← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§16.20-18.5

普遍と全体の関係および名称と定義による認識

シンプリキオスは全体と普遍の類似性、名称と定義(円の例)、および幼児の認識の進展というアリストテレスの比喩を解説し、公理を普遍と呼ぶアレクサンドロスの所説に言及した上で、全体と普遍の差異およびそれらの二重の認識様態について考察を加えている(184a16)。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.2#2

ἔοικε δὲ τὸ καθόλου τῷ ὅλῳ κατὰ τὸ συγκεχυμένην ἔχειν ἐν ἑαυτῷ τῶν συντιθέντων αὐτὸ πολλῶν τὴν διάρθρωσιν1 ὡς ἐν τῷ ὅλῳ τὰ μέρη· καὶ γὰρ ἐν τῷ ζῴῳ ἀδιόριστος ἡ τῶν εἰδῶν τοῦ ζῴου διαφορά· καὶ τὸ καθόλου οὖν ὡς σύνθετον κατὰ τὸ συγκεχυμένον γνωριμώτερον ἡμῖν ἐστι καὶ ὡς πρὸς ἡμᾶς πρῶτον κατὰ τὴν γνῶσιν, ὥσπερ τῇ φύσει καὶ τοῦτο ὕστερον, εἴπερ ἐπιγέννημά ἐστι τῶν καθέκαστα. τῇ γὰρ φύσει σαφέστερα καὶ γνωριμώτερα τὰ ἁπλούστερά ἐστιν ὡς εἰλικρινῆ καὶ ἄμικτα· διὸ καὶ ἡ διαλεκτικὴ ἐπιστήμη αὐτὸ ἕκαστον ὅτι ποτέ ἐστιν ἐπισκοπεῖν εἴθισται ἐπὶ ἁπλῶν τῶν εἰδῶν φιλοσοφοῦσα, ἅτε τῇ φύσει τῶν ὄντων συμπροϊοῦσα, καθ’ ἣν γνωριμώτερα καὶ φανερώτερα τὰ ἁπλούστερα τῶν συνθέτων καὶ τὰ εἰλικρινῆ τῶν συγκεχυμένων. Ὅτι δὲ γνωριμώτερον ἡμῖν τὸ ἀδιόριστον καὶ συγκεχυμένον οἷον τὸ ὅλον δοκεῖ, πιστοῦται2 τὸ μὲν ὄνομα ἕκαστον ὡς ὅλον τι λαβών, τὸν δὲ τοῦ ὀνόματος ὁρισμὸν ὡς τὴν διάρθρωσιν τῶν τοῦ ὀνόματος μερῶν καὶ στοιχείων παραδιδόντα. δῆλον γὰρ ὅτι ἡ μὲν κατὰ τὸ ὄνομα γνῶσις τοῦ κύκλου πρόχειρος καὶ τοῖς πολλοῖς ἐστιν, ὁ δὲ τοῦ κύκλου ὁρισμός, ὅτι ἔστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀπὸ ἑνὸς σημείου πᾶσαι αἱ προσπίπτουσαι [πρὸς τὴν τοῦ κύκλου περιφέρειαν] ἴσαι ἀλλήλαις εἰσίν, οὗτος δὴ ὁ ὁρισμὸς οὐκέτι πρόχειρος πᾶσι τὰ καθέκαστα τοῦ κύκλου παραδιδοὺς καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ στοιχείοις ἐπεξιών. ἀλλὰ τοῦτο μὲν ὡς πρὸς τὸ σύνθετον καὶ ὅλον οἰκείως ἔχει τὸ παράδειγμα· συνήρηται γὰρ καὶ συγκέχυται ἐν τῷ ὀνόματι ὡς ἐν ὁλότητι μιᾷ τὰ ἐν τῷ ὁρισμῷ πάντα μέρη καὶ στοιχεῖα· οὐκέτι δὲ τῷ καθόλου προσέοικε. τὸ μὲν γὰρ καθόλου ἑκάστῳ τῶν συμπληρούντων αὐτὸ ἐφαρμόττει (ζῷον γὰρ καὶ ἄνθρωπος καὶ ἵππος), τὸ δὲ ὄνομα πρὸς πάντα μὲν ἅμα τὰ ἐν τῷ ὁρισμῷ περιλαμβανόμενα ἐφαρμόττει, οὐκέτι δὲ καὶ πρὸς ἕκαστον· οὐ γὰρ τὸ σχῆμα κύκλος οὐδὲ τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον οὐδὲ ἄλλο τι ἓν ἢ πλείονα τῶν ἐν τῷ ὁρισμῷ περιλαμβανομένων, εἰ μὴ πάντα ἅμα. διὸ τὸ δεύτερον ἐπήγαγε παράδειγμα τὸ ἐπὶ τῆς καθ’ ἡλικίαν προκοπῆς θεωρούμενον. οἱ γὰρ νήπιοι παῖδες ὁλοσχερῆ καὶ συγκεχυμένην ἔτι τὴν γνῶσιν ἔχοντες πάντας τοὺς ἄνδρας πατέρας καὶ τὰς γυναῖκας μητέρας καλοῦσι· προϊόντος δὲ τοῦ χρόνου διαρθροῦσι τὸ ὁλοσχερὲς εἰς τὸ μερικὸν ἴδιον καὶ οὕτω τὴν ἀκριβῆ τῶν γεννησάντων αὐτοὺς λαμβάνουσιν εἴδησιν. ὥστε καὶ ἡμεῖς, ἕως ἂν τῷ ὁλοσχερεῖ καὶ συγκεχυμένῳ τῶν αἰσθητικῶν γνώσεων ἑπόμενοι τὰ πράγματα διαγινώσκωμεν, παίδων νηπίων οὐδὲν ἀπεοίκαμεν πατέρας πάντας τοὺς προστυγχάνοντας καλούντων· ὅταν δὲ ἀπὸ τῶν συγκεχυμένων ἐπὶ τὰ εἰλικρινῆ καὶ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ καὶ στοιχειώδη προέλθωμεν, τότε ἂν εἴημεν ἐγγυτέρω προσιόντες τῇ ἐπιστήμῃ, ἅτε μὴ μόνον τὰ κατ’ αἴσθησιν γνωστὰ ἀλλὰ καὶ τὰ κατὰ λόγον γνωρίζοντες καὶ μὴ μόνον τὰ σύνθετα ἀποτελέσματα ἀλλὰ καὶ τὰ αἰτιώδη τούτων στοιχεῖα. “ἐλέγετο δέ, φησὶν ὁ Ἀλέξανδρος, δύνασθαί τινα λέγεσθαι καθόλου ὑπ’ αὐτοῦ νῦν καὶ τὰ ἀξιώματα,3 οἷς πρὸς ἅπαντα μὲν τὰ δεικνύμενα χρώμεθα διὰ τὸ εἶναι ἐναργῆ, οὐδενὸς δὲ τῶν δι’ αὐτῶν δεικνυμένων ἐστὶν ἴδια· ὁποῖά ἐστι τὸ ἐπὶ παντὸς τὴν φάσιν ἢ τὴν ἀπόφασιν, κἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα. ταῦτα γὰρ τῷ πρὸς πολλὰ εἶναι χρήσιμα καθόλου τέ ἐστι καὶ ἕκαστον τῶν ὑπ’ αὐτῶν περιέχεται. ἡ μὲν οὖν ὅλη τῶν εἰρημένων ἐν τῷ προοιμίῳ διάνοια καὶ τάξις αὕτη. Ἐπιστῆσαι δὲ ἐν αὐτοῖς ἄξιον πρῶτον μὲν ὅτι4 τοῖς προκειμένοις οἰκεῖον τὸ τοῦ ὅλου καὶ συνθέτου ἀλλ’ οὐχὶ τὸ τοῦ καθόλου παράδειγμα. οὐ γὰρ ὡς ἐκ στοιχείων τῶν καθέκαστα σύγκειται τὸ καθόλου, ὥσπερ τὸ ὅλον καὶ τὸ σύνθετον· οὐδὲν γὰρ στοιχεῖον τὴν τοῦ συνθέτου κατηγορίαν ἐπιδέχεται, ὥσπερ τὰ καθέκαστα τὴν τοῦ καθόλου. Δεύτερον δὲ ἐπιστάσεως ἄξιον, ὅτι διττή ἐστι τοῦ ὅλου καὶ τοῦ καθόλου ἡ γνῶσις ὥσπερ καὶ τοῦ ὀνόματος, ἡ μὲν ὁλοσχερὴς καὶ συγκεχυμένη καὶ κατὰ ψιλὴν ἔννοιαν τοῦ γνωστοῦ γινομένη, ἥτις καὶ παχυτέρα ἐστὶ τῆς κατὰ τὸν ὁρισμὸν γνώσεως· ἡ δὲ συνῃρημένη καὶ ἡνωμένη καὶ 〈τὰ〉 κατὰ μέρος περιειληφυῖα νοερά τις αὕτη καὶ ἁπλῆ καὶ φανταστικὴ δὲ μᾶλλον ἐκείνης καὶ ἀπεστενωμένη· καὶ ἡ μὲν τοῖς πολλοῖς συνήθης [ἡ ὁλοσχερής], ἡ δὲ τοῖς ἀκροτάτοις.

そして普遍は、全体の中に諸部分があるように、自身を構成する多くのものの分節を自己のうちに混然としたかたちで持っている点において、全体に似ている。というのも、動物においては動物の諸種の差異は未規定だからである。したがって普遍もまた、混然としているという点において複合的なものとして私たちにとってより知られやすく、私たちとの関係においては認識において第一のものであるが、もしそれが個々のものの派生物であるならば、これもまた本性上は後続するものである。なぜなら本性上は、より単純なものが混じりけなく純粋であるゆえに、より明瞭であり、より知られやすいからである。それゆえ弁証術の学知もまた、事物の本性と歩みを共にするものとして、単純なエイドスに基づいて探求しつつ、個々のものそれ自体が何であるかを考察するのを常とする。その本性に従えば、より単純なものは複合的なものよりも、純粋なものは混然としたものよりも、より知られやすく明白だからである。 そして、全体のような未規定で混然としたものが私たちにとってより知られやすいと思われるということを、彼は、個々の名称をある種の全体として受け取り、その名称の定義を名称の諸部分と構成要素の分節を伝えるものとして受け取ることで確証している。なぜなら、名称による円の認識は多くの人々にとっても身近であるが、円の定義、すなわち「一つの線によって囲まれた平面図形であり、その線に対して[円の円周に対して]一つの点から引かれたすべての直線が互いに等しいもの」というこの定義は、もはや万人に身近なものではなく、円の個々の詳細を伝え、その諸部分と構成要素を詳しくたどるものだからである。だが、この例は複合的なものや全体に対しては適切に当てはまる。定義の中のすべての部分と構成要素が、一つの全体におけるように名称の中に包括され混然となっているからである。しかし普遍にはもはや類似していない。というのも、普遍はそれを満たす個々のものに適用されるが(人間も動物であり、馬も動物である)、名称は定義の中に含まれるすべてのものに対しては同時に適用されるものの、もはや各々に対して適用されるのではないからである。実際、図形が円なのでもなく、一つの線によって囲まれていることが円なのでもなく、定義に含まれるもののうちの一つのものあるいは幾つかのものが円なのでもなく、すべてが同時にあって初めて円なのである。それゆえ彼は、年齢に伴う進歩において観察される第二の例を付け加えた。なぜなら幼い子供たちは、まだ大まかで混然とした認識をもっているため、すべての男性を父親と呼び、女性を母親と呼ぶからである。しかし時間が進むにつれて、彼らはその大まかな認識を個別的な固有性へと分節し、このようにして自らを生んだ親についての正確な知見を得るのである。したがって私たちもまた、感覚的な認識の大まかで混然としたものに従って事物を識別しているかぎりは、出くわす者すべてを父親と呼ぶ幼い子供たちと何ら異なるところがない。しかし、混然としたものから純粋なものへと、また複合的なものから単純で構成要素的なものへと進むとき、そのとき私たちは学知へとより近く進み寄っていることになろう。感覚によって知られうるものだけでなく理性によって知られうるものをも認識し、複合的な結果だけでなくそれらの原因となる構成要素をも認識しているからである。 アレクサンドロスは言う、「さらに、今や彼によって公理もまたある種の普遍として言われうると述べられていた。公理は明白であることによって論証されるすべてのものに対して用いられるが、それらを通じて論証されるもののいずれにも固有ではない。例えば、あらゆるものについて肯定か否定かのいずれかが成り立つということや、等しいものから等しいものが引かれるならば残るものも等しいということがそうである。というのも、これらは多くのものに対して有用であることによって普遍的であり、個々のものがこれらに包摂されるからである。」 さて、序論において語られたことの全体的な趣旨と秩序は以上のものである。そしてこれらにおいて留意すべきこととして、第一に、提示された論題に適切なのは全体と複合体の例であって、普遍の例ではないということである。なぜなら、普遍は全体や複合体のように個々のものという構成要素から合成されているのではないからである。構成要素はいずれも複合体の述語付けを受け入れないが、個々のものは普遍の述語付けを受け入れるのである。第二に留意すべきことは、名称の認識と同様に、全体と普遍の認識も二重であるということである。一方は大まかで混然としており、知られるものの単なる概念に基づいて生じるもので、定義に基づく認識よりも粗雑なものである。他方は包括的かつ統一されており、個別の諸規定を包み込んだもので、知性的かつ単純であり、前者よりも直観的で引き締まったものである。そして前者は多くの人々に馴染みのものであるのに対し、後者は極致に達した者たちのものである。

構文注4 件
  1. 1.2τὸ συγκεχυμένην ἔχειν ἐν ἑαυτῷ τῶν συντιθέντων αὐτὸ πολλῶν τὴν διάρθρωσιν

    前置詞句 κατὰ τὸ ... ἔχειν(「…を持っている点において」)の枠組みの中で、διάρθρωσιν が不定詞 ἔχειν の直接目的語であり、述語的形容詞 συγκεχυμένην(「混然としたかたちで」)によって修飾されている。属格句 τῶν συντιθέντων αὐτὸ πολλῶν は διάρθρωσιν に掛かる客体属格ないし所属属格であり、冠詞と名詞の組み合わせ τὴν διάρθρωσιν の前に挿入される倒置構文(hyperbaton)を形成している。

  2. 1.2Ὅτι δὲ γνωριμώτερον ἡμῖν τὸ ἀδιόριστον καὶ συγκεχυμένον οἷον τὸ ὅλον δοκεῖ, πιστοῦται

    主動詞 πιστοῦται(中間態「彼は確証している」)の主語は文脈上アリストテレスである。冒頭の ὅτι 節(Ὅτι δὲ ... δοκεῖ)は確証の対象となる命題を表す名詞節(目的語節)として機能している。続く分詞 λαβών と παραδιδόντα は確証を行う具体的な論証手段を説明している。

  3. 1.2ἐλέγετο δέ, φησὶν ὁ Ἀλέξανδρος, δύνασθαί τινα λέγεσθαι καθόλου ὑπ’ αὐτοῦ νῦν καὶ τὰ ἀξιώματα

    非人称の過去形 ἐλέγετο(「…と言われていた」)に導かれた間接話法構文。δύνασθαι の下で受動態不定詞 λέγεσθαι が補足不定詞として機能し、その意味上の主語は καὶ τὰ ἀξιώματα(「公理もまた」)である。不定代名詞の対格 τινα は、行為者(それは ὑπ’ αὐτοῦ によって明示されている)ではなく、副詞的・内分対格として「ある意味で / ある種のものとして」を表すか、あるいは ἀξιώματα に掛かる限定辞(「ある種の公理もまた」)として解釈される。

  4. 1.2Ἐπιστῆσαι δὲ ἐν αὐτοῖς ἄξιον πρῶτον μὲν ὅτι ... Δεύτερον δὲ ἐπιστάσεως ἄξιον, ὅτι

    シンプリキオスによる二つの批判的考察(ἐπιστάσεις)を導入する構文的枠組み。第一の考察では能動アオリスト不定詞 ἐπιστῆσαι が ἄξιον [ἐστί] の主語として働き(「…に注意を向けることが価値がある」)、内容を示す ὅτι 節を従える。第二の考察ではこれを名詞 ἐπιστάσεως に言い換えた属格支配の述語構文(ἐπιστάσεως ἄξιον [ἐστί])を用い、同様に ὅτι 節を導入している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:16.20-18.5