← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§24.26-26.22

空気説と複数かつ有限な原理をめぐる諸学説

単一の動く原理を無限とする立場(アナクシメネス、アポロニアのディオゲネスの空気説)を論じた後、原理を複数かつ有限とする諸説(パルメニデス、ストア派、アリストテレス、エンペドクレスの四元素説と愛・争い、プラトンの三原因・三補助原因説)を整理・検討する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.2#7

Ἀναξιμένης δὲ Εὐρυστράτου Μιλήσιος, ἑταῖρος γεγονὼς Ἀναξιμάνδρου, μίαν μὲν καὶ αὐτὸς τὴν ὑποκειμένην φύσιν καὶ ἄπειρόν φησιν ὥσπερ ἐκεῖνος, οὐκ ἀόριστον δὲ ὥσπερ ἐκεῖνος, ἀλλὰ ὡρισμένην, ἀέρα λέγων αὐτήν· διαφέρειν δὲ μανότητι καὶ πυκνότητι κατὰ τὰς οὐσίας.1 καὶ ἀραιούμενον μὲν πῦρ γίνεσθαι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, ἔτι δὲ μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλα ἐκ τούτων. κίνησιν δὲ καὶ οὗτος ἀίδιον ποιεῖ, δι’ ἣν καὶ τὴν μεταβολὴν γίνεσθαι. καὶ Διογένης δὲ ὁ Ἀπολλωνιάτης, σχεδὸν νεώτατος γεγονὼς τῶν περὶ ταῦτα σχολασάντων, τὰ μὲν πλεῖστα συμπεφορημένως γέγραφε τὰ μὲν κατὰ Ἀναξαγόραν, τὰ δὲ κατὰ Λεύκιππον λέγων· τὴν δὲ τοῦ παντὸς φύσιν ἀέρα καὶ οὗτός φησιν ἄπειρον εἶναι καὶ ἀίδιον, ἐξ οὗ πυκνουμένου καὶ μανουμένου καὶ μεταβάλλοντος τοῖς πάθεσι τὴν τῶν ἄλλων γίνεσθαι μορφήν. καὶ ταῦτα μὲν Θεόφραστος ἱστορεῖ περὶ τοῦ Διογένους, καὶ τὸ εἰς ἐμὲ ἐλθὸν αὐτοῦ σύγγραμμα Περὶ φύσεως ἐπιγεγραμμένον ἀέρα σαφῶς λέγει τὸ ἐξ οὗ πάντα γίνεται τὰ ἄλλα. Νικόλαος μέντοι τοῦτον ἱστορεῖ μεταξὺ πυρὸς καὶ ἀέρος τὸ στοιχεῖον τίθεσθαι. καὶ οὗτοι δὲ τὸ εὐπαθὲς καὶ εὐαλλοίωτον τοῦ ἀέρος εἰς μεταβολὴν ἐπιτηδείως ἔχειν ἐνόμισαν· διὸ τὴν γῆν δυσκίνητον καὶ δυσμετάβλητον οὖσαν οὐ πάνυ τι ἠξίωσαν ἀρχὴν ὑποθέσθαι· καὶ οὕτως μὲν οἱ μίαν λέγοντες τὴν ἀρχὴν διῃρέθησαν. Τῶν δὲ πλείους λεγόντων οἱ μὲν πεπερασμένας, οἱ δὲ ἀπείρους ἔθεντο τῷ πλήθει τὰς ἀρχάς. καὶ τῶν πεπερασμένας οἱ μὲν δύο, ὡς Παρμενίδης ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν (ἢ μᾶλλον φῶς καὶ σκότος) ἢ ὡς οἱ Στωικοὶ θεὸν καὶ ὕλην, οὐχ ὡς στοιχεῖον δηλονότι τὸν θεὸν λέγοντες, ἀλλ’ ὡς τὸ μὲν ποιοῦν τὸ δὲ πάσχον· οἱ δὲ τρεῖς, ὡς ὕλην καὶ τὰ ἐναντία Ἀριστοτέλης· οἱ δὲ τέτταρας, ὡς Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, οὐ πολὺ κατόπιν τοῦ Ἀναξαγόρου γεγονώς, Παρμενίδου δὲ ζηλωτὴς καὶ πλησιαστὴς καὶ ἔτι μᾶλλον τῶν Πυθαγορείων. οὗτος δὲ τὰ μὲν σωματικὰ στοιχεῖα ποιεῖ τέτταρα, πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν, ἀΐδια μὲν ὄντα πλήθει καὶ ὀλιγότητι, μεταβάλλοντα δὲ κατὰ τὴν σύγκρισιν καὶ διάκρισιν, τὰς δὲ κυρίως ἀρχάς, ὑφ’ ὧν κινεῖται ταῦτα, φιλίαν καὶ νεῖκος. δεῖ γὰρ διατελεῖν ἐναλλὰξ κινούμενα τὰ στοιχεῖα, ποτὲ μὲν ὑπὸ τῆς φιλίας συγκρινόμενα, ποτὲ δὲ ὑπὸ τοῦ νείκους διακρινόμενα· ὥστε καὶ ἓξ εἶναι κατ’ αὐτὸν τὰς ἀρχάς. καὶ γὰρ ὅπου μὲν ποιητικὴν δίδωσι δύναμιν τῷ νείκει καὶ τῇ φιλίᾳ, ὅταν λέγῃ ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα ἄλλοτε δ’ αὖ δίχα πάντα φορεύμενα Νείκεος ἔχθει, ποτὲ δὲ τοῖς τέτταρσιν ὡς ἰσόστοιχα συντάττει καὶ ταῦτα, ὅταν λέγῃ τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος Νεῖκός τ’ οὐλόμενον δίχα τῶν ἀτάλαντον ἕκαστον, καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε. καὶ Πλάτων τρία μὲν τὰ κυρίως αἴτια τίθησι τό τε ποιοῦν καὶ τὸ παράδειγμα καὶ τὸ τέλος, τρία δὲ τὰ συναίτια τήν τε ὕλην καὶ τὸ εἶδος καὶ τὸ ὄργανον. ὁ μέντοι Θεόφραστος τοὺς ἄλλους προϊστορήσας “τούτοις, φησίν, ἐπιγενόμενος Πλάτων, τῇ μὲν δόξῃ καὶ τῇ δυνάμει πρότερος τοῖς δὲ χρόνοις ὕστερος καὶ τὴν πλείστην πραγματείαν περὶ τῆς πρώτης φιλοσοφίας ποιησάμενος, ἐπέδωκεν ἑαυτὸν καὶ τοῖς φαινομένοις ἁψάμενος τῆς περὶ φύσεως ἱστορίας· ἐν ᾗ δύο τὰς ἀρχὰς βούλεται ποιεῖν τὸ μὲν ὑποκείμενον ὡς ὕλην ὃ προσαγορεύει πανδεχές, τὸ δὲ ὡς αἴτιον καὶ κινοῦν ὃ περιάπτει τῇ τοῦ θεοῦ καὶ τῇ τοῦ ἀγαθοῦ δυνάμει.” ὁ μέντοι Ἀλέξανδρος ὡς τρεῖς λέγοντος τὰς ἀρχὰς ἀπομνημονεύει τὴν ὕλην καὶ τὸ ποιοῦν καὶ τὸ παράδειγμα, καίτοι σαφῶς τὸ τελικὸν αἴτιον τοῦ Πλάτωνος προσθέντος,2 ἐν οἷς φησι· “λέγωμεν δὴ δι’ ἣν αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδενὶ περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος.” καὶ τὸ εἶδος δὲ τὸ ἔνυλον σαφῶς οἶμαι παραδίδωσιν ἐν οἷς καὶ τὸ ἄυλον εἶδος ταῦτα περὶ ἀμφοῖν γράφων· “τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν.

エウリュストラトスの子でミレトスのアナクシメネスは、アナクシマンドロスの仲間となったが、彼自身もあの人と同じく、基底にある本性は一つであり無限であると主張している。しかし、あの人のように限定されていないものではなく、限定されたものとして、それを空気であると述べている。そして、希薄さと濃縮によって実体に従って異なると[述べる]。すなわち、希薄化されると火になり、濃縮されると風に、次いで雲に、さらに濃縮されると水に、次いで土に、次いで石になり、他のものはこれらから生じるというのである。また彼もまた永遠の運動を設定しており、それを通じて変化も生じるとする。そしてアポロニアのディオゲネスも、これらについて探究した者たちの中ではほぼ最も若い世代であったが、その著作の大部分をごたまぜに書き、あるものはアナクサゴラスに従い、あるものはレウキッポスに従って述べている。しかし彼もまた、宇宙の本性は空気であり、無限にして永遠であると主張し、それが濃縮され希薄化され、諸々の変状によって変化することから他のものの形相が生じると述べている。テオプラストスはディオゲネスについてこれらを報告しており、私の手元に届いた彼の『自然について』と題された書物も、他のすべてのものがそれから生じる当のものを空気であると明瞭に述べている。もっともニコラオスは、彼が火と空気の中間に構成要素を置いたと報告している。また彼らも、空気の影響を受けやすく変容しやすい性質が変化に適していると考えたのである。それゆえ、動きにくく変化しにくい土を原理と措定することを彼らはまったくよしとしなかった。そしてこのようにして、原理を一と主張する者たちは分かれたのである。 他方、原理を複数と主張する者たちのうち、ある者たちはその数において原理を有限と置き、他の者たちは無限と置いた。そして有限と置いた者たちのうち、ある者たちは二つと置いた。たとえばパルメニデスは『思惑に関する諸篇』において火と土(あるいはむしろ光と闇)を置き、あるいはストア派が神と質料を置いたようにである(彼らが神を構成要素として述べていないことは明らかであり、むしろ一方は作用するもの、他方は受動するものとして述べているのである)。またある者たちは三つと置いた。アリストテレスが質料と諸々の対立者を置いたようにである。またある者たちは四つと置いた。アナクサゴラスの少し後に生まれたアクラガスのエンペドクレスがそうである。彼はパルメニデスの熱心な信奉者であり親しい者であり、ピタゴラス派の人々にはさらにそうであった。彼は物体の構成要素を四つ、すなわち火、空気、水、土とし、これらは多さと少なさにおいて永遠であるが、結合と分離に従って変化するとし、これらを運動させる本来の意味での原理を愛と争いとした。というのも、構成要素は交互に運動し続け、あるときは愛によって結合され、あるときは争いによって分離される必要があるからである。したがって、彼によれば原理は六つでもあることになる。なぜなら、ある箇所では争いと愛に作用的な力を与え、 「あるときは愛によってすべてが一へと集まり、 あるときはまた争いの憎しみによってすべてがばらばらに運ばれ」と言う一方で、あるときはこれらを四つのものと対等の構成要素として配列し、「あるときはまた成長して一から多となり、 火と水と土と空気の測り知れぬ高み、 そしてそれらから離れて各々と均等の、破滅をもたらす争い、 そしてそれらの中にあって長さと幅において等しい愛」と言うからである。またプラトンは本来的な原因として三つ、すなわち作用するもの、範型、目的を置き、三つの補助的原因として質料、形相、道具を置いている。もっともテオプラストスは他の者たちの学説を概説したあと、「これらに続いてプラトンが現れたが、彼は名声と力量においては先んじ、時代においては遅く、第一哲学についての探究を最も多く行ったが、自然についての探究にも手を染めて現象するものにも専心した。その中で彼は原理を二つとすることを欲しており、一つは『全受容体』と呼ぶ質料としての基底であり、他方は原因かつ動かすものとして、神の力および善の力に帰属させるものである」と述べている。もっともアレクサンドロスは、彼[プラトン]が原理を質料、作用するもの、範型の三つと述べていると記録している。プラトンが目的原因を明瞭に付け加えているにもかかわらずである。その中で彼は言う。「それでは、生成とこの宇宙全体を組成者が組成した原因を述べよう。彼は善であった。善なるものには何事についても決して嫉妬が生じることはない」。そして彼が質料的形相をも、非質料的形相も〔伝承している〕箇所において明瞭に伝承していると私は考える。彼は両者について次のように書いている。「これらがこのようである以上、同意されねばならない。一つは同じあり方を保つ形相であり、不生にして不滅、自ら他を他から受け入れることもなく、自ら他へと赴くこともなく、不可視であり他のいかなる知覚にも捉えられず、これこそ観察することを知性が分け前として得たものである」。

構文注2 件
  1. 1.2διαφέρειν δὲ μανότητι καὶ πυκνότητι κατὰ τὰς οὐσίας

    不定詞 διαφέρειν は先行する主動詞 φησίν に支配される間接話法(対格不定詞構文)の継続であり、意味上の主語は文脈上原理としての空気(または空気から生じる諸事物)である。κατὰ τὰς οὐσίας は「実体・本質に関して」または「生成する個々の実体に応じて」を意味する限定・観点の句。

  2. 1.2καίτοι σαφῶς τὸ τελικὸν αἴτιον τοῦ Πλάτωνος προσθέντος

    καίτοι に属格絶対構文(τοῦ Πλάτωνος προσθέντος)が結びついた譲歩節。「プラトンが目的原因を明瞭に付け加えているにもかかわらず」の意。前節の「アレクサンドロスはプラトンが原理を三つと述べていると記録している」という記述に対する注解者自身の反論・留保を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:24.26-26.22