- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:189.17-190.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
対立する諸原理をめぐる古代自然学者たちの相違が、優位と劣位という対立系列における照応関係によって一致へと解消されることを示し、大・小と希薄・濃厚の普遍性と知られやすさの差異を考察する。
καὶ γὰρ τὸ θερμὸν ἐν τῇ Περὶ γενέσεως ὡς τῶν ὁμοίων συγκριτικὸν κατὰ τὸ συγκριτικὸν χαρακτηρίζει. οὐ μέντοι ὑπ’ ἐκείνων μετέχεται.1 ὁ δὲ Ἀλέξανδρος τὰ μὲν εἰδικώτερα τούτων περιέχειν φησί, τὰ δὲ ὑλικώτερα περιέχεσθαι, εἰδικώτερα μὲν ἐν ταῖς προειρημέναις ἐναντιώσεσι λέγων θερμὸν ξηρὸν περιττὸν φιλίαν, ὑλικώτερα δὲ τὰ τούτοις ἀντικείμενα. καίτοι τοὺς μὲν τὰ πρότερα καὶ περιέχοντα λαμβάνειν φησί, τοὺς δὲ τὰ ὕστερα καὶ περιεχόμενα, οὐδενὸς θερμὸν καὶ ξηρὸν εἰπόντος, οὐδὲ ἄλλου πάλιν ψυχρὸν καὶ ὑγρόν, ἀλλὰ τὰ ἀντικείμενα ἅμα.2 οὕτως γὰρ ἂν τὰ ἐναντία λέγοιεν ἀρχάς, ἀλλ’ οὐκ ἐκείνως, κοινῶς μὲν ἔχοντα πάντα τὴν ἀντίθετον φύσιν, διαφέροντα δὲ τῷ τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα εἶναι. Διὸ καὶ οἱ τῶν δοξῶν τούτων προεστῶτες ταὐτὰ καὶ ἕτερα λέγουσιν, ἕτερα μὲν κατὰ τὸ προφαινόμενον, ὅτι ὁ μὲν νεῖκος καὶ φιλίαν ὁ δὲ θερμὸν καὶ ψυχρὸν καὶ ἄλλος ἄλλην τινὰ λέγει τῶν ἀντιθέσεων, καίτοι δὲ διάφορα δοκοῦντες λέγειν τὰ αὐτὰ λέγουσι, καθόσον τὰ ἀνάλογον λαμβάνουσι. δυοῖν γὰρ οὐσῶν συστοιχιῶν ἀντικειμένων τῆς μὲν κρείττονος, ἐν ᾗ ἡ φιλία καὶ περιττὸν καὶ ὑπεροχὴ καὶ μέγα καὶ μανὸν καὶ θερμόν, τῆς δὲ χείρονος, ἐν ᾗ τὰ ἐναντία τούτων, ἐκ τῆς αὐτῆς συστοιχίας, τῆς κρείττονος τὰ κρείττονα, πάντες τῆς οἰκείας ἀντιθέσεως λαμβάνουσι, καὶ ἐκ τῆς χείρονος τὰ χείρονα,3 εἰ καὶ οἱ μὲν ὁλικωτέρας καὶ περιεχούσας ἀντιθέσεις λαμβάνουσιν, οἱ δὲ μερικωτέρας καὶ περιεχομένας. ὑπεροχὴ γὰρ καὶ ἔλλειψις περιεκτικὰ μεγάλου καὶ μικροῦ καὶ ταῦτα μανοῦ καὶ πυκνοῦ καὶ ταῦτα θερμοῦ καὶ ψυχροῦ. ἀνάλογον δὲ ἔχει πρὸς ἄλληλα· ὡς γὰρ ὑπεροχὴ πρὸς ἔλλειψιν, οὕτως μέγα πρὸς μικρὸν καὶ μανὸν πρὸς πυκνὸν καὶ θερμὸν πρὸς ψυχρόν. καὶ δῆλον ὅτι βέλτιον μὲν λέγουσιν οἱ τὰ πρότερα καὶ περιεκτικώτερα τιθέντες ἀρχάς, χεῖρον δὲ οἱ τὰ περιεχόμενα καὶ προσεχέστερα· κἂν γὰρ ἄλλων ὦσιν ἀρχαὶ ταῦτα, ἀλλὰ καὶ ἀπ’ ἀρχῶν εἰσι. γνωριμώτερα δὲ κατὰ μὲν τὸν λόγον λέγουσιν οἱ τὰ νοητὰ καὶ ὁλικώτερα καὶ περιεκτικώτερα τιθέντες, γνωριμώτερα δὲ κατὰ τὴν αἴσθησιν οἱ τὰ αἰσθητὰ καὶ μερικώτερα καὶ περιεχόμενα, διότι τὸ μὲν καθόλου λόγῳ ληπτόν ἐστι, τὸ δὲ καθέκαστα αἰσθήσει. πῶς δὲ τὸ μὲν μέγα καὶ τὸ μικρὸν καθόλου καὶ κατὰ λόγον ἀρχὰς εἶναί φησι, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν τῶν καθέκαστον καὶ κατὰ τὴν αἴσθησιν; καὶ γὰρ ἑκάτερον τούτων καὶ καθόλου ἐστὶ καὶ καθέκαστον. ἢ ὅτι τὸ μὲν μανὸν καὶ πυκνὸν φυσικώτερα καὶ ὑλικώτερα ὄντα ὥσπερ καὶ τὸ θερμὸν καὶ ψυχρὸν αἰσθητὰ μᾶλλόν ἐστι καὶ διὰ τοῦτο καὶ καθέκαστα, τὸ δὲ μέγα καὶ μικρὸν ἀυλότερα μᾶλλον ὡς καὶ ἐπὶ ἀσωμάτων θεωρούμενα καὶ διὰ τοῦτο καθολικώτερά τε καὶ λόγῳ μᾶλλόν ἐστι γνωστά.
事実、彼は『生成消滅論』において、熱を同種のものを結合するものとして、結合することに従って特徴づけている。しかし熱はそれらに分有されるのではない。これに対しアレクサンドロスは、これらのうち形相的なものが包括し、質料的なものが包括されると述べており、前述の対立のうち熱、乾、奇数、愛を形相的とし、これらに対立するものを質料的と呼んでいる。だが、[アリストテレスが]ある者たちは先なる包括するものを取っており、他の者たちは後なる包括されるものを取っていると述べている一方で、誰も熱と乾を[一対として]語ったわけではなく、また他の誰かも冷と湿を[一対として]語ったのではなく、対立するものを同時に語ったのである。なぜなら、そのようにしてこそ彼らは対立するものを原理と語るであろうが、あのように[形相的同士、質料的同士を語ったので]はないからであり、すべての対立するものは共通に対立した本性を持ちながら、あるものは先であり、あるものは後であることによって異なっているのである。 それゆえ、これらの学説を首唱した者たちは同一の事柄と異なる事柄を語っている。一見したところでは異なる事柄を語っている。というのも、ある者は争いと愛を、ある者は熱と冷を、そして他の者は対立のうちの別のものを語っているからである。しかし、異なる事柄を語っているように見えながらも、彼らは照応関係にあるものを取っている限りにおいて同一の事柄を語っている。なぜなら、対立する二つの系列があり、一方は愛、奇数、超過、大、希薄、熱が属する優位な系列であり、他方はこれらに対立するものが属する劣位な系列であって、全員が自らの対立のうち、優位な系列からは優位なものを、劣位な系列からは劣位なものを同じ系列から取っているからである。たとえある者たちがより全体的で包括的な対立を取り、他の者たちがより部分的で包括される対立を取っているとしてもそうである。なぜなら超過と不足は大と小を包括し、これらは希薄と濃厚を、これらは熱と冷を包括するからである。そしてこれらは互いに照応関係にある。すなわち、超過が不足に対することと、大が小に対する、希薄が濃厚に対する、熱が冷に対することは同じだからである。そして明らかに、先なる包括的なものを原理として措定する者たちはより良く語っており、包括される近接的なものを措定する者たちはより劣って語っている。なぜなら、これら[近接的なもの]が他のものの原理であるとしても、これら自身もまた諸原理から生じているからである。他方、知的でより全体的かつ包括的なものを措定する者たちはロゴスにおいてより知られやすいものを語っており、感覚的でより部分的かつ包括されるものを措定する者たちは感覚においてより知られやすいものを語っている。というのも、普遍的なものはロゴスによって把握され、個々の事物は感覚によって把握されるからである。 では、いかにして[アリストテレスは]大と小を普遍的でありロゴスに従う原理であるとし、希薄と濃厚を感覚に従う個々の事物に属するものであると語るのであろうか。なぜなら、これらのいずれも普遍的でもあれば個々の事物でもあるからである。あるいは、希薄と濃厚は、熱と冷と同様により自然学的かつ質料的であるためにより感覚的であり、このゆえに個々の事物でもあり、大と小は非物体的なものにおいても観取されるがゆえにより非質料的であり、このゆえにより普遍的かつロゴスによってより知られやすいからであろうか。
- 1.43οὐ μέντοι ὑπ’ ἐκείνων μετέχεται.
主語は直前の文の目的語である τὸ θερμόν であり、ἐκείνων は前チャンク末尾で言及された知的原理群(νείκους καὶ φιλίας καὶ ἀρτίου καὶ περιττοῦ)を指す。「熱がそれらの知的なものに分有されるのではなく、熱がそれらを分有する」という文脈(直前の θερμὸν γὰρ ... μετέχει νείκους κτλ.)を受けた受動構文。
- 1.43καίτοι τοὺς μὲν τὰ πρότερα καὶ περιέχοντα λαμβάνειν φησί, τοὺς δὲ τὰ ὕστερα καὶ περιεχόμενα, οὐδενὸς θερμὸν καὶ ξηρὸν εἰπόντος, οὐδὲ ἄλλου πάλιν ψυχρὸν καὶ ὑγρόν, ἀλλὰ τὰ ἀντικείμενα ἅμα.
構文の骨格は καίτοι ... φησί(アリストテレスが述べる)に対格不定詞構文 τοὺς μὲν ... λαμβάνειν が続き、これに対して付帯状況・対比を示す独立属格 οὐδενὸς ... εἰπόντος ... ἀλλὰ τὰ ἀντικείμενα ἅμα が配置されている。アレクサンドロスが形式的/質料的の軸で対立項を組み替えたことに対し、各学派は温と乾を組にしたのではなく、互いに対立する二項(温と冷、乾と湿など)を組として原理に立てたのだという事実を対置して批判している。
- 1.43δυοῖν γὰρ οὐσῶν συστοιχιῶν ἀντικειμένων τῆς μὲν κρείττονος ... τῆς δὲ χείρονος ... ἐκ τῆς αὐτῆς συστοιχίας, τῆς κρείττονος τὰ κρείττονα, πάντες τῆς οἰκείας ἀντιθέσεως λαμβάνουσι, καὶ ἐκ τῆς χείρονος τὰ χείρονα
独立属格 δυοῖν ... οὐσῶν συστοιχιῶν ἀντικειμένων(二つの対立する系列が存在する中で)の内部に、同格的な属格 τῆς μὲν κρείττονος ... τῆς δὲ χείρονος が置かれる。主節は πάντες ... λαμβάνουσι(全員が取る)であり、その目的語は属格名詞句 τῆς οἰκείας ἀντιθέσεως(「各自の固有の対立項のうち」という部分属格)にかかる対格 τὰ κρείττονα および τὰ χείρονα である。
