← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§1315.5-1316.23

円運動の単一性と連続性の原因

アリストテレスが『自然学』第8巻第9章(265a27)において、円運動が単一かつ連続的でありうるのに対し、直線運動がそうではない理由を論じた箇所を注解する。シンプリキオスは、直線においては始点・中間・終点が現実態として明確に区別されているのに対し、円においてはそれらが可能態としてのみ存在し、かつ中心という内部の基準点によって運動が場所を変えずに連続的に保持される仕組みを解き明かす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.96

" Εὐλόγως δὲ συμβέβηκε τὸ τὴν κύκλῳ μίαν εἶναι καὶ συνεχῆ ἕως τοῦ ἀεί τε ἠρεμεῖ πως τὸ ὅλον καὶ κινεῖται συνεχῶς." Δείξας τὴν κύκλῳ κίνησιν μίαν καὶ συνεχῆ καὶ ἀίδιον εἶναι δυναμένην, τὴν δὲ ἐπ’ εὐθείας μήτε συνεχῆ μήτε ἀίδιον δυναμένην εἶναι, τὴν αἰτίαν ἑκατέρου τὴν κυριωτάτην ἐν τούτοις ἐξέφηνε. τῆς μὲν γὰρ ἐπ’ εὐθείας, φησί, κινήσεως διώρισται κατ’ ἐνέργειαν ἡ ἀρχὴ καὶ τὸ τέλος καὶ τὸ μέσον, ἐπειδὴ καὶ ἐπὶ τῆς εὐθείας, ἐφ’ ἧς ἡ κίνησις, διώρισται ταῦτα καὶ πάντα ἐστὶ κατ’ ἐνέργειαν. ἡ γὰρ πεπερασμένη εὐθεῖα ἀρχὴν ἔχει καὶ τέλος καὶ μέσον, ὥστε καὶ τὸ κινούμενον ἐπ’ αὐτῆς καὶ ὅθεν ἄρξεται τῆς κινήσεως ἔχει τὴν ἀρχὴν τῆς εὐθείας καὶ ὅπου τελευτήσει τὸ πέρας· ὥστε καὶ περανθήσεται διὰ τοῦτο ἡ κίνησις. πρὸς γὰρ τοῖς πέρασιν ἠρεμεῖ τὰ κινούμενά ποθέν ποι τῆς κινήσεως συμπερανθείσης ἢ πρὸ τῆς ἀρχῆς. ἡ δὲ κύκλῳ κίνησις οὐκ ἔχει διωρισμένα ἀπ’ ἀλλήλων τὴν ἀρχὴν καὶ τὸ τέλος, ὅτι μηδὲ ὁ κύκλος· οὐδὲν γὰρ μᾶλλον τοδὶ τὸ σημεῖον ἐπ’ αὐτοῦ ἢ ἄλλο ὁτιοῦν ἀρχή ἐστιν ἢ μέσον ἢ πέρας. ὥστε εἰ μηδὲν κεκώλυται πάντα μέσα εἶναι οὐκ ἐνεργείᾳ ἀλλὰ δυνάμει,1 καὶ μηδὲν ἠνάγκασται αὐτῶν πέρας ἢ ἀρχὴ κατ’ ἐνέργειαν εἶναι ὡς ἐπὶ τῆς εὐθείας, ἀλλὰ πάντα δυνάμει, ὡς ἐπὶ τῆς εὐθείας τὰ μεταξὺ τῆς ἀρχῆς καὶ τοῦ πέρατος, τὸ κινούμενον ὥσπερ ἐπὶ τῶν μεταξὺ τῆς εὐθείας δυνατὸν συνεχῶς κινεῖσθαι διὰ τὸ μὴ εἶναι ἀρχὴν ἢ μέσον ἢ πέρας κατ’ ἐνέργειαν· οὕτω καὶ τὸ καθ’ ὅλον τὸν κύκλον κινούμενον συνεχῶς δυνατὸν κινεῖσθαι, διότι καθ’ ὃ ἂν ᾖ τοῦ κύκλου τὸ κινούμενον ἐπ’ αὐτοῦ, ἐπὶ δυνάμει ὄντος ἀρχῆς καὶ μέσου καὶ πέρατός ἐστιν, ἀλλ’ οὐκ ἐπὶ ἐνεργείᾳ ὄντων, διότι οὐδὲν τῶν ἐν τῷ κύκλῳ σημείων διωρισμένως ἐστὶν ἀρχὴ ἢ μέσον ἢ πέρας ἐνεργείᾳ ὄν, ἀλλὰ πᾶν τὸ ληφθὲν καὶ ἀρχὴ καὶ μέσον καὶ πέρας εἶναι δύναται. οὕτως οὖν ἕξει καὶ ἡ κίνησις ἡ ἐπὶ τοῦ κύκλου οὔτε ἐν ἀρχῇ κατ’ ἐνέργειαν οὔτε ἐν μέσῳ οὔτε ἐν πέρατί ποτε γινομένη. διὸ συνεχής ἐστιν, ὥσπερ καὶ ἡ ἐπὶ τῆς εὐθείας ἡ μεταξὺ τῶν περάτων δύναται ἥ γε τοσαύτη συνεχὴς εἶναι, ἀλλ’ αὕτη μὲν εἰς τὸ κατ’ ἐνέργειαν πέρας τῆς εὐθείας ἐλθοῦσα ἠρεμεῖ, ἡ δὲ ἐν τῷ κύκλῳ μηδενὸς ὄντος κατ’ ἐνέργειαν πέρατος δύναται μηδέποτε ἠρεμεῖν. καὶ γὰρ δυνάμει μὲν ἀεὶ ἐν ἀρχῇ καὶ μέσῳ καὶ τέλει, ἐνεργείᾳ δὲ οὐδέποτε. καὶ διὰ τοῦτο, φησί, τὸ μὲν ἐπ’ εὐθείας κινούμενον ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ, ὅτι πεπερασμένην οὖσαν τὴν κίνησιν ἠρεμία διαδέχεται, ἡ δὲ σφαῖρα κύκλῳ κινουμένη ἅμα κινεῖται καὶ ἠρεμεῖ οὐ τὴν κίνησιν διαδεχομένης τῆς ἠρεμίας (οὐ γὰρ ἔστι τι πέρας κατ’ ἐνέργειαν τῆς κινήσεως), ἀλλὰ τὸν αὐτὸν ἀεὶ τόπον τοῦ κινουμένου κατέχοντος. ὥσπερ δὲ ἐπὶ τῆς κατ’ εὐθεῖαν κινήσεως καὶ τοῦ διακόπτεσθαι τὴν κίνησιν καὶ τοῦ μὴ μένειν ἐν τῷ αὐτῷ τόπῳ τὸ κινούμενον αἴτιόν ἐστιν ἡ ἀρχὴ καὶ τὸ μέσον διωρισμένα ἐπ’ αὐτῆς τῆς εὐθείας, ἐφ’ ἧς ἡ κίνησις (ἀπὸ γὰρ τῆς ἀρχῆς ἐπὶ τὸ πέρας τὸ διωρισμένον τῆς ἀρχῆς ἐρχόμενον τὸ κινούμενον καὶ μεταβαίνει τόπον ἐκ τόπου ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ πέρας προϊὸν καὶ ἐν τῷ πέρατι κατ’ ἐνέργειαν ὄντι γινόμενον περατοῖ τὴν κίνησιν), οὕτω καὶ ἐπὶ τοῦ κύκλῳ κινουμένου ἡ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ πέρας μήτε διωρισμένα ὄντα ἀλλήλων μήτε ἐπὶ τοῦ κύκλου, ἐφ’ οὗ ἡ κίνησις ἀλλ’ ἔνδοθεν, οὔτε διακόπτει τὴν κίνησιν οὔτε μεταβαίνειν ποιεῖ τὸ κινούμενον τόπον ἐκ τόπου· ἀρχὴ δὲ καὶ μέσον καὶ τέλος τοῦ κύκλου τὸ κέντρον ἐστίν· ἀρχὴ μέν, ὅτι κατὰ τὴν ἀπὸ τοῦ κέντρου ἴσην ἀπόστασιν ὑφίσταται ὁ κύκλος, τέλος δέ, ὅτι πᾶσαι αἱ ἀπὸ τοῦ κύκλου γραμμαὶ εἰς αὐτὸ περατοῦνται, μέσον δέ, ὅτι πανταχόθεν ἴσον ἀπὸ τοῦ κύκλου διέστηκεν. ἐπεὶ οὖν ἡ κύκλῳ κίνησις οὐκ ἐπὶ τὸ τέλος οὐδὲ ἐπὶ τὴν ἀρχὴν οὐδὲ ἐπὶ τὸ μέσον τοῦ κύκλου γίνεται διωρισμένα ὄντα ὡς ἐπὶ τῆς εὐθείας, ἀλλὰ περὶ τὸ κέντρον, τουτέστι περὶ τὴν ἀρχὴν καὶ τὸ τέλος καὶ τὸ μέσον ἀδιόριστα ὄντα, διὰ τοῦτο καὶ συνεχὴς εἶναι δύναται καὶ ἐν τῷ αὐτῷ γίνεται τόπῳ. ἀεὶ γὰρ ἴσον τοῦ τέλους ἀφεστὼς τὸ κινούμενον,2 καὶ μὴ προσχωροῦν αὐτῷ μᾶλλον καὶ μᾶλλον οὔτε ἐπὶ τὸ τέλος ἐλθεῖν ἀναγκάζεται οὔτε τοῦ τόπου ἐκστῆναι μένοντος ἀεὶ τοῦ περὶ ὃ ἡ κίνησις γίνεται.

「円運動が単一かつ連続的であることはもっともなことである」〔から〕「全体としてはいわば常に静止しており、かつ連続的に運動している」に至るまで。 [アリストテレスは]円運動が単一かつ連続的であり永遠でありうるのに対し、直線運動は連続的でも永遠でもありえないことを示した後、これらにおいて双方の最も主たる原因を明らかにした。というのも、彼が言うには、直線運動においては始点と終点と中間とが現実態において区別されているからである。運動が行われる直線上においてもこれらは区別されており、すべて現実態として存在するからである。実際、有限な直線は始点と終点と中間をもっており、その結果、その上を動くものも運動を開始する場所として直線の始点をもち、運動を終える場所として終点をもつ。したがって運動はこのことゆえに終わりを迎えるだろう。なぜなら、どこかからどこかへと動くものどもは、両端において、運動が完了した時あるいは開始の前に静止するからである。これに対して円運動は、円そのものがそうでないがゆえに、始点と終点とが互いに区別されてはいない。なぜなら、円上のこの点が他のいかなる点よりも始点であったり中間であったり終点であったりすることは全くないからである。したがって、現実態としてではなく可能態としてすべての[点]が中間であることが何ら妨げられておらず、直線上の場合のようにそれらのいかなる点も現実態として終点や始点である必然性はなく、むしろ直線の始点と終点の間にある諸[点]のようにすべてが可能態であるとするならば、直線の[始点と終点の]中間にある諸点の上を動くものが現実態としての始点や中間や終点がないことによって連続的に動くことが可能であるのと同様に、円全体に沿って動くものも連続的に動くことが可能である。なぜなら、円上を動くものが円のどこにあろうとも、それは可能態として存在する始点・中間・終点の上にあるのであって、現実態として存在するそれらの上にあるのではないからである。というのも、円にある点のうち、現実態として存在するものとして区別されて始点や中間や終点であるものは一つもなく、取られたいかなる点も始点にも中間にも終点にもなりうるからである。それゆえ、円上の運動もこのような状態にあることになり、現実態としての始点にあるようになることも、中間にあるようになることも、終点にあるようになることも決してないだろう。それゆえに連続的なのであり、ちょうど直線の両端の間にある運動が、少なくともその大きさの分だけ連続的でありうるのと同様である。しかし、後者の運動は現実態としての直線の終点に達すると静止するのに対し、円における運動は現実態としての終点が何一つないため、決して静止しないことが可能である。なぜなら、可能態においては常に始点と中間と終点にあるが、現実態においては決してそうではないからである。そしてこのことゆえに、直線運動をするものはある時は動き、ある時は静止するのだと彼は言う。なぜなら、運動が有限である以上、静止がそれを引き継ぐからである。しかし、円運動をする球体は運動と静止を同時に行うのであって、静止が運動を引き継ぐわけではない(運動の現実態としての終点は存在しないからである)。むしろ、動くものが常に同じ場所を占めていることによるのである。そして直線運動においては、運動が途切れることの原因も動くものが同じ場所にとどまらないことの原因も、運動が行われる直線そのものにおいて始点と中間とが区別されていることであるように(なぜなら動くものは始点から、始点とは区別された終点へと向かうことで始点から終点へと進みつつ場所から場所へと移行し、現実態として存在する終点に至ることで運動を終わらせるからである)、円運動をするものにおいても、始点と中間と終点とが互いに区別されておらず、また運動が行われる円の上にあるのではなく内側にあるということは、運動を途切れさせもしなければ、動くものを場所から場所へと移行させもしない。そして円の始点であり中間であり終点であるのは中心である。始点であるのは、中心からの等しい距離に従って円が成立するからであり、終点であるのは、円からのすべての線が中心へと終結するからであり、中間であるのは、円から至る所で等しく離れているからである。それゆえ、円運動は直線上の場合のように区別されたものとして円の終点へと向かうのでも始点へと向かうのでも中間へと向かうのでもなく、中心の周りに、すなわち区別されていないものとしての始点と終点と中間の周りに行われるのであるから、このことゆえに連続的であることも可能であり、同じ場所において生じるのである。なぜなら、動くものは終点から常に等しく離れており、終点へとますます近づくことがないため、終点へと至ることを強いられることもなければ、その周りで運動が行われているものが常に静止している以上、場所から離れることを強いられることもないからである。

構文注2 件
  1. 8.96ὥστε εἰ μηδὲν κεκώλυται πάντα μέσα εἶναι οὐκ ἐνεργείᾳ ἀλλὰ δυνάμει

    ὥστε に導かれる条件節(εἰ μηδὲν κεκώλυται...)から主節の帰結(οὕτω καὶ τὸ καθ’ ὅλον τὸν κύκλον κινούμενον συνεχῶς δυνατὸν κινεῖσθαι)に至る長大な構文。条件節内の並列(καὶ μηδὲν ἠνάγκασται...)の後、直線の比喩である ὥσπερ ἐπὶ τῶν μεταξὺ... が主節の前に前置され、οὕτω καί によって円上の運動の主節が呼応している。

  2. 8.96ἀεὶ γὰρ ἴσον τοῦ τέλους ἀφεστὼς τὸ κινούμενον

    ἴσον は副詞的対格(「等しい距離だけ」)として分詞 ἀφεστώς に係り、τοῦ τέλους は動詞 ἀφίστημι の要求する分離の属格である。分詞構文全体(ἀφεστὼς... καὶ μὴ προσχωροῦν...)は主語 τὸ κινούμενον に一致し、後続の οὔτε... οὔτε 節の主語を修飾している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1315.5-1316.23