの不同は救われうると言っているのである。なぜならそもそも何が本性上静止しており、どのようなものが動くものであるかを知ることは天文学者の役目ではなく、あるものは静止し、あるものは動くという仮説を導入して、天における現象がいかなる仮説に従うことになるかを考察するのが天文学者の役目だからである。しかし彼[天文学者]は、星々の運動は単純で一様で整然としたものであるという原理を自然学者から受け取らねばならず、それらを通じて、あるものは平行な円軌道に沿って、あるものは傾いた円軌道に沿って巡るすべてのものの合唱的運行が円的であることを論証するのである。」 このようにゲミノス、あるいはゲミノスにおけるポセイドニオスは、アリストテレスから手がかりを得て、自然学と天文学の差異を伝授している。 テキストに関して言えば、自然学者について、自然的なものにそれ自体として属する付帯性を何一つ知らないのは不合理であると彼[アリストテレス]が言うのは当然である。なぜなら、ある事柄を正当な仕方で知る者は、その固有性や近接する種差をも知ることが必然だからである。実際、もしこれらを知らないならば、それが同属のものたちと異なっているかどうかさえ知ることはないであろう。そしてこれを知らないならば、同属のすべてのものを互いに同一であると思い込み、その結果、場合によっては相反するものさえ同一視してしまうであろう。それゆえ、もし星々の形や大きさ、またそのような運動が神的な物体の固有性であるならば、自然学者もまたこれらを知ることが必然である。 また名称の使用に関して指摘しておく価値があるのは、彼[アリストテレス]がここでは幾何学者を「数学者」と呼んでいるように見える点である。なぜなら、平面や立体、長さや点に関わるのはこの幾何学者だからであり、本来の意味での数学は算術や、天文学すなわち球面幾何学、また調和論すなわちカノン学をも包括しているにもかかわらずである。そして「天文学(アストロロギア)」という名については、古代の人々は、当時まだギリシア人のもとには結果予知の術[占星術]が入ってきていなかったようであるから、現在天文学(アストロノミア)と呼ばれているものに対してこの名を適用していたが、のちの人々は名を区分して、天体の運動を考察する学を天文学と呼び、それら天体から結果する事柄に関わる学を特別に占星術と名付けている。

構文注4 件
  1. 2.13καὶ νὴ Δία τούτων περὶ μεγέθους καὶ σχήματος καὶ τάξεως ἀποδεικνύναι δύναται

    無主語の動詞 δύναται の意味上の主語は、直前の τῆς μὲν φυσικῆς θεωρίας ἐστί を受けて「自然学的観取(ἡ φυσικὴ θεωρία)」が補われる。あるいは文脈上の自然学者(ὁ φυσικός)を主語と取ることも可能であるが、前文の構文的中心が「観取(theoria)」であることから、学問的営みそのものを主語として解釈するのが自然である。

  2. 2.13ὧν ὑπαρχόντων σωθήσεται τὰ φαινόμενα

    関係代名詞 ὧν は先行詞 τρόπους τινάς(あるあり方/手段)を指し、現在分詞 ὑπαρχόντων とともに属格独立構文を構成している。条件節(「もしそれらが存立するならば」)の機能を担っており、「それらの仮説的あり方が成立していれば、観測される天体現象(τὰ φαινόμενα)が矛盾なく説明される(σωθήσεται)」という古代天文学の救象論の定型構造を示す。

  3. 2.13παρελθών τίς φησιν Ἡρακλείδης ὁ Ποντικός

    不定代名詞 τίς が固有名詞 Ἡρακλείδης ὁ Ποντικός を修飾しており、「ポントスのヘラクレイデスというある人物」の意。分詞 παρελθών は「公の場に進み出て/論壇に登場して」を意味する慣用表現で、主動詞 φησίν にかかり、彼が独自の学説を公然と提起したニュアンスを担う。

  4. 2.13καὶ τὸ τῆς ἀστρολογίας ὄνομα ... ἐπὶ τῆς νῦν καλουμένης ἀστρονομίας ἔφερον

    句全体は話題化により対格 τὸ τῆς ἀστρολογίας ὄνομα が文頭に前置された倒置構造。主語は οἱ μὲν παλαιοί であり、主動詞 ἔφερον は前置詞句 ἐπί τινος を伴って「〜に対して(名を)適用する/用いる」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:291.23-293.15