← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§227.8-228.28

質料認識の諸様態と無性質の物体説の論駁

シンプリキオスは、質料が「無感覚を伴って触れられうる」ことや類比によって認識されることの哲学的意義とピュタゴラス派の淵源を解明したのち、無性質の物体を第一質料とみなすストア派やリュディアのペリクレスの見解を提示し、プラトンの『ティマイオス』に基づいてそれを論駁し始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.64#2

διὸ καὶ μετὰ ἀναισθησίας ἁπτὴν εἶπε τὴν ὕλην ὁ Πλάτων τὸ μὴ κατ’ ἐπέρεισιν αὐτῆς ἀντίτυπον σημαίνων,1 ἵνα ὥσπερ λογισμῷ νόθῳ, οὕτω καὶ αἰσθήσει νόθῃ ληπτὴν οὖσαν αὐτὴν ἐνδείξηται. ἀλλὰ τὸ μὲν νόθῳ λογισμῷ γνωστὴν εἶναι καὶ ἡ κατὰ ἀπόφασιν αὐτῆς ἐπιβολὴ καὶ ἡ ἀπὸ τῆς αἰτίας ἥτις ἄν γένοιτο, ἀπὸ τῶν τῆς πρώτης εἵλκυσται φιλοσοφίας·2 τὸ δὲ κατὰ ἀναλογίαν φυλάττει τὰ τῷ φυσικῷ προσήκοντα μέτρα τῆς τῶν στοιχείων τῶν φυσικῶν γνώσεως. ὡς γὰρ τῆς γραμματικῆς περὶ τῶν εἰκοσιτεττάρων στοιχείων ἔστιν εἰδέναι τὰ ὁλοσχερέστερα, τὴν δὲ ἀκριβῆ γνῶσιν αὐτῶν ἡ μουσικὴ διδάσκει, οὕτως καὶ περὶ τῶν φυσικῶν στοιχείων ὁ πρῶτος διδάξει φιλόσοφος. διὸ καὶ τὴν περὶ τοῦ εἴδους θεωρίαν μετ’ ὀλίγον εἰς ἐκεῖνο ἀναπέμπει.3 ἰστέον μέντοι ὅτι τὸ κατὰ ἀναλογίαν ἀπὸ τοῦ Πυθαγορικοῦ Τιμαίου μετήγαγεν ὁ Ἀριστοτέλης, ὥσπερ ὁ Πλάτων τὸ “νόθῳ λογισμῷ ληπτόν”. λέγει γὰρ οὖν ὁ Πυθαγορικὸς Τίμαιος ἐν τῷ οἰκείῳ συγγράμματι “τὰν δὲ ὕλαν λογισμῷ νόθῳ τῷ μηδέπω κατ’ εὐθυωρίαν νοεῖσθαι, ἀλλὰ κατὰ ἀναλογίαν”. Ἀλλ’ ἐπειδή τινες καὶ οὐδὲ οἱ τυχόντες ἐν φιλοσοφίᾳ τὸ ἄποιον σῶμα τὴν πρωτίστην ὕλην εἶναί φασι καὶ κατὰ Ἀριστοτέλην καὶ κατὰ Πλάτωνα, ὥσπερ τῶν μὲν παλαιῶν οἱ Στωικοί, τῶν δὲ νέων Περικλῆς ὁ Λυδός, καλῶς ἂν ἔχοι ταύτην ἐπισκέψασθαι τὴν δόξαν. καὶ γὰρ ὁ Ἀριστοτέλης καὶ ὁ Πλάτων πρῶτα ἀπὸ τῆς μεταβολῆς τὴν ὕλην εἰσάγοντες τῶν μεταβαλλόντων τὰς τῶν στοιχείων ποιότητας εἶναι βούλονται θερμὸν ψυχρὸν ξηρὸν ὑγρόν. αὗται δὲ κοινὸν ὑποκείμενον ἔχουσαι τὸ σῶμα μεταβάλλονται περὶ αὐτό, ὥστε τὸ σῶμα ἂν εἴη ἡ πρώτη ὕλη. ἔτι δὲ εἰ ἦν τι ἄλλο τὸ τῷ σώματι ὑποκείμενον, ἐπειδὴ ἐξ ἐναντίων αἱ γενέσεις, ἔδει τι εἶναι τὸ τῷ σώματι ἀντικείμενον, ὥστε τὰ ἀντικείμενα μεταβάλλειν περὶ τὸ κοινὸν ὑποκείμενον. ἔτι δὲ τὸ ὑπομένον ἐν πάσῃ μεταβολῇ τοῦτο ὕλην εἶναί φαμεν· τὸ δὲ ἄποιον σῶμα ὑπομένει. οὐ γὰρ ἔστι τι εἰς ὃ φθαρῇ τὸ σῶμα. ὅτι δὲ καὶ Πλάτων τὴν ὕλην φησὶ τὸ προσεχῶς ὑποκείμενον ταῖς τῶν τεττάρων στοιχείων ποιότησι, τοῦτο δέ ἐστι τὸ ἄποιον σῶμα, διὰ τούτων δῆλον “τὴν δὲ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γῆς τε καὶ ἀέρος μορφὰς δεχομένην” καὶ πάλιν “ὅτε δὲ ἐπεχειρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα αὑτῶν αὐτά, παντάπασι μὲν διακείμενα, ὥσπερ εἰκὸς ἔχειν ἅπαν, ὅταν ἀπῇ τινος θεός, οὕτω δὴ τότε πεφυκότα ταῦτα πρῶτον διεσχηματίσατο εἴδεσι καὶ ἀριθμοῖς”. εἰ οὖν πρῶτα τὰ τῶν στοιχείων εἴδη ἐνέθηκε τῇ ὕλῃ ὁ δημιουργός, τούτων δὲ κοινὸν ὑποκείμενον τὸ σῶμα τὸ ἄποιον, τοῦτο ἄν εἴη ἡ ὕλη. καὶ κατὰ Ἀριστοτέλην δὲ δόξει τὸ σῶμα τὸ ἄποιον εἶναι τὸ πρῶτον ὑποκείμενον καὶ ἡ ὕλη. εἰ γὰρ τὸ σῶμα ὥσπερ τι τῶν ἄλλων εἰδῶν ἐγγίνεται τῇ ὕλῃ καὶ ἀπογίνεται ἀπ’ αὐτῆς, δῆλον ὅτι πρὸ τοῦ ἐγγενέσθαι τὸ σῶμα καὶ μετὰ τὸ ἀπογενέσθαι ἡ στέρησις ἂν εἴη τοῦ σώματος περὶ τὴν ὕλην, ὅπερ ἐστὶ τὸ ἀσώματον, καὶ ἔσται τις φυσικὴ οὐσία ἀσώματος· ὅπερ οὐ δοκεῖ τῷ Ἀριστοτέλει σαφῶς λέγοντι πολλαχοῦ, ὅτι τὰ φυσικὰ σώματά ἐστι καὶ περὶ σώματα. ἀλλ’ ὅτι μὲν ὁ Πλάτων οὐ βούλεται τὸ σῶμα εἶναι τὸ πρῶτον ὑποκείμενον, ὃ δὴ καλοῦμεν ὕλην, δῆλον ἄν εἴη ἐκ τοῦ καὶ τοῦ σώματος οἷον στοιχεῖα τὰ ἐπίπεδα τὰ κατ’ αὐτὸν προλαμβάνειν ἀρχοειδέστερα δηλονότι ὄντα. γράφει οὖν ἐν Τιμαίῳ· “πρῶτον μὲν δὴ πῦρ καὶ γῆ καὶ ὕδωρ καὶ ἀὴρ ὅτι σώματά ἐστι, δῆλόν που καὶ παντί, τὸ δὲ τοῦ σώματος εἶδος πᾶν καὶ βάθος ἔχει. τὸ δὲ βάθος αὖ πᾶσα ἀνάγκη τὴν ἐπίπεδον περιειληφέναι φύσιν.” ἔπειτα τὸ μὲν σῶμα καὶ κατ’ αὐτὸν τριχῇ διαστατόν ἐστι· τοῦτο γὰρ σημαίνει τὸ “καὶ βάθος ἔχειν”. τὸ δὲ τοιοῦτον καὶ ἀριθμὸν συνουσιωμένον ἔχει καὶ σχῆμα, καὶ μάλιστα εἰ πεπερασμένον εἴη τὸ ὅλον σῶμα, ὥσπερ καὶ τῷ Πλάτωνι δοκεῖ καὶ τῷ Ἀριστοτέλει. οὐδὲν δὲ τούτων ἔχειν τὴν ὕλην καθ’ αὑτήν φησιν, ἀλλ’ ὅταν μετάσχῃ τῶν εἰδῶν, τότε μετασχηματίζεσθαι εἴδεσι καὶ ἀριθμοῖς.

それゆえプラトンも、質料の抵抗が[感覚器官への]衝突に基づくものではないことを示すべく、質料を「無感覚を伴って触れられうる」と述べたのであり、それは質料が私生児的推論によって捉えられるのと同様に、私生児的感覚によっても捉えられるものであることを示すためであった。しかし、私生児的推論によって認識可能であること、ならびに否定によるそれへの把握、さらには原因から生じうる把握は第一哲学に由来するものである。これに対して類比に従う認識は、自然学者にふさわしい、自然の諸元素の認識の限度を保っている。なぜなら、二十四の文字に関して大まかな事柄を知るのは文法学に属することであるのに対し、それらの正確な認識を教えるのは音楽(詩脚論)であるのと同様に、自然の諸元素についても第一哲学者が教えるであろうからである。それゆえ彼も、形相についての考察を少し後でかの学問へと委ねているのである。ただし、アリストテレスが「類比に従って」という表現をピュタゴラス派のティマイオスから借用したことは知っておかねばならない。プラトンが「私生児的推論によって捉えうる」という表現を借用したのと同様である。実際、ピュタゴラス派のティマイオスは自らの著作の中で「質料は、いまだ直視によってではなく類比に従って知解されるため、私生児的推論によって[捉えられる]」と述べているからである。 しかし、哲学において凡庸ならざる人々の一部が、アリストテレスにとってもプラトンにとっても、無性質の物体こそが第一の質料であると主張しており、古人においてはストア派の人々、後世においてはリュディアのペリクレスがそうであるため、この見解を検討することは有益であろう。実際、アリストテレスもプラトンも質料をまず変化から導入するにあたり、変化するものたちを熱・冷・乾・湿という元素の諸性質であると考えている。そしてこれらは物体を共通の基底としてもち、それの周りで変化するのであるから、物体こそが第一質料であるということになろう。さらに、もし物体に内在する基底として別の何かがあるとするなら、生成は反対のものから生じる以上、物体に対して対立する何らかのものが存在し、それらの対立するものが共通の基底の周りで変化しなければならなかったはずである。さらに、すべての変化において存続するもの、これを我々は質料と呼ぶが、無性質の物体は存続する。物体がそこへと滅び去るような何ものも存在しないからである。そして、プラトンも質料を四元素の諸性質に直接に内在する基底であると述べており、これが無性質の物体であることは次の言葉からも明らかである。「生成の乳母は、湿らされ、火の熱を帯び、土と空気の形相を受け入れ」、そしてまた「万物が秩序づけられようと試みられたとき、火と水と土と空気は、まずそれら自身の何らかの痕跡を保ちながらも、神が何かから不在であるときにすべてがそうであるのが常であるように、完全に[無秩序な]状態にあったが、そのときまさにそのような本性をもっていたこれら元素を、[神は]まず形相と数によって形作った」。それゆえ、もし創造神が質料にまず諸元素の形相を置いたのであり、これら元素の共通の基底が無性質の物体であるとするなら、これこそが質料であろう。またアリストテレスにとっても、無性質の物体が第一の基底であり質料であると思われるであろう。なぜなら、もし物体が他の形相の一つと同じように質料の中に生じ、またそこから消え去るのだとすれば、物体が生じる前にも消え去った後にも、質料の周りには物体の欠如、すなわち非物体的なものが存することになり、何らかの自然的な実体が非物体的であることになってしまうが、これは、自然的な事物は物体であり、物体の周りにあると多くの箇所で明言しているアリストテレスには容認されないと思われるからである。しかし、プラトンが物体を、我々が質料と呼ぶところの第一の基底であるとは望んでいないことは、彼が物体自身のいわば元素として平面を、明らかに物体より始原的であるものとして先行して前提していることからも明らかであろう。したがって彼は『ティマイオス』の中で次のように書いている。「まず火と土と水と空気が物体であることは、おそらく誰にとっても明らかである。そして物体のすべての形相は深さをももつ。また深さは平面的な本性を包括していることがまったく必然的である」。次いで、物体は彼にとっても三次元に延長したものである。なぜなら「深さをももつ」ということがこれを意味しているからである。そしてそのようなものは、本質に合一した数と図形とをもっており、とりわけ物体全体が有限であるとするならなおさらそうであり、このことはプラトンにもアリストテレスにも認められている。しかし彼は、質料がそれ自体としてこれらのいずれをももたず、諸形相を分有するときに初めて、形相と数によって形作られると述べているのである。

構文注3 件
  1. 1.64τὸ μὴ κατ’ ἐπέρεισιν αὐτῆς ἀντίτυπον σημαίνων

    現在分詞 σημαίνων の目的語は、中性定冠詞 τὸ に導かれる句 τὸ μὴ κατ’ ἐπέρεισιν αὐτῆς ἀντίτυπον である。ここでは形容詞中性単数 ἀντίτυπον が「抵抗」「反発力」の意味で名詞化されており、αὐτῆς は主格的属格(質料自体の抵抗)または客格的属格(質料に対する反発)として機能している。全体で「質料の抵抗が[直接的]衝突に基づくものではないことを示す」という意味をなす。

  2. 1.64ἀλλὰ τὸ μὲν νόθῳ λογισμῷ γνωστὴν εἶναι καὶ ἡ κατὰ ἀπόφασιν αὐτῆς ἐπιβολὴ καὶ ἡ ἀπὸ τῆς αἰτίας ἥτις ἄν γένοιτο, ἀπὸ τῶν τῆς πρώτης εἵλκυσται φιλοσοφίας

    述語動詞 εἵλκυσται(単数完了受動態)に対する主語として、冠詞付き不定詞句 τὸ μὲν ... εἶναι(対格名詞節)と、主格の名詞句 ἡ κατὰ ἀπόφασιν αὐτῆς ἐπιβολή および関係節を伴う ἡ ἀπὸ τῆς αἰτίας [ἐπιβολή] ἥτις ἄν γένοιτο が並列されている構造的な破格(アナコルートン)が見られる。単数動詞 εἵλκυσται は直近の主格名詞句に呼応しているか、あるいは複数の主語句を総合的な一つの知得様態として受けている。

  3. 1.64εἰς ἐκεῖνο ἀναπέμπει

    指示代名詞 ἐκεῖνο は中性単数対格であり、直前の文脈に出てきた「第一哲学」(ἡ πρώτη φιλοσοφία)の学問分野、あるいはアリストテレスが第一哲学を扱う著作(『形而上学』)の考察内容を指している。形相の本質的考察が自然学の域を超え、第一哲学へと付託されることを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:227.8-228.28