← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§1323.34-1325.14

有限な大きさにおける無限の力の否定と論証批判

シンプリキオスはアリストテレス『自然学』266a24の「有限な大きさに無限の力は存在しえない」という論証を解説し、無限の力が有限な時間で動かすと仮定すると有限な力も同一時間を達成できるという背理法を説明した上で、その論証の順序に対するアレクサンドロスの批判を紹介する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.102#1

" Ὅτι δὲ ὅλως οὐκ ἐνδέχεται ἐν πεπερασμένῳ μεγέθει ἕως τοῦ οὐδὲν ἄρα πεπερασμένον ἐνδέχεται ἄπειρον δύναμιν ἔχειν." Προθέμενος δεῖξαι, ὅτι τὸ τὴν ἀΐδιον κίνησιν προσεχῶς κινοῦν (τοῦτο γάρ ἐστι τὸ πρώτως κινοῦν) πρὸς τῷ ἀκίνητον εἶναι καὶ ἀμερὲς καὶ ἀμέγεθές ἐστι, καὶ ἔχων δεδειγμένον, ὅτι ἄπειρον μέγεθος οὐδὲ ἔστιν ὅλως ἐν τοῖς οὖσιν, ἔδειξε πρῶτον, ὅτι πεπερασμένον αὐτὸ μέγεθος εἶναι πεπερασμένην ἔχον δύναμιν ἀδύνατον· τὸ γὰρ τοιοῦτον οὐχ οἷόν τε κίνησιν ἀΐδιον κινεῖν. λοιπὸν οὖν ἦν δεῖξαι, ὅτι οὐδὲ πεπερασμένον μέγεθος αὐτὸ δυνατὸν εἶναι ἄπειρον ἔχον δύναμιν, ὅπερ οὐκ ἐπὶ μόνου τοῦ πρώτως κινοῦντος, ἀλλὰ καθόλου δείκνυσιν, ὅτι ὅλως οὐκ ἐνδέχεται ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν. δείκνυσι δὲ τοῦτο προλαβὼν ἀξίωμα ὡς ἐναργές, ᾧ καὶ πρότερον ἐχρήσατο, ὅτι τὸ τὴν μείζονα καὶ πλείονα δύναμιν ἔχον τὸ αὐτὸ ἐν ἐλάττονι χρόνῳ κινεῖ τῆς ἐλάττονος δυνάμεως.1 τὸ οὖν ὑπὸ τῆς πεπερασμένης δυνάμεως κινούμενον, καὶ ὑπὸ τῆς ἀπείρου κινοῖτο ἂν 〈ἐν〉 ἐλάττονι χρόνῳ οὔσης γε πλείονος· ταῦτα οὖν ὡς ἐναργῆ προλαβὼν δείκνυσιν, ὅτι τῷ λέγοντι ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν, ἀκολουθήσει τι τοῖς ἠξιωμένοις ἐναντίον· τὸ γὰρ ὑπὸ τῆς πεπερασμένης δυνάμεως κεκινημένον ὑπὸ τῆς ἀπείρου οὐ κινηθήσεται, ὡς δείξει· ἔκειτο δὲ τὸ ὑπὸ τῆς ἐλάττονος δυνάμεως κινούμενον καὶ ὑπὸ τῆς μείζονος κινεῖσθαι καὶ ἐν ἐλάττονι χρόνῳ. ὅτι δὲ τὸ ὑπὸ τῆς πεπερασμένης δυνάμεως κινούμενον ὑπὸ τῆς ἀπείρου οὐ κινηθήσεται, δείκνυσιν εἰς ἀδύνατον ἀπάγων τὸ 〈τὸ〉 αὐτὸ ἐν ἴσῳ χρόνῳ ὑπὸ τῆς ἀπείρου δυνάμεως κινεῖσθαι καὶ ὑπὸ τῆς πεπερασμένης· ἀδύνατον δὲ τοῦτο, εἴπερ ὡμολόγηται, ὅτι ἡ μείζων δύναμις τὸ αὐτὸ ἐν ἐλάττονι κινεῖ χρόνῳ. εἰπὼν οὖν ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα, ἐν ᾧ ἡ ἄπειρος δύναμις κινήσει (ὡς γὰρ τῆς ἀπείρου δυνάμεως οὐκ ἔστι λόγος πρὸς οὐδεμίαν πεπερασμένην, οὕτως οὐδὲ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ ἡ ἄπειρος κινήσει, πρὸς τὸν χρόνον, ἐν ᾧ ἡ πεπερασμένη), εἰ οὖν παντὸς χρόνου πεπερασμένου πρὸς πάντα πεπερασμένον λόγος ἐστίν, οὐδεὶς ἂν εἴη χρόνος, ἐν ᾧ ἡ ἄπειρος κινήσει. καὶ τὸ ἑπόμενον τούτῳ ἄτοπον παραλιπών (εἰ γὰρ μὴ ἐν χρόνῳ οὐδὲ κινεῖ ὅλως οὐδὲ ἔστι κινητικὴ ἡ ἄπειρος ἐκείνη δύναμις, ὅτι ἐν οὐδενὶ χρόνῳ) δείκνυσι τὸ ἀντικείμενον ὑποθέμενος2 τὸ ἐν χρόνῳ κινεῖν. ἔστω γάρ, φησί, χρόνος ὁ Α, ἐν ᾧ τὸ πεπερασμένον ἀπείρῳ δυνάμει κινεῖ τι καὶ μεταβάλλει· τὸ δὴ πεπερασμένην ἔχον δύναμιν τὸ αὐτὸ κινήσει ἐν πλείονι χρόνῳ τῷ ΑΒ. ἐὰν οὖν τὸ τὴν πεπερασμένην ἔχον δύναμιν διπλασιάσωμεν, δῆλον ὅτι τὸ αὐτὸ ἐν ἐλάττονι χρόνῳ τοῦ ΑΒ μεταβάλλει, ὁμοίως δὲ κἂν αὐξηθῇ, πάλιν ἐν ἐλάττονι, καὶ ἀεὶ οὕτως αὐξόντων ἡμῶν καὶ διπλασιαζόντων τὸ μέγεθος καὶ τὴν δύναμιν κατὰ λόγον, ὁ χρόνος μειωθήσεται· προστιθέντες δὲ ἀεὶ τῷ μεγέθει καὶ ἀφαιροῦντες τοῦ χρόνου, ἐλευσόμεθά ποτε εἰς τὸν Α χρόνον, ἐν ᾧ τὸ αὐτὸ τοῦτο ἔκειτο κινεῖσθαι ὑπὸ τῆς ἀπείρου δυνάμεως· ἐν ἴσῳ ἄρα χρόνῳ τὸ αὐτὸ ἡ πεπερασμένη δύναμις τῇ ἀπείρῳ κινήσει· τῷ γὰρ διπλασίῳ αὐξομένη ἡ δύναμις ἀεὶ πεπερασμένη μένει τῷ πᾶν τὸ τοῦ πεπερασμένου διπλάσιον πεπερασμένον εἶναι. εἰ οὖν τοῦτο ἄτοπον τὸ τὴν πεπερασμένην δύναμιν καὶ τὴν ἄπειρον ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ κινεῖν, καὶ ἠκολούθησε τὸ ἄτοπον τῷ τὴν ἄπειρον δύναμιν ἐν χρόνῳ τινὶ κινεῖν·3 ᾧ δὲ ἄτοπόν τι καὶ ἀδύνατον ἀκολουθεῖ, καὶ αὐτὸ ἄτοπον καὶ ἀδύνατόν ἐστιν· ἐν οὐδενὶ ἄρα χρόνῳ ἡ ἐν τῷ πεπερασμένῳ δύναμις ἄπειρος κινήσει· οὐδὲ κινήσει ἄρα· ὥστε οὐδὲ ἔσται δύναμις κινητικὴ ἄπειρος ἐν πεπερασμένῳ· εἰ γὰρ ἦν, ἐκίνει καὶ ἐν χρόνῳ ἐκινεῖτο τὸ κινούμενον. Ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ὅτι “οὐχ οὕτως, ὡς Ἀριστοτέλης ὑπέθετο, ὑπὸ τοῦ τὴν ἄπειρον δύναμιν ἔχοντος ἄρχεσθαι χρὴ τοῦ κινοῦντος ἐν τῷ Α χρόνῳ τόδε τι τὸ κινούμενον καὶ συνάγειν, ὡς αὐτὸς ἐποίησεν, ὅτι καὶ ὑπὸ τοῦ τὴν πεπερασμένην ἔχοντος δύναμιν τὸ αὐτὸ κινηθήσεται ἐν ἴσῳ χρόνῳ. εἰ γὰρ οὕτω, φησί, λαμβάνοιτο, ἔνστασιν ἕξει ὡς οὐκ ἀληθές· οὐ γὰρ συγχωρήσει τις δύνασθαι τὸ κεκινημένον ὑπὸ τῆς ἀπείρου δυνάμεως καὶ ὑπὸ τῆς πεπερασμένης κινηθῆναι.

「有限な大きさの中に[無限の力があることは]全くありえないということから、したがっていかなる有限なものも無限の力を持ちえないということまで。」 永遠の運動を直接に動かすもの(これこそが第一の動者である)は、不動であることに加えて、部分をもたず大きさをもたないことを示そうと意図し、また無限の大きさなるものは実在するものの中にそもそもまったく存在しないことが証明済みであったため、[アリストテレスは]第一に、それが有限な大きさであって有限な力を持つということはありえないと示した。なぜなら、そのようなものは永遠の運動を動かすことができないからである。したがって残されたのは、それが有限な大きさであって無限の力を持つこともありえないと示すことであったが、彼はこのことを第一の動者についてだけでなく、一般的に、有限な大きさの中に無限の力が存在することはまったくありえないとして証明する。そして彼は、以前にも用いた明白な公理をあらかじめ認めた前提として取ることによってこのことを示す。すなわち、より大きくてより多くの力を持つものは、より小さい力[が動かす]よりも少ない時間において同じものを動かす、という公理である。それゆえ、有限な力によって動かされるものは、無限の力(それはより大きいものである以上)によっても、より少ない時間において動かされるであろう。そこで彼は、これらを明白なものとして前提した上で、有限な大きさの中に無限の力が存在すると主張する者には、公理として認められた事柄に反する何らかの事柄が帰結するであろうことを示す。なぜなら、彼が示すように、有限な力によって動かされたものは、無限の[力]によっては動かされないことになるからである。しかし、より小さい力によって動かされるものは、より大きい力によっても、しかもより少ない時間において動かされる、と設定されていたのである。そして有限な力によって動かされるものが無限の[力]によっては動かされないということを、彼は、同じものが無限の力によっても有限の[力]によっても等しい時間において動かされるという不可能な結論へと導くことによって示す。そして、もしより大きな力は同じものをより少ない時間において動かすということが合意されているならば、このことは不可能である。そこで彼は、「しかし無限の力が動かす時間などはいかなるものもありえない」と言い(なぜなら、無限の力にはいかなる有限な[力]に対しても比率が存在しないのと同様に、無限の[力]が動かす最小の時間にも、有限の[力]が[動かす]時間に対する比率が存在しないからである。それゆえ、もしすべての有限な時間にはすべての有限な[時間]に対する比率が存在するならば、無限の[力]が動かす時間はいかなるものも存在しないことになるであろう)、そしてこのことに伴う不条理を脇に置いて(なぜなら、もし時間において[動かすので]ないならば、その無限の力はまったく動かしもしないし、動かす力でもないことになる、というのも時間なしには[動かしえない]からである)、[彼は]時間において動かすという反対のことを仮定して示すのである。すなわち、彼が言うには、有限なものが無限の力によってあるものを動かし変化させる時間を Α とせよ。すると、有限な力を持つものは同じものを、より多くの時間 ΑΒ において動かすであろう。それゆえ、もし私たちが有限な力を持つものを二倍にするならば、それは明らかに ΑΒ より少ない時間において同じものを変化させ、同様に増大されるとしても再びより少ない[時間]において[変化させる]であろう。そして私たちがそのように大きさと力を比例して常に増大させ二倍にしていくにつれて、時間は減少するであろう。そして私たちが大きさに常に加え、時間から差し引いていくことによって、この同じものが無限の力によって動かされると設定されていたところの時間 Α にいつかは達するであろう。したがって、有限な力は無限の[力]と等しい時間において同じものを動かすことになるであろう。なぜなら、二倍にされて増大する力は、有限なものの二倍はすべて有限であることにより、常に有限にとどまるからである。それゆえ、もし有限な力と無限の力が同じものを等しい時間において動かすというこのことが不条理であり、かつこの不条理が、無限の力がある時間において動かすということから帰結したのであるならば(そして、不条理で不可能な事柄が帰結するところのもの、それ自身もまた不条理で不可能である)、有限なものの中にある無限の力はいかなる時間においても動かさないであろう。したがって動かしもしないであろう。それゆえ有限なものの中には無限の動かす力は存在しないであろう。なぜなら、もし存在するならば、それは動かしていたであろうし、動かされるものは時間において動かされていたであろうからである。 他方、アレクサンドロスは次のように注意を促している。「アリストテレスが仮定したように、時間 Α においてこの特定の動かされるものを動かす、無限の力を持つものから論証を始め、そして彼自身が行ったように、有限の力を持つものによっても同じものが等しい時間において動かされるであろうと帰結させてはならない。なぜなら彼が言うには、もしそのように取られるならば、真実ではないとして反論を受けるからである。というのも、無限の力によって動かされたものが有限の力によっても動かされうるとは、誰も認めないであろうからである。」

構文注3 件
  1. 8.102τὸ τὴν μείζονα καὶ πλείονα δύναμιν ἔχον τὸ αὐτὸ ἐν ἐλάττονι χρόνῳ κινεῖ τῆς ἐλάττονος δυνάμεως

    τῆς ἐλάττονος δυνάμεως は比較級 ἐν ἐλάττονι χρόνῳ に呼応する比較の属格であるが、意味上は「より小さい力の時間よりも」という短縮比較(comparatio compendiaria)をなしている。主語 τὸ ... ἔχον と直接比較されるのではなく、より小さい力が同一の対象を動かすのに要する時間との比較を表す。

  2. 8.102εἰπὼν οὖν ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα ... καὶ τὸ ἑπόμενον τούτῳ ἄτοπον παραλιπών ... δείκνυσι τὸ ἀντικείμενον ὑποθέμενος

    主節の主動詞は δείκνυσι であり、分詞 εἰπών と παραλιπών が主語(アリストテレス)にかかる構造。εἰπὼν の目的語となる引用・解説(ἀλλὰ μὴν... ἐν ᾧ ἡ ἄπειρος κινήσει)と、παραλιπών に続く挿入句(εἰ γὰρ μὴ ἐν χρόνῳ...)が長大に挟み込まれているため離隔が生じているが、骨格は「〜と言って、〜を脇に置いて、反対のことを仮定して示す」という展開である。

  3. 8.102καὶ ἠκολούθησε τὸ ἄτοπον τῷ τὴν ἄπειρον δύναμιν ἐν χρόνῳ τινὶ κινεῖν

    定冠詞中性単数与格 τῷ に導かれる動名詞的対格不定詞句(τὴν ἄπειρον δύναμιν ἐν χρόνῳ τινὶ κινεῖν)は、動詞 ἀκολουθέω が取る与格補語として機能し、「無限の力がある時間において動かすということに[不条理が]伴った」という前提・条件を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1323.34-1325.14